← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§70.26-71.28

与普遍接受之物相似的事物及其相反者的否定

亚历山大就《论题篇》104a12的提要“前提也包括与被普遍接受之物相似的事物”进行注解,通过类比以及同属事物的例子解释了何为相似性,并指出被普遍接受之物的相反者的否定命题同样也是被普遍接受的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.33#1

" Εἰσὶ δὲ προτάσεις καὶ τὰ τοῖς ἐνδόξοις ὅμοια." Εἰπὼν τὴν διαλεκτικὴν πρότασιν ἐρώτησιν ἔνδοξον εἶναι, λέγει καὶ τὰ τοῖς ἐνδόξοις ὅμοια διαλεκτικὰς προτάσεις εἶναι, εὐπορίαν τινὰ ἡμῖν προϋποβάλλων διαλεκτικῶν προτάσεων. εἰ γὰρ ἔνδοξον τὸ τὴν αὐτὴν εἶναι τῶν ἐναντίων ἐπιστήμην, ἔνδοξον ἂν φανείη καὶ τὸ τὴν αὐτὴν αἴσθησιν τῶν ἐναντίων εἶναι. ὅτι δὲ ἔνδοξον τὸ τὴν αὐτὴν ἐπιστήμην τῶν ἐναντίων εἶναι, δῆλον· ἥ τε γὰρ ἰατρικὴ ὑγιεινῶν καὶ νοσερῶν ἐστιν ἐπιστήμη, καὶ ἡ ἀριθμητικὴ περιττοῦ καὶ ἀρτίου, καὶ ἡ μουσικὴ ἐμμελῶν καὶ ἐκμελῶν, καὶ ἡ γυμναστικὴ εὐεκτικῶν τε καὶ μή, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ὁμοίως δὲ ἔχει ἡ ἐπιστήμη πρὸς τὰ ἐπιστητὰ καὶ ἡ αἴσθησις πρὸς τὰ αἰσθητά· ἑκάτερον γὰρ αὐτῶν κριτικόν ἐστι τῶν ὑφ’ αὑτά. καὶ ἔστι τὸ ὅμοιον αὐταῖς κατὰ ἀναλογίαν. ἢ καὶ αὐταὶ συγγενεῖς, εἴ γε καὶ ἡ αἴσθησις ὑπὸ τὴν ἕξιν καὶ ὅλως ὑπὸ τὰ πρός τι. χρὴ δὲ τὰ παραδείγματα μὴ ἀκριβολογουμένους ἀκούειν, ἐπεὶ δόξει γε ἐναργέστερόν τε καὶ ἐνδοξότερον εἶναι τὸ τὴν αἴσθησιν τὴν αὐτὴν τῶν ἐναντίων εἶναι ἢ τὴν ἐπιστήμην. πάλιν εἰ ἔνδοξον τὸ μίαν ἀριθμῷ τὴν γραμματικὴν εἶναι, ἔνδοξον ἂν φανείη καὶ τὸ τὴν αὐλητικὴν μίαν τῷ ἀριθμῷ εἶναι. καὶ εἰ πλείους γραμματικὰς εἶναι ἔνδοξον, καὶ τὸ αὐλητικὰς εἶναι πλείους ἔνδοξον ἔσται· ὅμοια γὰρ καὶ τοῦ αὐτοῦ λόγου ἡντιναοῦν τέχνην εἶναι ἢ ἀριθμῷ μίαν ἢ εἴδει·1 συγγενῆ γὰρ τὰ τοιαῦτα καὶ ὑπὸ τὸ αὐτὸ γένος. καὶ ὥσπερ τὸ πρῶτον παράδειγμα τῇ ἀναλογίᾳ ὅμοιον, οὕτως τοῦτο τῷ γένει· διὸ εἶπε συγγενῆ. εἴη δ’ ἂν τὸ μίαν τῷ ἀριθμῷ γραμματικὴν ἢ πλείους τοιοῦτον·2 εἰ λέγοι τις τὴν Ἀριστάρχου γραμματικὴν καὶ ὅλως ἑκάστην τῶν ἐν τῷ ἀτόμῳ μίαν κατ’ ἀριθμὸν εἶναι, ὅτι καὶ τὸ ὑποκείμενον αὐτὸ τοιοῦτον, ἢ πάλιν εἰ λέγοι τις μίαν εἶναι τῷ εἴδει ταύτην τῷ ταῖς ἐνεργείαις συνδιαιρεῖσθαι αὐτὴν τὰς δὲ ἐνεργείας πλείους κατ’ ἀριθμὸν εἶναι. Λέγει δὲ ἔνδοξα εἶναι καὶ τὰ ἐναντία τοῖς ἐνδόξοις κατ’ ἀντίφασιν προτεινόμενα, τοῦτ’ ἔστι τὰς ἀποφάσεις τῶν ἐναντίων τοῖς ἐνδόξοις· ἐπεὶ γὰρ τὰ ἐναντία τοῖς ἐνδόξοις παράδοξα, εἶεν ἂν αἱ τῶν παραδόξων ἀποφάσεις ἔνδοξοι. οἷον εἰ ἔνδοξόν ἐστι τὸ δεῖν τοὺς φίλους εὖ ποιεῖν, τὸ τούτῳ ἐναντίον, τὸ δεῖν τοὺς φίλους κακῶς ποιεῖν, ἄδοξον ἔσται· ἡ δὴ τούτου ἀδόξου ὄντος ἀπόφασις ἔνδοξος ἂν καὶ αὐτὴ εἴη· ἔστι δὲ ἀπόφασις αὐτοῦ τὸ ‘οὐ δεῖ τοὺς φίλους κακῶς ποιεῖν’.

