- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:73.25-75.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德在104b1中对辩证问题的定义,亚历山大将“探究课题”解释为探寻的事项,根据其目的将问题划分为伦理的、自然哲学的和逻辑学的,并阐明了前提与问题之间的区别。
" Πρόβλημα δέ ἐστι διαλεκτικὸν θεώρημα τὸ συντεῖνον ἢ πρὸς αἵρεσιν καὶ φυγὴν ἢ πρὸς ἀλήθειαν καὶ γνῶσιν, ἢ αὐτὸ ἢ ὡς συνεργὸν πρός τι ἕτερον τῶν τοιούτων." Εἰπὼν περὶ τῆς διαλεκτικῆς προτάσεως, ὅτι ἐστὶν ἔνδοξος ἐρώτησις, καὶ κατὰ πόσους τρόπους οἷόν τε τὸ ἔνδοξον λαμβάνειν, ἀκολούθως ἑξῆς περὶ τοῦ διαλεκτικοῦ προβλήματος λέγει, καὶ φησὶ δεῖν τὸ διαλεκτικὸν πρόβλημα εἶναι θεώρημα. λέγων θεώρημα ἀντὶ τοῦ ‘ζήτημα’· καὶ γὰρ τὸ ζητεῖν θεωρεῖν ἔθος αὐτοῖς λέγειν. φησὶν οὖν τὸ λεγόμενον ‘ζήτησις περὶ θεωρήματος συντείνοντος ἢ πρὸς αἵρεσιν καὶ φυγὴν ἢ πρὸς ἀλήθειαν καὶ γνῶσιν, ἢ αὐτοῦ ἢ ὡς συνεργοῦ πρός τι ἕτερον τῶν τοιούτων ζητούμενον’. τρόπου γὰρ ζητήσεως δηλωτικὸν τὸ περὶ οὗ ἢ μηδετέρως δοξάζουσιν ἢ ἐναντίως οἱ πολλοὶ τοῖς σοφοῖς ἢ οἱ σοφοὶ τοῖς πολλοῖς ἢ ἑκάτεροι αὐτοὶ ἑαυτοῖς, ὃ λέγει διαλεκτικὸν εἶναι πρόβλημα. εἴη δ’ ἂν τὸ θεώρημα1 λόγος γνώσεως ἡμῖν τινος τῶν προειρημένων αἴτιος, ἀπὸ τοῦ θεωρίας καὶ γνώσεως αἴτιον ἡμῖν εἶναι ὠνομασμένον θεώρημα. καὶ ἔσται πᾶν μὲν πρόβλημα διαλεκτικὸν θεώρημα ἢ ἠθικὸν ἢ φυσικὸν ἢ λογικόν (τούτων γὰρ δηλωτικὰ τὰ προειρημένα), οὐ μὴν πᾶν θεώρημα ἠθικὸν ἢ φυσικὸν ἢ λογικὸν πρόβλημα ἤδη διαλεκτικόν, ἀλλ’ ὅσα τῶν θεωρημάτων ἔχει τῶν προσκειμένων τινὰ ἀφορισμῶν· οὗτοι δέ εἰσι περὶ οὗ ἢ μηδετέρως δοξάζουσιν ἢ ἐναντίως οἱ σοφοὶ τοῖς πολλοῖς ἢ οἱ πολλοὶ τοῖς σοφοῖς ἢ ἑκάτεροι αὐτοὶ ἑαυτοῖς. ὅσα μὲν οὖν τῶν ζητουμένων εἰς αἵρεσιν ἢ φυγὴν τὴν ἀναφορὰν ἔχει, ἠθικὰ τὰ τοιαῦτα προβλήματα. ἡ γὰρ περὶ τὸ ἀγαθόν 〈τε〉 καὶ κακὸν καὶ αἱρετόν τε καὶ φευκτὸν ζήτησις οὖσα ἠθικὴ εἰς αἵρεσιν καὶ φυγὴν τὴν ἀναφορὰν