← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§69.12-70.25

辩证前提的定义与欧德谟对提问的分类

针对亚里士多德将辩证前提定义为“被普遍接受的提问”,亚历山大引用欧德谟对提问的分类(关于偶性、本质和前提),指出辩证前提属于要求对矛盾之一方作出回答的提问,并阐明智者的意见必须非逆于常理;若与大众共识冲突,则属于论题设定而非前提。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.32

" Ἔστι μὲν οὖν πρότασις διαλεκτικὴ ἐρώτησις ἔνδοξος." Οὔτε οὖν πᾶσα πρότασις ἐρώτησις, ἀλλὰ ἡ διαλεκτική, οὔτε πᾶσα ἐρώτησις πρότασις διαλεκτική· ἔστι γὰρ εἴδη πλείω τῆς ἐρωτήσεως. οὐ γὰρ μόνον ἐρώτησις προτάσεων γίνεται, ἀλλ’ ὡς Εὔδημος ἐν τοῖς Περὶ λέξεως διήρηκεν, οἱ ἐρωτῶντες ἢ περὶ συμβεβηκότος ἐρωτῶσιν· ἢ γὰρ προθέντες τι καὶ ὁρίσαντες πυνθάνονται τὸ τούτῳ συμβεβηκός, ὡς οἱ ἐρωτῶντες τίς τοῦ πυρὸς ἡ κατὰ φύσιν κίνησις ἢ τί Σωκράτει συμβέβηκεν, ἢ ἔμπαλιν τὸ μὲν συμβεβηκὸς ὁρίζουσί τε καὶ λαμβάνουσιν ἐν τῇ ἐρωτήσει, ᾧ δὲ τοῦτο συμβέβηκεν, ἀξιοῦσι μαθεῖν, ὡς ὁ ἐρωτῶν τίνι τὸ λευκὸν ἢ τὸ μέλαν τῶν ζῴων συμβέβηκε, καὶ τί τῶν ἀγαθῶν δι’ αὑτό ἐστιν αἱρετόν, καὶ τίς ἐστιν ὁ καθήμενος. καὶ τοῦτο μὲν ἓν εἶδος ἐρωτήσεως. ἄλλο δὲ περὶ οὐσίας, ὅταν προενεγκάμενοι τί ποτέ ἐστι τοῦτο διὰ τῆς ἐρωτήσεως ἐξετάζωμεν, ὡς ὁ ἐρωτῶν τί ἐστιν ἄνθρωπος· ὁ γὰρ οὕτως ἐρωτῶν τὴν οὐσίαν τοῦ πράγματος μαθεῖν ἀξιοῖ, ἀλλ’ οὐχ ὃ συμβέβηκεν αὐτῷ. τρίτον εἶδος ἐρωτήσεώς ἐστιν, ὅταν περὶ προτάσεώς τις θῇ τὴν ἐρώτησιν, εἶτα ἀπόκρισιν αὐτῆς αἰτῇ τὸ ἕτερον τῆς ἀντιφάσεως μέρος, οἷον ‘ἆρά γε ὁ κόσμος σφαιροειδής;’. ὑπὸ τοῦτο τὸ εἶδος τῆς ἐρωτήσεώς ἐστι καὶ ἡ διαλεκτικὴ πρότασις. οὐ γὰρ πᾶσα ἐρώτησις πρότασις διαλεκτική ἐστιν, ἐρώτησις μέντοι ἡ πρότασις ἡ διαλεκτική. τῶν γὰρ προτάσεων, ὡς εἴρηται, αἱ μέν εἰσιν ἀποδεικτικαί, οἷαί εἰσιν αἱ ἄμεσοι καὶ πρῶται, αἱ δὲ διαλεκτικαί, οἷαί εἰσιν αἱ ἔνδοξοι, αἱ δὲ ἐριστικαί· οὔτε δὲ αἱ ἐπιστημονικαὶ ἐν ἐρωτήσει οὖσαι διαλεκτικαὶ γίνονται· οὐ γὰρ διαλεκτικὴ ἡ τοιαύτη, οἷον ‘ἆρά γε στοιχεῖα τῶν ὄντων εἶδος καὶ ὕλη;’, ἀλλ’ οὐδὲ ἡ ἐριστική, οἷον ‘ἆρά γε ὁ ὁρῶν ὀφθαλμοὺς ἔχει ἢ οὔ;’, ἀλλά εἰσι προτάσεις διαλεκτικαὶ τῶν ἐν ἐρωτήσει προτάσεων αἱ ἔνδοξοι, οἷον ‘ἆρά γε ἡ ὑγεία ἀγαθὸν ἢ οὔ; ἆρά γε αἱ τῆς ψυχῆς ἀρεταὶ αἱρεταὶ ἢ οὔ; ἆρά γε οἷόν τέ τι ἐκ τοῦ μὴ ὄντος γενέσθαι ἢ οὔ;’. “οὐδεὶς γὰρ προτείνειεν 〈ἂν〉 νοῦν ἔχων τὸ μηδενὶ δοκοῦν”· ἡ γὰρ ἔνδοξος ἐρώτησις διαλεκτικὴ πρότασίς ἐστιν. εἰπὼν δὲ τοῦτο, τίνα ἐστὶ τὰ ἔνδοξα, πάλιν ὑπομιμνήσκων ἡμᾶς προστίθησιν· ἔνδοξον γάρ, ὡς προείρηται, ἢ τὸ πᾶσι δοκοῦν ἢ τὸ τοῖς πλείστοις ἢ τὸ τοῖς σοφοῖς, καὶ τούτοις ἢ πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς μάλιστα γνωρίμοις καὶ ἐνδόξοις. εἰπὼν δὲ ἔνδοξα εἶναι καὶ τὰ τοῖς πάνυ γνωρίμοις τῶν σοφῶν δοκοῦντα, ἐπεὶ δύναταί τις γνωρίμου σοφοῦ δόξα1 μαχομένη ταῖς τῶν πολλῶν δόξαις εἶναι, αἷς δόξαις οὐκέτι οἱ πολλοὶ συγχωροῦσι, προσέθηκε τὸ μὴ παράδοξος,2 ἅμα διδάσκων ἡμᾶς ὅτι ταῖς τῶν σοφῶν δόξαις ὡς ἐνδόξοις χρηστέον, ταῖς περὶ τούτων περὶ ὧν οὐκ ἔχουσιν οἱ πολλοὶ δόξας, ἔνθα δὲ μάχεται ἡ τῶν πολλῶν δόξα τῇ σοφοῦ τινος, ἐνταῦθα ἔνδοξον μᾶλλον τὸ τοῖς πολλοῖς δοκοῦν. ἐπεὶ ὅτι γε μή ἐστιν ἡ ὑγεία ἀγαθόν, σοφῶν τινῶν ἐστι δόξα· ἀλλ’ οὐδεὶς ἂν τοῦτο ἔνδοξον εἴποι· μάχεται γὰρ ταῖς πάντων προλήψεσιν· ἀλλὰ καὶ ὅτι τὸ ὂν ἀκίνητόν τε καὶ ἕν (Παρμενίδου γάρ), καὶ ὅτι τὰ ἐναντία ταὐτά (Ἡρακλείτου γάρ), καὶ ὅτι οὐκ ἔστιν ἀντιλέγειν (Ἀντισθένους γάρ). προτάσεις μὲν οὖν οὐκ εἰσὶ τὰ τοιαῦτα, θέσεις δέ, ὡς προϊὼν ἐρεῖ.

