- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:66.3-66.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐明问题与前提归属的范畴取决于其述词项,且由于实体不可能是实体的偶性,源自偶性的问题不属于实体范畴;他并解释亚里士多德如何通过归纳论证“是什么”在诸范畴中具有多重含义。
καὶ κατὰ τὰς ἄλλας κατηγορίας ὁμοίως. ὁ αὐτὸς δὲ λόγος καὶ περὶ τῶν προτάσεων. ὡς γὰρ ἀπὸ τοῦ κατηγορουμένου ὅρου ἐν τῷ προβλήματι ἢ ἐν τῇ προτάσει τὸ γένος γνωρίζεται αὐτῶν (εἰ μὲν γὰρ ὁρισμὸς τὸ κατηγορούμενον, ὁρικόν, εἰ δὲ γένος, ἀπὸ γένους, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως), οὕτως ἀπὸ τοῦ κατηγορουμένου καὶ τὸ ἐν ποίᾳ κατηγορίᾳ τὸ πρόβλημα γνωρίζεται· ἂν μὲν γὰρ οὐσία ᾖ, ἐν οὐσίᾳ τὸ πρόβλημα, ἂν δὲ ποιότης, ἐν ποιότητι, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. τὰ μὲν οὖν ἐν τῷ τί ἐστι κατηγορούμενα τοῦ αὐτοῦ γένους ἔχει καὶ τὸ ὑποκείμενον αὐτοῖς,1 ὥστε οὐδὲν μᾶλλον ἀπὸ τοῦ ὑποκειμένου ἢ ἀπὸ τοῦ κατηγορουμένου ἡ κατηγορία καὶ τὸ γένος ἐν ᾧ τὸ πρόβλημα γνωρισθήσεται. ἐν οἷς δὲ ἄλλο ἄλλου κατηγορεῖται (ταῦτα δέ ἐστιν ἐν οἷς περὶ συμβεβηκότος ἡ κατηγορία), καὶ τὸ γένος ἀπὸ τοῦ κατηγορουμένου λαμβάνεται. ἐπεὶ δὴ οὐδεμία οὐσία οὐδεμιᾷ οὐσίᾳ συμβέβηκεν (οὐ γὰρ οἷόν τε συμβεβηκότος τινὸς οὐσίαν εἶναι), τὰ ἀπὸ τοῦ συμβεβηκότος προβλήματα ἐν μὲν τοῖς ἄλλοις γένεσιν ἔσται λαβεῖν, ἐν οὐσίᾳ δὲ οὐδαμῶς. περὶ δὲ ἰδίου, εἰ μὲν τὰ ἴδια τῶν οὐσιῶν οὐσίας οἷόν τε εἶναι, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν, ἔσται καὶ ἐν οὐσίᾳ τὰ ἀπὸ τοῦ ἰδίου προβλήματα καὶ ἐν πᾶσι τοῖς γένεσιν· εἰ δέ ἐστι πᾶν ἴδιον συμβεβηκὸς τῷ συμβεβηκότος εἶναι τρόπον τὸ ἴδιον,2 οὐδ’ ἂν τὰ ἀπὸ τοῦ ἰδίου προβλήματα ἐν οὐσίᾳ εἴη, ἀλλ’ ἐν ἐκείνῳ οὗ ἂν ᾖ γένος τὸ ἴδιον. ὅτι δὲ ἐν τοῖς δέκα γένεσίν ἐστι τὰ προειρημένα τέσσαρα προβλήματα καὶ οὐκ ἔξω πίπτει