- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:71.28-73.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大论述了如何通过并置(比较)主项和谓项皆相反的命题来推导被普遍接受的前提,说明了为何这些前提并非严格相反,并阐释了各专门技艺者的见解为何能被大众认可从而构成辩证前提。
πάλιν ἔνδοξον μὲν τὸ δεῖν τοὺς φίλους εὖ ποιεῖν· ἐναντίον δὲ τούτῳ καὶ ἄδοξον τὸ δεῖν τοὺς ἐχθροὺς εὖ ποιεῖν· οὗ ἡ ἀπόφασις, τὸ μὴ δεῖν τοὺς ἐχθροὺς εὖ ποιεῖν, ἔνδοξον ἂν εἴη. τὴν μὲν οὖν πρώτην ἐναντίωσιν ἔλαβε τῶν προτάσεων κατὰ τὸ κατηγορούμενον· ἐναντίον γὰρ τὸ εὖ ποιεῖν τῷ κακῶς ποιεῖν· ὁ δὲ ὑποκείμενος ὅρος, ὁ αὐτὸς ἐπ’ ἀμφοῖν. ἡ δὲ δευτέρα ἐναντίωσις τὸν μὲν κατηγορούμενον τὸν αὐτὸν ἔχει, τὸ γὰρ εὖ ποιεῖν, οἱ δὲ ὑποκείμενοι ὅροι ἐναντίοι· ἐναντίοι γὰρ οἱ φίλοι καὶ οἱ ἐχθροί. ἔνδοξον δέ, φησίν, ἐν παραβολῇ δόξειεν ἂν εἶναι καὶ τὸ ἐναντίον περὶ τοῦ ἐναντίου λεγόμενον· ἔστι δὲ τὸ ἐν παραβολῇ τὸ ἐν παραθέσει. εἰ γὰρ ἔνδοξον τὸ τοὺς φίλους εὖ ποιεῖν, ἔνδοξον ἔσται καὶ τὸ ἐναντίον, τὸ κακῶς ποιεῖν, περὶ τοῦ ἐναντίου λεγόμενον· οὗτοι δέ εἰσιν ἐχθροί· [ἐναντίον δὲ τὸ εὖ ποιεῖν τῷ κακῶς ποιεῖν.] τῷ δὴ ἔνδοξον εἶναι τὸ τοὺς φίλους εὖ ποιεῖν προσχρωμένους1 ἔνεστι δεικνύναι ἔνδοξον καὶ τὸ τοὺς ἐχθροὺς δεῖν κακῶς ποιεῖν· εἰ γὰρ τοὺς φίλους εὖ, τοὺς ἐχθροὺς κακῶς. καὶ εἰ ἡ ἀρετὴ ὠφελεῖ, ἡ κακία βλάπτει· διὸ ἔνδοξον δοκεῖ καὶ τὸ ‘εἰ ἡ κακία αὐτάρκης πρὸς κακοδαιμονίαν, καὶ ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν’. καὶ γὰρ εἰ καθ’ αὑτὸ ῥηθὲν τὸ δεῖν τοὺς ἐχθροὺς κακῶς ποιεῖν μὴ ἔνδοξον, ἀλλὰ ἔνδοξον αὐτὸ φαίνεσθαι ποιεῖ παρατεθὲν τὸ τοὺς φίλους εὖ ποιεῖν δεῖν· τοῦτο γὰρ σημαίνει τὸ ἐν παραβολῇ. καὶ σημειωτέον ὅτι τὰς μὲν πρώτας προτάσεις, τήν τε τοὺς φίλους κακῶς ποιεῖν καὶ τὴν τοὺς ἐχθροὺς εὖ, ἐναντίας εἶπε τῇ τοὺς φίλους εὖ ποιεῖν, ὅ τι τὸ ἕτερον ἦν τῶν ἐν ταῖς προτάσεσιν ἐναντίων, τὴν δὲ ἀμφότερα ἔχουσαν ἐναντία οὐκέτι ἐναντίαν. διὰ τοῦτο γὰρ καὶ ἀμφότεραι ἔνδοξοι καὶ ἅμα ἀληθεῖς· τὸ δὲ τῷ ἐνδόξῳ ἐναντίον ὂν οὐχ οἷόν τε ἔνδοξον εἶναι. φανείη μὲν οὖν ἄν τισι, φησί, καὶ ταῦτα ἐναντία εἶναι· πότερον δὲ ἔχει οὕτως ἢ οὔ, ὑπερτίθεται σαφῆ ποιῆσαι εἰς τὸν περὶ τῶν ἐναντίων λόγον. ἐρεῖ δὲ περὶ αὐτῶν ἐν τῷ δευτέρῳ τῶν Τοπικῶν. εἴρηκε δὲ περὶ τούτου καὶ ἐν τῷ Περὶ ἑρμηνείας ἐπὶ τέλει ἐν οἷς λέγει· “τὸ μὲν δὴ τούτῳ οἴεσθαι τὰς ἐναντίας δόξας ὡρίσθαι, τῷ τῶν ἐναντίων εἶναι, ψεῦδος· τοῦ γὰρ ἀγαθοῦ ὅτι ἀγαθὸν καὶ τοῦ κακοῦ ὅτι κακὸν ἡ αὐτὴ ἴσως καὶ ἀληθής, εἴτε πλείους εἴτε μία ἐστίν· ἐναντία δὲ ταῦτα, ἀλλ’ οὐ τῷ ἐναντίων εἶναι ἐναντία, ἀλλὰ μᾶλλον τῷ ἐναντίως”.
