← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§67.1-68.3

各范畴中的本质述谓与论据获取的过渡

亚历山大注释了亚里士多德通过归纳论证“是什么”在每个范畴中被述说以及范畴对辩证法的功用,并梳理了向第一卷剩余课题(获得论证的方法)的过渡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.30

" Ὅταν μὲν γὰρ ἐκκειμένου ἀνθρώπου φῇ τὸ ἐκκείμενον ἄνθρωπον εἶναι ἢ ζῷον." Ὅτι καθ’ ἑκάστην κατηγορίαν τὸ τί ἐστιν ἀποδίδοται, καὶ ὅτι τὸ ἐν τῷ τί ἐστι κατηγορούμενον καθ’ ἑκάστην λαμβάνεται, τῇ ἐπαγωγῇ, ὡς εἶπον, δείκνυσιν. ἕκαστον γὰρ τῶν ὑφ’ ἑκάστην κατηγορίαν, ἄν τε αὐτὸ περὶ ἑαυτοῦ λέγηται, οἷον ὅτι ὁ ἄνθρωπος ἄνθρωπός ἐστιν ἢ τὸ λευκὸν λευκόν ἐστι (καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως), 〈ἄν τε〉 τὸ οἰκεῖον γένος αὐτοῦ ἀποδιδῷ, τί ἐστι σημαίνει.1 ὁμοίως δὲ κἂν τὸν ὁρισμόν τις τὸν ἑκάστου ἀποδιδῷ, τὸ τί ἐστιν αὐτὸ λέγει· ἴσον γάρ ἐστι τὸν ἄνθρωπον ἄνθρωπον εἰπεῖν ἢ ζῷον πεζὸν δίπουν· ἐν ἀμφοτέροις γὰρ αὐτὸ περὶ ἑαυτοῦ λέγεται, καὶ ἐπ’ ἴσης ἀμφότερα· διὸ ἀντὶ τοῦ ὁρισμοῦ τὸ ὄνομα ἔλαβεν. ὅταν δὲ τὸ κατηγορούμενον μὴ τοῦ αὐτοῦ γένους ᾖ τῷ ὑποκειμένῳ, ἀλλὰ περὶ ἄλλου λέγηται (τοῦτο γάρ ἐστι τὸ ὅταν δὲ περὶ ἑτέρου), ἐξ ἧς ἂν κατηγορίας ᾖ τὸ κατηγορούμενον, ἐξ ἐκείνης καὶ τὸ γένος τοῦ προβλήματος ἔσται. καὶ οὐκέτι τὸ τί ἐστι τὸ ὑποκείμενον σημαίνει· οὐ γὰρ ἐν τῷ τί ἐστι κατηγορεῖται τὸ ἐξ ἄλλης κατηγορίας τοῦ ἐξ ἄλλης. περὶ ἑτέρου δὲ ἕτερον λέγεται, ἐν αἷς συμβεβηκός ἐστι τὸ κατηγορούμενον· διὸ ἀδύνατον, ὡς ἔφην, προβλήματα ἐν οὐσίᾳ τινὶ εἶναι ἀπὸ συμβεβηκότος εἰπεῖν, ὅτι μηδεμία οὐσία οὐσίᾳ συμβέβηκεν. ἢ συμβεβηκέναι μὲν οὐχ οἷόν τε οὐσίαν οὐσίᾳ, δύναται μέντοι ζητεῖν τις εἰ συμβέβηκεν οὐσίᾳ οὐσία ἢ συμβεβηκότι οὐσία, ὡς ἐν ταῖς παρὰ φύσιν ἔχει προτάσεσιν. εἰ δὲ τοῦτο, εἴη ἂν καὶ τὰ ἀπὸ τοῦ συμβεβηκότος προβλήματα καὶ ἐν οὐσίᾳ. εἰ δὲ τὰ προβλήματα καὶ τὰ γένη τῶν προβλημάτων ἐν ταῖς κατηγορίαις, δῆλον ὡς χρήσιμος ἡ περὶ τὰς κατηγορίας πραγματεία πρὸς διαλεκτικήν, εἴ γε χρήσιμον τὸ εἰδέναι ἐν ποίῳ γένει τῶν ὄντων τὸ προκείμενον πρόβλημα. εἰπὼν δὲ τὰ τέσσαρα γένη ἐν οἷς αἱ προτάσεις καὶ τὰ προβλήματα, εἰπὼν δὲ καὶ τὰς κατηγορίας ἐν αἷς τὰ τέσσαρα γένη τῶν προβλημάτων καὶ τῶν προτάσεων, ἐπιφέρει ὅτι περὶ ὧν μὲν οἱ λόγοι καὶ ἐξ ὧν, ταῦτα καὶ τοσαῦτά ἐστι, λέγων τὰ προβλήματα καὶ τὰς προτάσεις· ταῦτα δὲ καὶ τοσαῦτα τῷ γένει δῆλον ὅτι. ἦν δὲ προκείμενον αὐτῷ ζητῆσαι πρὸς πόσα καὶ ποῖα καὶ ἐκ τίνων οἱ λόγοι οἱ διαλεκτικοί, καὶ πῶς τῶν λόγων τούτων εὐπορήσομεν· ἡ γὰρ μέθοδος ἐν τούτοις. εἰπὼν δὴ περὶ τῶν πρώτων, περὶ τοῦ πῶς καὶ δι’ ὧν εὐπορήσομεν τῶν διαλεκτικῶν λόγων, ὃ τὸ λοιπὸν ὧν προέθετο ὑπολείπεται, μετὰ ταῦτά φησι λεκτέον.2