ἔχει, οὐκ εἰς ψιλὴν γνῶσιν· ὁ γὰρ ζητῶν πότερον ἡ ἡδονὴ ἀγαθόν ἐστιν ἢ οὔ, ἢ ὅλως περί τινος τῶν ἐπικτήτων ἀγαθῶν, ὑπὲρ τοῦ αἱρεῖσθαι ἢ φεύγειν αὐτὰ τὴν ζήτησιν ποιεῖται. πάλιν ὁ ζητῶν πότερον ὁ κόσμος σφαιροειδής ἐστιν ἢ οὔ, ἢ ἡ ψυχὴ ἀθάνατος ἢ οὔ, ἢ τι ἄλλο τῶν φύσει γινομένων τε καὶ ὄντων, τέλος ποιεῖται τὴν τοῦ ἀληθοῦς γνῶσιν, ὃ τῆς θεωρητικῆς ἐστιν ἴδιον· ἡ γὰρ γνῶσις τῆς ἐν τοῖς ἀρίστοις ἀληθείας τῆς θεωρίας τέλος. ὅσα δὲ μήτε ὡς πρακτικὰ ζητεῖται μήτε τέλος ἔχει τὴν γνῶσιν τῆς ἐν αὐτοῖς ἀληθείας, ἀλλ’ ὡς συνεργὰ ἢ πρὸς τὴν τῶν αἱρετῶν τε καὶ μὴ γνῶσιν ἢ πρὸς τὴν τῶν ἀληθῶν τε καὶ ψευδῶν εὕρεσιν ζητεῖται, ταῦτα προβλήματα λογικά· ἡ γὰρ λογικὴ πραγματεία ὀργάνου χώραν ἔχει ἐν φιλοσοφίᾳ. ὅσα δὴ κατὰ ταύτην ζητεῖται, τοῦ πρὸς ἐκείνην χρησίμου ζητεῖται χάριν· ὁ γὰρ ζητῶν περὶ ἀντιστροφῆς φέρε εἰπεῖν προτάσεως ἢ περὶ συλλογιστικῆς ἢ ἀσυλλογίστου συζυγίας ὡς συνεργὰ ταῦτα καὶ ὡς συντελοῦντα πρὸς τὴν τῶν προειρημένων εὕρεσιν ζητεῖ. σαφῶς δὲ καὶ ἐνταῦθα τὴν λογικὴν πραγματείαν ὄργανον εἶναι λέγει, διὰ τὸ συνεργεῖν αὐτὴν πρὸς τὴν τῶν πρώτων ῥηθέντων εὕρεσιν ἀξίαν εἶναι τοῦ ζητεῖσθαι λέγων. εἰπὼν δὲ ἐν τίσιν ἐστὶ τὸ διαλεκτικὸν πρόβλημα, ἐφεξῆς προστίθησι τοὺς διορισμούς, οὓς εἶπον, δι’ ὧν χωρίζει τῶν ἐν τούτοις μὲν ὄντων θεωρημάτων οὐκ ὄντων δὲ διαλεκτικῶν προβλημάτων τὸ πρόβλημα. οὐχ ὡς οὐκ οὔσης δὲ καὶ τῆς προτάσεως τῆς διαλεκτικῆς ἐν τούτοις ἐν οἷς εἴρηκεν εἶναι τὸ πρόβλημα, οὐ προσέθηκε τῇ προτάσει αὐτά·2 ἔστι γὰρ ἀμφότερα ἐν τοῖς αὐτοῖς, ἀλλὰ αἱ μὲν προτάσεις αὐτόθεν ἔχουσι τὸ ἐν οἷς καὶ περὶ ἅ εἰσι γνώριμον· † τὰ γὰρ ἔνδοξα καὶ τὰ τοῖς πολλοῖς ἐν τούτοις, οἷς διὰ τὸ ἔνδοξον καὶ τούτων ἂν εἴη δηλωτικόν. ἐν τούτοις μὲν οὖν καὶ αἱ προτάσεις εἰσίν, οὐ μὴν ζητήματα· τὰ δὲ προβλήματα τὰ ἐν τούτοις ἐστὶ ζητήματα.