“前提也包括与被普遍接受之物相似的事物。” 在说明了辩证前提是被普遍接受的提问之后,他说与被普遍接受之物相似的事物也是辩证前提,预先为我们提供了辩证前提的丰富来源。因为如果关于相反者的知识是同一的这一观点是被普遍接受的,那么关于相反者的感觉是同一的这一观点似乎也将是被普遍接受的。而关于相反者的知识是同一的这一观点是被普遍接受的,这是显而易见的:因为医术是关于健康之物与染病之物的知识,算术是关于奇数与偶数的知识,音乐是关于和谐曲调与不和谐曲调的知识,体操是关于身体状况良好者与不良者的知识,其他诸学科也是同样如此。而且知识相对于可知之物的关系,与感觉相对于可感之物的关系是一样的;因为它们各自都对其属下的对象具有辨别能力。属于它们的相似性是根据类比而成立的。或者它们自身就是同族的,假若感觉也从属于状态并总体上从属于相关者的话。但是听取这些例子时不应当过分吹毛求疵,因为关于相反者的感觉是同一的这一观点,比起关于知识的观点来,看起来还要更为明显且更为被普遍接受。再次,如果文法在数目上是一是被普遍接受的,那么吹笛术在数目上是一似乎也将是被普遍接受的;如果存在多种文法是被普遍接受的,那么吹笛术有多种也将是被普遍接受的。因为任何技艺在数目上是一或在形式上是一,都是相似的事情并且遵循同一原则;因为此类事物是同族的并且从属于同一属。正如第一个例子是在类比上相似,这个例子则是在属上相似;因此他使用了“同族的”一词。而“文法在数目上是一或有多种”会是这样一种情况:如果有人说阿里斯塔库斯的文法、以及总体上个体内各别的文法在数目上是一,因为承载它的基底本身就是这样的;或者相反,如果有人说它是形式上为一的,因为它是伴随着活动而被划分的,而活动在数目上则是多个的。他还说,与被普遍接受之物相反的事物,若以矛盾的形式被提出——也就是被普遍接受之物的相反者的否定——也是被普遍接受的;因为既然被普遍接受之物的相反者是逆于常理的,那么逆于常理之物的否定就将是被普遍接受的。例如,如果“应当善待朋友”是被普遍接受的,那么与之相反的“应当恶待朋友”将是不被普遍接受的;那么这一不被普遍接受之物的否定本身也将是被普遍接受的;而它的否定就是“不应当恶待朋友”。

语法注2 条
  1. 1.33ὅμοια γὰρ καὶ τοῦ αὐτοῦ λόγου ἡντιναοῦν τέχνην εἶναι ἢ ἀριθμῷ μίαν ἢ εἴδει

    带不定式的宾格从句 ἡντιναοῦν τέχνην εἶναι ἢ ἀριθμῷ μίαν ἢ εἴδει 作句子的语法主语,中性复数形容词 ὅμοια 作表语,与表示性质或从属的属格 τοῦ αὐτοῦ λόγου 共同充当谓语成分。

  2. 1.33εἴη δ’ ἂν τὸ μίαν τῷ ἀριθμῷ γραμματικὴν ἢ πλείους τοιοῦτον

    冠词 τὸ 省略了不定式 εἶναι,构成的名词性短语 τὸ [εἶναι] μίαν τῷ ἀριθμῷ γραμματικὴν ἢ πλείους 作主语,τοιοῦτον 为表语;后文的条件从句 εἰ λέγοι τις ... 则具体列举阐明 τοιοῦτον 的实际内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:70.26-71.28