- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:75.12-77.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐明了辩证前提与辩证问题之间的本质区别,并通过伦理学、自然哲学和逻辑学的具体例证,解释了构成辩证问题的四种意见状态(两方均无意见、智者与大众对立、智者内部对立、大众内部对立)。
ἔτι αἱ μὲν προτάσεις εἰ καὶ ὅτι μάλιστα ἐν τούτοις (πᾶν γὰρ τὸ ἔνδοξον περὶ τούτων τινός), ἀλλ’ οὐκ ἀπὸ τοῦ περὶ τούτων τινὸς εἶναι τὸ εἶναι αἱ διαλεκτικαὶ προτάσεις ἔχουσιν,1 ἀλλ’ ἀπὸ τοῦ ἐνδόξου· διὸ τούτῳ ἐχρήσατο πρὸς τὸν ὁρισμὸν αὐτῶν. τὰ δὲ προβλήματα ἐπεὶ προβλήματά ἐστι τῷ ἄξια εἶναι ζητήσεως, ἄξια δὲ ζητήσεως οὐκ ἄλλα τινὰ παρὰ τὰ ἢ πρὸς αἵρεσιν καὶ φυγὴν συντελοῦντα ἢ πρὸς γνῶσιν καὶ ἀλήθειαν καὶ τὰ τούτοις συνεργοῦντα, εἰκότως ὁριζόμενος τὸ πρόβλημα τούτοις πάλιν ἐχρήσατο. οἱ δὲ προστιθέμενοι τῷ προβλήματι διορισμοὶ χωρίζουσι φανερῶς τὴν πρότασιν ἀπ’ αὐτοῦ. Εἰπὼν δὲ τὸ πρόβλημα θεώρημά τι καὶ ζήτημα εἶναι καὶ ἐν γένει τούτῳ, ἀκολούθως προσέθηκε τὰς διαφορὰς καθ’ ἃς τὸ περί τινος τούτων θεώρημά τε καὶ ζήτημα ἤδη καὶ πρόβλημα γίνεται· οὐ γὰρ πᾶν θεώρημα καὶ ζήτημα ἤδη καὶ πρόβλημα διαλεκτικόν. εἶναι δέ φησι τὸ ἐν τούτοις θεώρημα πρόβλημα διαλεκτικόν, περὶ οὗ ἢ οὐδετέρως δοξάζουσιν ἢ ἐναντίως οἱ πολλοὶ τοῖς σοφοῖς ἢ οἱ σοφοὶ τοῖς πολλοῖς ἢ ἑκάτεροι αὐτοὶ ἑαυτοῖς. οὐδετέρως μὲν οὖν δοξάζουσιν οἱ πολλοὶ περὶ ὧν οὐδετέρῳ μέρει τῆς ἀντιφάσεως ἔχουσι συγκατάθεσιν, ἐν μὲν ἠθικοῖς οἷον φέρε εἰπεῖν εἰ ἀντακολουθοῦσιν αἱ ἀρεταὶ ἀλλήλαις, ἢ εἰ δι’ αὑτάς εἰσιν αἱρεταὶ ἢ οὔ, ἢ εἰ ἐν τῷ λογιστικῷ τῆς ψυχῆς ἢ ἐν τῷ παθητικῷ γίνονται, ἐν δὲ φυσικοῖς εἰ ὁ κόσμος ἄπειρος ἢ οὔ, εἰ σφαιροειδὴς ἢ οὔ, εἰ ἡ ψυχὴ ἀθάνατος, ἐν δὲ λογικοῖς εἰ τετραχῶς τὰ ἀντικείμενα, εἰ σχήματα τρία καθ’ ἃ αἱ συλλογιστικαὶ συζυγίαι. δύναται καὶ περὶ πάντων τὸ οὐδετέρως λέγειν,2 οὐ μόνον τῶν πολλῶν· εἴη γὰρ ἄν τινα περὶ ὧν οὐδὲ οἱ σοφοὶ συγκατάθεσιν ἔχουσιν, οἷον