αὐτῶν, εἰ καὶ μὴ οἷόν τε πάντα ἐν πᾶσιν εἶναι τῷ μὴ δύνασθαι ἐν οὐσίᾳ εἶναι τὰ ἀπὸ συμβεβηκότος, δεικνὺς λέγει ‘πᾶσαι γὰρ αἱ διὰ τούτων προτάσεις ἢ τί ἐστι, τοῦτ’ ἔστιν ἢ ἐν τῇ οὐσίᾳ κατηγοροῦσί τινός τι, ἢ ἐν τῷ ποιῷ ἢ τι τῶν ἐν ταῖς ἄλλαις κατηγορίαις σημαίνουσιν’. ἐν ᾗ δὲ κατηγορίᾳ τὸ σημαινόμενον ὑπὸ τοῦ προβλήματος ἢ τῆς προτάσεώς ἐστιν, ἐν τῇ αὐτῇ ἀνάγκη καὶ τὸ γένος εἶναι τῶν προβλημάτων καὶ τῶν προτάσεων. καὶ δείκνυσί γε τοῦτο καὶ τῇ ἐπαγωγῇ· ὁ γὰρ τὸ τί ἐστι σημαίνων, τοῦτ’ ἔστι κατηγορῶν τινος, ἢ οὐσίας τὸ τί ἐστι σημαίνει ἢ ποιοῦ ἢ ποσοῦ ἤ τινος τῶν ἐν ταῖς ἄλλαις κατηγορίαις· τὸ γὰρ τί ἐστι τῶν πολλαχῶς λεγομένων.
对于其他范畴亦同样如此。对于前提也有同样的道理。因为正如根据问题或前提中的述词项,它们的属被识别出来(因为若述词是定义,则是定义性的;若是属,则是源自属的;对于其他各项亦同样如此),同样,根据述词项,问题处于哪一个范畴之中也被识别出来;因为若述词是实体,问题就在实体中;若是性质,就在性质中;对于其他各项亦同样如此。因此,在“是什么”中被述说的项,其底层的主体也属于同一属,以致于问题所属的范畴和属究竟是从主体还是从述词中被识别出来,并没有孰优孰劣之别。但在那些以此事物述说彼事物的情形中(这些情形即是关于偶性的述说),其属也是从述词中取得的。既然任何实体都不是任何实体的偶性(因为不可能存在某种偶性的实体),那么源自偶性的问题就可以在其他诸属中取得,但在实体中绝不可取得。至于固有属性,如果实体的固有属性可以是实体(对于其他范畴亦同样如此),那么源自固有属性的问题也将在实体中,并在所有的属中;但如果一切固有属性都是偶性,因为固有属性乃是偶性的一种模态,那么源自固有属性的问题甚至不会处于实体之中,而是在固有属性为其属的那种范畴之中。为了表明前述四种问题处于十个属之中而并不落于它们之外(即便由于源自偶性的问题不可能处于实体中,以致不可能一切都处于一切之中),他指出说:“因为凡通过这些构成的前提,或者表示是什么,也就是说,或者在实体中对某物述说某物,或者在性质中,或者表示在其他范畴中的某物。”而无论问题或前提所表示的事物处于哪一个范畴之中,问题与前提的属也必然处于同一范畴之中。而且他也通过归纳证明了这一点;因为表示“是什么”的人,即对某物进行述说的人,或者表示实体的“是什么”,或者表示性质的、或者数量的、或者其他范畴中某物的“是什么”;因为“是什么”属于有多重含义的事物之一。
- 1.29τοῦ αὐτοῦ γένους ἔχει καὶ τὸ ὑποκείμενον αὐτοῖς
τοῦ αὐτοῦ γένους 是表示性质或归属的述词性属格。动词 ἔχει 的直接宾语是 τὸ ὑποκείμενον,整个句式结构表示“其底层的主体也作为属于同一属的事物而具有”。
- 1.29τῷ συμβεβηκότος εἶναι τρόπον τὸ ἴδιον
带冠词不定式的与格 τῷ ... εἶναι 表示原因。τὸ ἴδιον 是不定式的主词(宾格),τρόπον 是宾格表语,συμβεβηκότος 是修饰 τρόπον 的属格定语(意为“由于固有属性是偶性的一种模态”)。
