- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:68.4-69.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德在《论题篇》第一卷第十章开头界定辩证前提与问题的理由,并消解了关于二者区别(前提是普遍认可的,问题则包含疑难)与其表达形式上可相互转换之间的疑难。
" Πρῶτον τοίνυν διωρίσθω τί ἐστι πρότασις διαλεκτικὴ καὶ τί πρόβλημα διαλεκτικόν." Μέλλων δεικνύναι πῶς ἂν εὐποροίημεν προτάσεων διαλεκτικῶν (ἡ γὰρ εὐπορία τῶν προτάσεων συντελεῖ καὶ αὐτὴ πρὸς τὴν τῶν διαλεκτικῶν λόγων εὐπορίαν, περὶ οὗ πρόκειται λέγειν αὐτῷ,1 ὡς ἐρεῖ· ἓν γὰρ τῶν τεσσάρων ὀργάνων ὧν ἐρεῖ), καὶ τοῦτο κοινότερον εἰρηκὼς περὶ προτάσεών τε καὶ προβλημάτων, πρῶτόν φησι δεῖν ὁρίσασθαι τί ἐστι πρότασις διαλεκτικὴ καὶ τί πρόβλημα διαλεκτικόν, ἵνα γνώριμον ᾖ ποίων προτάσεων εὐπορεῖν δεῖ2 καὶ περὶ ποίων ζητεῖν προβλημάτων· ὧν γὰρ χρὴ πρὸς εὐπορίαν ζητεῖν μέθοδον, ταῦτα ὡρίσθαι δεῖ καὶ γνώριμα εἶναι πρῶτον. οὔτε γὰρ πᾶσα πρότασις διαλεκτικὴ οὔτε πᾶν πρόβλημα· οὔτε γὰρ ἂν προτείναιτό τις νοῦν ἔχων καὶ ἐρωτήσειεν ἐν προτάσει τὸ μηδενὶ δοκοῦν. οἷον ‘ἆρά γε χρὴ ὑβρίζειν τοὺς γονεῖς ἢ ἀσεβεῖν εἰς τοὺς θεούς;’ (προτείνει γὰρ ὁ διαλεκτικὸς ὃ λαβεῖν βούλεται· οὐδεὶς δὲ τὰ τοιαῦτα συγχωρεῖ). οὔτ’ ἂν προβάλοι πρόβλημα τὸ πᾶσι φανερὸν καὶ μὴ δεόμενον δείξεως, οἷον ‘ἡμέρας οὔσης πότερον ἡμέρα ἐστὶν ἢ οὔ;’· τὰ μὲν γὰρ οὐκ ἔχει ἀπορίαν, δῆλον ὅτι ὡς πᾶσι γνώριμα, διὸ οὐδὲ προβλήματα (αἱ δὲ δείξεις τε καὶ ζητήσεις περὶ ἀπορουμένων τινῶν ἢ ἀγνοουμένων), τὰ δὲ οὐδεὶς ἂν θείη καὶ συγχωρήσειε, τὰ δῆλον ὅτι μηδενὶ δοκοῦντα, διὸ οὐδὲ προτάσεις. ζητήσαι δὲ ἄν τις, πῶς εἰπὼν ἴσα καὶ τὰ αὐτὰ τά τε προβλήματα καὶ τὰς προτάσεις καὶ τῷ τρόπῳ μόνῳ τῆς ἐκφορᾶς τὴν διαφορὰν αὐτῶν εἶναι, νῦν ὑπεναντίον πώς φησιν εἶναι τὸ διαλεκτικὸν πρόβλημα καὶ τὴν διαλεκτικὴν πρότασιν· τὸ μὲν γὰρ ἀπορεῖσθαι, τὴν δὲ γνώριμον εἶναι. ἢ οὐ τὰ διαλεκτικὰ προβλήματα ταῖς διαλεκτικαῖς προτάσεσιν ἴσα καὶ τὰ αὐτὰ εἶπεν,3 ἀλλὰ καθόλου τὰ προβλήματα καὶ τὰς προτάσεις τὰς ἐν τῇ τῆς ἀντιφάσεως ἐρωτήσει, ἐν οἷς προβλήμασι καὶ ἐν αἷς προτάσεσίν ἐστι καὶ τὰ διαλεκτικὰ προβλήματά τε καὶ αἱ προτάσεις. ὧν νῦν λέγει τὴν διαφοράν· τό τε 〈γὰρ〉 γνώριμον καὶ ἔνδοξον, ὁποία ἡ πρότασις ἡ διαλεκτικὴ εἶναι βούλεται, καὶ τὸ ἀμφιδοξούμενόν τε καὶ ἀπορούμενον, ὁποῖον δεῖ, φησίν, εἶναι τὸ διαλεκτικὸν πρόβλημα, πάντα ἐν ἀντιφάσει προτείνεταί τε καὶ προβάλλεται, ὧν τὰ μὲν ἔνδοξα προτάσεις, τὰ δὲ ζητούμενα προβλήματα. τὴν δὲ κατὰ τοὺς τρόπους διαφορὰν εἶπε, τὴν κατὰ τὸ ‘ἆρα’ καὶ ‘πότερον’, ὑπὲρ τοῦ ἐνδείξασθαι τὴν κατὰ τὴν λέξιν ὁμοιότητα αὐτῶν καὶ πῶς ἕκαστον αὐτῶν προτείνεταί τε καὶ προβάλλεται. πᾶσα γὰρ πρότασις πρόβλημα γίνεται ἀλλαγέντος τοῦ κατὰ τὴν ἐκφορὰν τρόπου κατὰ τὴν λέξιν· οὐ μὴν διαλεκτικὸν ἤδη τὸ ἀπὸ προτάσεως μεταληφθέν, ὅτι μὴ ζητούμενον.