περὶ τοῦ ἀρτίους ἢ περιττοὺς εἶναι τοὺς ἀστέρας· τῷ γὰρ δοξάζειν ἐπὶ τούτου νῦν κέχρηται. οἷά ἐστι πολλὰ ἐν τοῖς φυσικοῖς ζητήματα ἐξ εἰκότων τὰς πίστεις λαμβάνοντα· διαλεκτικοῦ γὰρ τὸ ἐν τοῖς τοιούτοις διά τινων ἐνδόξων ῥοπήν τινα καὶ πρόσκλισιν ἐμποιεῖν πρὸς θάτερον τῶν ἀντικειμένων, οἷον ὅτι ἀΐδιος ὁ κόσμος ἢ ὅτι σφαιροειδής. ἐπιχειρήσαι γὰρ ἄν τις διαλεκτικῶς εἰς τοῦτο ὅτι τῷ τελειοτάτῳ τῶν σωμάτων οἰκεῖον τὸ τελειότατον σχῆμα, ὁ δὲ κόσμος τελειότατον τῶν σωμάτων· πάντα γὰρ τὰ ἄλλα ἐν ἑαυτῷ ἔχει· τῷ κόσμῳ ἄρα τὸ τελειότατον τῶν σχημάτων οἰκεῖον· ἀλλὰ μὴν τελειότατον ἡ σφαῖρα τῶν σχημάτων· οὔτε γὰρ προσθήκην οὔτε ἀφαίρεσιν δέχεται· οἰκεῖον ἄρα τὸ σφαιρικὸν σχῆμα τῷ κόσμῳ. ἀλλὰ καὶ περὶ τοῦ περιττοὺς ἢ ἀρτίους εἶναι τοὺς ἀστέρας ἀδόξαστοι μὲν ἅπαντες, ὁ διαλεκτικὸς δὲ καὶ πρὸς τοῦτο ἐξ ἐνδόξων ἐπιχειρήσαι ἂν λαμβάνων τὸ ἐν ἀριθμῷ ἄριστον οἰκεῖον τοῖς ἄστροις ἅτε δὴ οὖσι θεοῖς, τὸ δὲ ἄρτιον ἐν ἀριθμῷ ἄριστον· οἰκεῖος ἄρα τοῖς ἄστροις ὁ ἄρτιος ἀριθμός. ἐναντίως δὲ οἱ σοφοὶ τοῖς πολλοῖς περὶ τῶν τοιούτων δοξάζουσιν, οἷον πότερον εὐβουλία εὐτυχίας αἱρετώτερον ἢ οὔ, καὶ ὅλως τὰ τῆς ψυχῆς ἀγαθὰ τῶν τοῦ σώματος ἢ οὔ, καὶ πότερον ἡδονὴ τὸ μέγιστον τῶν ἀγαθῶν ἢ ὅλως ἀγαθὸν ἢ οὔ· τοῖς μὲν γὰρ πολλοῖς εὐτυχία μὲν εὐβουλίας, ὑγεία δὲ ἀρετῆς αἱρετώτερον δοκεῖ, τοῖς δὲ σοφοῖς ἀνάπαλιν· καὶ τοῖς μὲν πολλοῖς ἡ ἡδονὴ μέγιστον ἀγαθόν, τοῖς δὲ σοφοῖς τοῖς μὲν οὐ μέγιστον ἀγαθόν, τοῖς δὲ ἀδιάφορον, ἤδη δέ τισι καὶ κακόν. ἑκάτεροι δὲ ἑαυτοῖς ἐναντίως δοξάζουσιν, ἐν μὲν τοῖς σοφοῖς περὶ τῆς εἱμαρμένης, περὶ τῆς ἀθανασίας τῆς ψυχῆς, περὶ ἀπείρου, περὶ κενοῦ, περὶ τῶν τοιούτων, οἱ δὲ πολλοὶ πρὸς ἀλλήλους, ἐν οἷς οἱ μὲν αὐτῶν τὴν ὑγείαν τοῦ πλούτου αἱρετωτέραν οἱ δὲ ἔμπαλιν λέγουσι, καὶ οἱ μὲν ἰσχὺν κάλλους οἱ δὲ κάλλος ἰσχύος προτιμῶσι, καὶ ὅσα τοιαῦτα.