“辩证问题是关涉抉择与规避,或关涉真理与认识的探究课题,或是其自身,或是作为对此类其他事物的助益。” 在论述了辩证前提——即它是一种被普遍接受的提问,以及可以通过多少种方式把握被普遍接受之物——之后,他紧接着依序论述辩证问题,并说辩证问题必定是一种探究课题。他说“探究课题”来代替“探寻的事项”;因为在他们看来,习惯把“探寻”称为“观照”。因此,他的意思是:“关于关涉抉择与规避或关涉真理与认识的探究课题的探寻,它或是作为自身,或是作为对此类其他事物的助益而被探寻”。因为“关于它,人们要么在两方面都不持意见,要么大众与智者相反,或智者与大众相反,或各方自身内部相反”这一句指明了探寻的方式,而他称这就是辩证问题。探究课题可以说是一个在我们心中产生关于前述事物的某种认识的论证,之所以被称为“探究课题”,是因为它在我们心中是观照与认识的起因。每一个辩证问题都将或是伦理的、或是自然哲学的、或是逻辑学的探究课题(因为前述表达指明了这些),然而并非每一个伦理的、自然哲学的或逻辑学的探究课题就已经是辩证问题,而是凡具备所附加限定之一的探究课题才是;这些限定就是“关于它,人们要么在两方面都不持意见,要么智者与大众相反,或大众与智者相反,或各方自身内部相反”。因此,凡探寻的事项中关涉抉择或规避的,这类问题就是伦理的。因为关于善与恶、应抉择与应规避的探寻作为伦理探寻,其关涉在于抉择与规避,而不在于单纯的认识;因为探寻快乐是否是善,或总体上探寻后天获得的善事物中的某一种的人,是为了抉择或规避它们而进行探寻的。另一方面,探寻宇宙是否是球形的,或灵魂是否是不朽的,或自然生成且存在的事物中任何其他事物的人,是将关于真理的认识作为目的,这是理论学科所固有的;因为关于最卓越事物中真理的认识,乃是观照的目的。而凡既非作为实践性的事物被探寻,亦不以认识其自身中的真理为目的,而是作为助益被探寻——或是为了认识应抉择与不应抉择之物,或是为了发现真与假——这些就是逻辑学问题;因为逻辑学研究在哲学中居于工具的地位。因此,凡依循逻辑学被探寻的事物,都是为了对哲学有用而被探寻的;因为探寻例如前提的换位,或推论式与非推论式的组合的人,是将这些作为助益并作为有助于前述事物的发现而进行探寻的。他在此处也清楚地说逻辑学研究是一种工具,指出由于它有助于最初所说事物的发现,因而值得被探寻。在说明了辩证问题存在于何种事物中之后,他紧接着补充了我所说过的那些界定,通过这些界定,他将辩证问题与存在于这些领域中却非辩证问题的探究课题区别开来。他没有将这些〔事物〕附加给前提,并不是因为辩证前提不同样存在于他说问题所存在于的那些事物中;因为两者都存在于同一事物中,但前提直接就能让人明白其所存在于和所关涉的是什么;因为被普遍接受的事物以及大众所认同的事物就存在于这些领域中,且因其被普遍接受而也能指明这些领域。因此,在这些领域中同样存在着前提,然而前提绝不是探寻的事项;而在这些领域中的辩证问题才是探寻的事项。
- 1.35εἴη δ’ ἂν τὸ θεώρημα λόγος γνώσεως ἡμῖν τινος τῶν προειρημένων αἴτιος, ἀπὸ τοῦ θεωρίας καὶ γνώσεως αἴτιον ἡμῖν εἶναι ὠνομασμένον θεώρημα
分词 ὠνομασμένον 为中性单数主格,与主语 τὸ θεώρημα 一致,用以解释该词来源于 θεωρία 的词源。介词短语 ἀπὸ τοῦ... εἶναι 带有冠词不定式,表示命名的根据或来源(“由于作为……的起因”)。末尾的 θεώρημα 作表语(“被命名为探究课题”)。
- 1.35οὐχ ὡς οὐκ οὔσης δὲ καὶ τῆς προτάσεως τῆς διαλεκτικῆς ἐν τούτοις ἐν οἷς εἴρηκεν εἶναι τὸ πρόβλημα, οὐ προσέθηκε τῇ προτάσει αὐτά
该句由 οὐχ ὡς 引导属格绝对结构(οὐκ οὔσης…),随后跟带否定词的主句(οὐ προσέθηκε),构成“并非因为……他才没有附加”的双重否定排除性原因结构。短语 ἐν τούτοις ἐν οἷς 相当于 ἐν ἐκείνοις ἐν οἷς,以指示代词 τούτοις 作关系从句 ἐν οἷς 的先行词并重复介词 ἐν。