“那么,辩证前提就是一种被普遍接受的提问。” 因此,并非每一个前提都是提问——辩证前提才是——也并非每一个提问都是辩证前提;因为提问有数种。因为不仅关于前提会产生提问,而且正如欧德谟在《论措辞》中所划分的那样,提问者要么是关于偶性提问:因为他们要么先提出并界定某物,然后探究属于该物的偶性(正如那些询问火的自然运动是什么,或者苏格拉底遭遇了什么的人那样),要么反过来在提问中界定并获取偶性,而要求得知此偶性属于何物(正如询问白或黑属于动物中的哪一种,以及诸善物中哪一种是因其自身而值得选择的,以及坐着的是谁的人那样)。这是提问的一种。另一种是关于本质的,即当我们提出某物后,通过提问来考察这究竟是什么(正如询问人是什么的人那样;因为这样提问的人要求得知事物的本质,而不是属于它的偶性)。第三种提问是,有人就前提设立提问,然后要求以矛盾的其中一方作为其回答,例如“宇宙是球形的吗?”。辩证前提也属于这一种提问。因为并非每一个提问都是辩证前提,然而辩证前提确实是一种提问。因为在诸前提中,正如所说过的,有些是证明性的,例如那些直接的、最初的前提;有些是辩证的,例如那些被普遍接受的前提;还有些是争辩性的;但科学的前提并不会因处于提问形式中就变成辩证的。因为诸如“形式与质料是存在之物的元素吗?”这样的前提并不是辩证的,争辩性的前提也不是,例如“看见者有眼睛还是没有?”;但在处于提问形式的前提中,辩证前提是那些被普遍接受的前提,例如“健康是善还是不是?”、“灵魂的德性是值得选择的还是不是?”、“某物有可能从非存在中生成还是不能?”。“因为任何有理智的人都不会提出不被任何人认可的事情”;因为被普遍接受的提问就是辩证前提。在说了这一点之后,他再次提醒我们,补充说明了哪些事物是被普遍接受的:因为正如前文所说,被普遍接受的事物要么是对所有人而言显得真实的,要么是对大多数人而言的,要么是对智者而言的;而在智者之中,要么是对全体智者而言的,要么是对大多数智者而言的,要么是对最知名和享有声誉的智者而言的。在说了凡对智者中极知名者而言显得真实的事物也是被普遍接受的之后,由于一位知名智者的看法可能会与大众的看法相冲突——而大众不再同意这些看法——他便添加了“不逆于常理”这一短语,以此同时教导我们:应当将智者们的看法作为被普遍接受之物来使用的情况,是针对大众在这些事上没有形成看法的那些事物;而在大众的看法与某位智者的看法相冲突的地方,在彼处大众所认可的看法更为普遍被接受。因为健康不是善,确实是某些智者的看法;但没有人会称此为“被普遍接受的”;因为它与所有人的共同观念相冲突;同样,存在是不动的且是一(因为这是巴门尼德的观点),相反之物是同一的(因为这是赫拉克利特的观点),不可能进行反驳(因为这是安提斯泰尼的观点)。因此,正如他在后文将要说的那样,此类事物不是前提,而是命题设定[论题]。

语法注2 条
  1. 1.32ἐπεὶ ὅτι γε μή ἐστιν ἡ ὑγεία ἀγαθόν, σοφῶν τινῶν ἐστι δόξα

    连词 ἐπεὶ 引导原因解释。整个从句 ὅτι γε μή ἐστιν ἡ ὑγεία ἀγαθόν 作为主语,述语是 σοφῶν τινῶν ἐστι δόξα。在后文由 ἀλλὰ καὶ ὅτι τὸ ὂν ἀκίνητον... 引导的并列从句中,类似的 ὅτι 从句同样作为主语,其述语通过省略得以承前理解。

  2. 1.32προσέθηκε τὸ μὴ παράδοξος

    中性单数宾格定冠词 τὸ 将直接引自亚里士多德原文(104a11–12)的短语 μὴ παράδοξος 实词化,充当动词 προσέθηκε 的直接宾语,引文内部保留了主格形式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:69.12-70.25