“因此,首先应当界定什么是辩证前提,什么是辩证问题。” 既然他将要展示我们如何能够丰富地获得辩证前提(因为前提的丰富储备本身也有助于辩证论证的丰富储备,而正如他将要说的那样,谈论这一论题是他所设定的任务;因为这是他将要提到的四种工具之一),并且在这方面对前提和问题作了较为一般的论述之后,他说,首先必须定义什么是辩证前提以及什么是辩证问题,以便使人明了应当丰富地获得何种前提,以及应当探究何种问题;因为对于那些人们必须寻求获取方法的事物,必须首先加以界定并使之为人所知。因为既非每一个前提都是辩证的,也非每一个问题都是辩证的;任何有理智的人都不会在前提中提出并质询那不被任何人认可的事情,例如“是否应当侮辱父母或对神明不敬?”(因为辩证家提出的是他希望获得的事物,但没有人会同意此类事情);人也不会把对所有人而言都显而易见且不需要证明的事情作为问题提出来,例如“当是白天时,究竟是白天还是不是?”。因为后者没有任何疑难,显然是因为它们对所有人而言都是周知的,因此也不是问题(证明和探究所针对的是某些令人疑难或未知的事物);而前者则没有人会设定并同意,显然是因为它们不被任何人认可,因此也不是前提。然而有人可能会探究,既然他曾说过问题和前提是等同且同一的,它们的区别仅在于表述的方式,为何他现在却在某种程度上说辩证问题与辩证前提是相对立的——前者是令人疑难的,而后者是周知的。或者说,他并没有说辩证问题与辩证前提是等同且同一的,而是泛指矛盾提问中的问题和前提,而辩证问题与前提也包含在这些问题与前提之中。他现在所说的是它们之间的区别:因为周知且普遍被接受的事物(正如辩证前提所意图成为的那样),以及存在不同意见且令人疑难的事物(正如他说辩证问题所应当成为的那样),都是在矛盾中被提出和设定的,其中被普遍接受的是前提,而被探究的是问题。而他指出根据表述形式的差异——即根据“是否”与“究竟是……还是不是”的差异——是为了表明它们在措辞上的相似性,以及它们各自是如何被提出和设定的。因为当措辞上的表述方式被改变时,每一个前提都会变成问题;然而从前提转换而来的事物并不因此就已经是辩证的[问题],因为它并不是探究的对象。
- 1.31περὶ οὗ πρόκειται λέγειν αὐτῷ
关系代词 οὗ 为中性单数属格,概括性地指代前文短语 τὴν τῶν διαλεκτικῶν λόγων εὐπορίαν 所表达的命题性内容(即“丰富地获得辩证论证”这一任务),或承接上一节末尾所提出的整体论题。
- 1.31ὧν γὰρ χρὴ πρὸς εὐπορίαν ζητεῖν μέθοδον, ταῦτα ὡρίσθαι δεῖ
关系从句 ὧν ... 置于主句指示代词(语法主语)ταῦτα 之前。属格关系代词 ὧν 可以作宾格性属格依附于 εὐπορίαν(“对它们的丰富获取”),亦可直接修饰 μέθοδον(“针对它们的方法”)。
- 1.31ἢ οὐ τὰ διαλεκτικὰ προβλήματα ταῖς διαλεκτικαῖς προτάσεσιν ἴσα καὶ τὰ αὐτὰ εἶπεν
连词 ἢ 在古代注解中常用于引出注解者自身对紧接前文所提出的疑难(aporia)的解答或纠正(即“或者更确切地说是……”)。