“因为当设立一个人,他说所设立的是人或是动物时。” 正如我所说的,他通过归纳表明,在每一个范畴中都给出了“是什么”,并且在“是什么”中被述说的项也是根据每一个范畴而被取得的。因为每一个范畴之下的每一事物,无论它是述说其自身——例如人是人,或者白是白(对于其他各项亦同样如此)——还是[有人]给出其特有的属,它都表示是什么。同样,即使有人给出每一事物的定义,他也是在陈述其本身的“是什么”;因为说人是人与说人是两足步行动物是等同的;因为在这两种情形下,它都是述说其自身,且两者是平等的;因此他用名称代替了定义。但是,当述词与主体不属于同一属,而是述说另一事物时(因为这就是“当述说另一事物时”的含义),述词来自哪个范畴,问题的属也将来自那个范畴。并且它不再表示主体是什么;因为来自另一范畴的事物不会在“是什么”中述说来自另一范畴的事物。但在述词是偶性的情形中,一物被用来述说另一物;因此正如我所说的,不可能说在某种实体中存在源自偶性的问题,因为没有任何实体是实体的偶性。或者,尽管实体不可能成为实体的偶性,然而人们仍可以探究实体是否作为偶性附属于实体,或者实体是否附属于偶性,正如在反自然的命题中所呈现的那样。如果这样,源自偶性的问题也将处于实体之中。如果诸问题以及诸问题的属处于诸范畴之中,那么显然关于诸范畴的探讨对辩证法是有用的,只要知晓所设立的问题处于存在者的哪一个属之中是有用的。在指出了前提和问题所处于其中的四个属,并且也指出了问题与前提的四个属所处于其中的诸范畴之后,他又补充说,论证所关涉的以及从中构成的就是这些,并且有这么多,即指问题与前提;而显然这是指它们在属上是这些且有这么多。而他原先设定的任务是探究辩证论证针对多少种、何种事物以及由何种事物构成,以及我们如何才能丰富地获得这些论证;因为方法就在于这些之中。于是他说,在谈论了最初的几点之后,关于我们如何以及通过什么才能丰富地获得辩证论证——即在他所提出的课题中所剩下的余项——必须在这些之后来论述。

语法注2 条
  1. 1.30ἕκαστον γὰρ τῶν ὑφ’ ἑκάστην κατηγορίαν, ἄν τε αὐτὸ περὶ ἑαυτοῦ λέγηται ... 〈ἄν τε〉 τὸ οἰκεῖον γένος αὐτοῦ ἀποδιδῷ, τί ἐστι σημαίνει.

    句子的核心骨架是 ἕκαστον ... τί ἐστι σημαίνει(“每一事物……都表示是什么”),其间插入了由 ἄν τε ... 〈ἄν τε〉 ... 引导的并列条件从句。后一动词 ἀποδιδῷ(现在虚拟语气第三人称单数)缺少显式主语,需根据语境补出泛指的主语(“某人”、“人”)。

  2. 1.30εἰπὼν δὴ περὶ τῶν πρώτων, περὶ τοῦ πῶς καὶ δι’ ὧν εὐπορήσομεν τῶν διαλεκτικῶν λόγων, ὃ τὸ λοιπὸν ὧν προέθετο ὑπολείπεται, μετὰ ταῦτά φησι λεκτέον.

    全句结构以主动词 φησι(“他说”)统摄,后续带有动词性形容词 λεκτέον(“必须论述”)的间接引语。介词短语 περὶ τοῦ πῶς καὶ δι’ ὧν... 依附于 λεκτέον,其后的关系从句 ὃ τὸ λοιπὸν ὧν προέθετο ὑπολείπεται 作为同位语修饰整个论题(“如何以及通过什么……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:67.1-68.3