此外,前提即便尽可能地存在于这些领域中(因为所有被普遍接受的事物都关涉这些中的某一种),然而辩证前提并非因其关涉这些中的某一种而具有作为辩证前提的本质存在,而是因其是被普遍接受的才具有;因此他用这一点来定义它们。另一方面,由于问题之所以是问题,是因为它们值得被探寻,而值得被探寻的事物无非是那些有助于抉择与规避,或有助于认识与真理,以及对此类事物提供助益的事物,因而在定义问题时,他自然又转而使用了这些。而附加给问题的界定,清楚地将前提与问题区分开来。在说明了问题是某种探究课题与探寻的事项并处于这一属中之后,他紧接着补充了种差,依照这些种差,关于这些事物中某一种的探究课题与探寻事项才随即成为问题;因为并非每一个探究课题与探寻事项随即都是辩证问题。他说,在这些领域中的探究课题若是满足如下条件,就是辩证问题:关于它,人们要么在两方面都不持意见,要么大众与智者相反,或智者与大众相反,或各方自身内部相反。大众在两方面都不持意见,是在他们对矛盾对立的任何一方都不表示赞同的那些事情上:在伦理学事项中,例如美德是否相互蕴涵,或者它们因其自身是应抉择的还是不是,或者它们产生于灵魂的有理性部分还是受动部分;在自然哲学事项中,宇宙是无限的还是不是,是球形的还是不是,灵魂是不朽的还是不是;在逻辑学事项中,对立事物是否以四种方式存在,推论式组合依循的格是否为三个。人们也可以将“在两方面都不持意见”理解为不仅关涉大众,而且关涉所有人;因为可能存在某些甚至智者也不表赞同的事项,比如关于群星的数目是偶数还是奇数;因为他现在是在赞同这一意义上使用“持意见”一词的。在自然哲学中许多从盖然之理中获得确信的探究事项便是如此;因为在这些事项中,通过某些被普遍接受的论据使人产生朝向对立面之一的某种倾向与偏向,正是辩证学者的职责,比如宇宙是永恒的,或是球形的。因为有人会就此进行辩证推论:最完满的形状属于物体中最完满者,而宇宙是物体中最完满者(因为它在其自身中包含了一切其他事物);因此最完满的形状属于宇宙;然而球体乃是形状中最完满者(因为它既不接受增补也不接受删减);因此球形属于宇宙。但是关于群星是奇数还是偶数,虽然所有人都没有确定的意见,辩证学者也会从被普遍接受的前提出发针对这一点进行推论,假定在数中最卓越者属于群星,既然它们是神明,而偶数在数中是最卓越的;因此偶数属于群星。另一方面,智者与大众持相反意见,是关于这类事项,例如深谋远虑是否比好运更应被抉择,以及总体上灵魂的善是否比身体的善更应被抉择,以及快乐是否是最大的善,或者总体上是否是善。因为在大众看来,好运比深谋远虑更应抉择,健康比美德更应抉择,但对智者而言则相反;在大众看来,快乐是最大的善,但对智者而言,对某些人它不是最大的善,对另一些人它是无所谓好坏的中性之物,甚至对某些人它还是恶。各方自身内部持相反意见,在智者之间是关于命运、关于灵魂的不朽、关于无限、关于虚空以及诸如此类的事项;大众之间彼此相反,则是在他们之中有些人说健康比财富更应抉择,另一些人说相反的话,有些人更看重力量而非美貌,另一些人更看重美貌而非力量,以及所有诸如此类的事项。
- 1.35ἀλλ’ οὐκ ἀπὸ τοῦ περὶ τούτων τινὸς εἶναι τὸ εἶναι αἱ διαλεκτικαὶ προτάσεις ἔχουσιν
短语 τὸ εἶναι 用作动词 ἔχουσιν 的直接宾语,意为“本质”或“定义上的存在”。主格主语 αἱ διαλεκτικαὶ προτάσεις 是主句主语而非不定式结构中的部分,整句构成“辩证前提并非从……中获得其作为辩证前提的本质存在”这一结构。
- 1.35δύναται καὶ περὶ πάντων τὸ οὐδετέρως λέγειν
动词 δύναται 属无人称用法(意为“也可以解释为/说”),不定式 λέγειν 隐含不确定的一般人称主语。带冠词的副词短语 τὸ οὐδετέρως 用作引述性质的宾格对象(即“‘两方面都不……’这一表述”),充当 λέγειν 的宾语。