再次,“应当善待朋友”是被普遍接受的;而与此相反且不被普遍接受的是“应当善待敌人”;后者的否定,即“不应当善待敌人”,将是被普遍接受的。于是,他从谓项方面取了前提的第一种相反关系;因为善待与恶待相反,但承载的主项在两者中是同一的。另一方面,第二种相反关系具有相同的谓项,即善待,但主项是相反的;因为朋友与敌人是相反的。他还说,在比较中关于相反者陈述的相反者,似乎也将是被普遍接受的;而“在比较中”就是“在并置中”。因为如果善待朋友是被普遍接受的,那么关于相反者陈述的相反者——恶待——也将是被普遍接受的;而这些相反者就是敌人。于是,借助善待朋友是被普遍接受的这一事实,便能够表明“应当恶待敌人”也是被普遍接受的;因为如果善待朋友,就恶待敌人。并且如果美德带来益处,恶德就带来害处;因此“如果恶德足以导致不幸,美德也足以导致幸福”看起来也是被普遍接受的。因为即便“应当恶待敌人”单独被陈述时并不是被普遍接受的,然而“应当善待朋友”被并置时,就使其显得被普遍接受;因为“在比较中”指的就是这个意思。并且应当注意到,对于最初的那些前提——恶待朋友以及善待敌人——他称它们与善待朋友相反,因为前提中的相反项之一是[相反的];而对于两者皆相反的前提,他不再称之为相反的。因为正因如此,两者都是被普遍接受的且同时为真;但与被普遍接受之物相反的事物是不可能是被普遍接受的。于是他说,对某些人而言这些似乎也是相反的;但情况究竟是否如此,他推迟到关于相反者的论述中再去阐明。他将在《论题篇》第二卷中谈论它们。他在《解释篇》的结尾处也谈论过这一点,他在那里说:“认为相反的意见由此——通过属于相反者——而被界定,是错误的;因为关于善者为善以及关于恶者为恶的意见,无论它们是多个还是一个,或许都是同一且真实的;这些事物是相反的,但它们之所以相反并非因为属于相反者,而是更多因为以相反的方式”。
"Δῆλον δὲ ὅτι καὶ ὅσαι δόξαι κατὰ τέχνας εἰσίν, διαλεκτικαὶ προτάσεις εἰσί." Δῆλον, φησίν, ὅτι ὅσαι κατὰ τὰς τέχνας εἰσὶν εὑρημέναι δόξαι ὑπὸ τῶν ἐπιστημόνων τε καὶ τεχνιτῶν, καὶ αὗται διαλεκτικαὶ προτάσεις εἰσί, τοῦτ’ ἔστιν ἔνδοξοι. καὶ διὰ τί δῆλον προστίθησι· θείη γὰρ ἄν τις καὶ συγχωρήσειε τὰ δοκοῦντα τοῖς ὑπὲρ τούτων ἐπεσκεμμένοις. καὶ ἀκόλουθον δὲ τοῖς προειρημένοις τοῦτο ἂν εἴη· αἱ γὰρ τῶν σοφῶν δόξαι ἦσαν ἔνδοξοι· σοφοὶ δὲ οἱ τεχνῖται περὶ τὰ οἰκεῖα· ὥστε καὶ τὰ ὑπὸ τούτων εὑρισκόμενα ἔνδοξα ἂν εἴη, ὅτι κοινὴ δόξα τὸ δεῖν περὶ ὧν μὴ ἐπίσταταί τις, πιστεύειν τοῖς ἐπισταμένοις. διὸ ἔνδοξα περὶ μὲν ἰατρικῶν τὰ τοῖς ἰατροῖς δοκοῦντα, περὶ γεωμετρικῶν δὲ τὰ τοῖς γεωμέτραις· λέγουσι γὰρ πρὸς τοὺς ἄλλως λέγοντας ‘ἀλλὰ τοῦτο οὐ λέγουσιν οἱ ἰατροὶ ἢ οἱ γεωμέτραι’. οὐ τοῦτο δὲ λέγει, ὅτι αὕτη ἡ εὕρεσις ἡ κατὰ τὴν ἐπιστήμην ἢ τὴν τέχνην ἔνδοξος (ἀποδεικτικὴ γὰρ αὕτη), ἀλλ’ ὅτι τοῖς εὑρισκομένοις ὑπὸ τῶν περί τι καταγινομένων ὡς οὕτως ἔχουσι συγχωροῦσιν οἱ πολλοί, ἂν δῆλον ὅτι μὴ ᾖ μαχόμενα2 ταῖς κοιναῖς προλήψεσι· περὶ τούτου γὰρ προείρηται. ἢ οὐδὲ ἔστι περὶ τῶν κατὰ τὰς ἐπιστήμας τε καὶ τέχνας οἰκείων δοξῶν μάχη τοῖς πολλοῖς πρὸς τοὺς ἐπιστήμονας, ὅτι τὴν ἀρχὴν ἀδόξαστοι περὶ τούτων οἱ πολλοί. τοιαῦτα πολλὰ ἔστι λαβεῖν· τὰ ἰατρικὰ ἐκ τῶν Ἱπποκράτους Ἀφορισμῶν· τοιοῦτον τὸ “κόποι αὐτόματοι φράζουσι νούσους” καὶ τὸ “ὑγραὶ δίαιται τοῖς πυρεταίνουσι σύμφοροι”· πάλιν κατὰ γεωμετρίαν, ὅτι αἱ τοῦ τριγώνου τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, καὶ ὅτι παντὸς τριγώνου αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζους εἰσὶ πάντῃ μεταλαμβανόμεναι.
“显然,凡依循技艺的意见也都是辩证前提。” 显然,他说,由学者和技艺家依循诸技艺所发现的意见,所有这些也都是辩证前提,也就是被普遍接受的。他还补充了为什么这是显然的:因为任何人都会设定并同意那些就这些事进行了考察的人所持的见解。而这也与前文所说的相一致;因为智者的意见是被普遍接受的;而技艺家在各自固有的领域是智者;因此由他们所发现的事物也将是被普遍接受的,因为“在自己不了解的事情上应当相信了解的人”是一个普遍意见。因此,在医术方面医生们的见解是被普遍接受的,在几何学方面几何学家的见解是被普遍接受的;因为面对异见者,人们会说“但医生们或几何学家们并不这样说”。他并不是说这种依照学问或技艺的发现本身是被普遍接受的(因为它是论证性的),而是说大众会赞同那些从事某项研究的人所发现的事物确实如此,显然前提是这与共同的预想不冲突;因为关于这一点前文已经说过。或者甚至在依循诸科学与技艺的固有意见上,大众与学者们根本不存在冲突,因为大众从一开始就对这些事情没有形成意见。可以列举出很多这样的例子:出自希波克拉底《箴言》的医学例证,如“自发的疲乏预示疾病”以及“流质饮食对发热者有益”;在几何学方面,如三角形的三个角等于两直角,以及在任何三角形中任意两边之和大于第三边。
- 1.33προσχρωμένους
宾格分词 προσχρωμένους 在非人称动词 ἔνεστι(“可能”)与不定式 δεικνύναι 的结构中充当泛指的逻辑主语,受不定式结构吸引而作宾格,而非与隐含的与格支配一致。
- 1.34ἂν δῆλον ὅτι μὴ ᾖ μαχόμενα
副词化的插入语 δῆλον ὅτι(“显然地”)直接嵌入在由 ἄν(ἐάν)引导并支配虚拟式 μὴ ᾖ μαχόμενα 的条件从句中,充当修饰成分而不改变该条件从句的句法结构。
