- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:65.4-66.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德在问题与前提的四个属(定义、固有属性、属、偶性)之后引入十个范畴(述词的最高属)之处(103b20),解释了这四个属如何存在于各个范畴之中,以及为何用“是什么”替代“实体”。
" Μετὰ τοίνυν ταῦτα δεῖ ὁρίσασθαι τὰ γένη τῶν κατηγοριῶν, ἐν οἷς ὑπάρχουσιν αἱ ῥηθεῖσαι τέσσαρες." Δείξας τὰ προβλήματα καὶ τὰς προτάσεις ἐν τοῖς προειρημένοις τέσσαρσι γένεσιν οὔσας, ἐπεὶ τὰ προειρημένα γένη τέσσαρα οὐκ ἔστιν ἀνώτατα γένη ὄντα, ἀλλ’ ἔστι πάλιν αὐτὰ ἐν ἄλλοις (ἔστι γὰρ ἐν τοῖς οὖσιν, ὧν τὰ ἀνώτατα γένη ἔστι δέκα, ἃς κατηγορίας ἰδίως ἔθος αὐτῷ καλεῖν), δεῖν φησιν ἐφεξῆς τοῖς εἰρημένοις διορίσαι καὶ ἐκθέσθαι τὰ γένη τῶν κατηγοριῶν,1 ἐν αἷς κατηγορίαις ὑπάρχουσιν αἱ εἰρημέναι τέσσαρες διαφοραὶ τῶν προβλημάτων τε καὶ προτάσεων. τὸ δὲ ἐν οἷς ὑπάρχουσιν αἱ ῥηθεῖσαι τέσσαρες ἐλλιπῶς εἶπε· λείπει γὰρ τὸ ‘διαφοραὶ τῶν προβλημάτων τε καὶ προτάσεων’. ἔστι δέ, φησί, ταῦτα, λέγων τὰ γένη τῶν κατηγοριῶν, δέκα, περὶ ὧν εἴρηκε μὲν ἐν τῷ Περὶ τῶν δέκα κατηγοριῶν, ἐκτίθεται δὲ καὶ νῦν αὐτά. ἅμα δὲ καὶ τὸ πρὸς διαλεκτικὴν χρήσιμον ἐκείνου τοῦ βιβλίου διὰ τούτων ἐνδείκνυται. ἀντὶ δὲ τῆς οὐσίας τὸ τί ἐστιν ἔλαβε· κυρίως τε γὰρ ὂν ἡ οὐσία, καὶ κυρίως τὸ τί ἐστι καὶ ὁ ὁρισμὸς οὐσίας, εἰ καὶ πλεοναχῶς τὸ τί ἐστιν. τοῦ δὲ ἐν ταῖς δέκα κατηγορίαις εἶναι τὰ γένη τὰ προειρημένα τῶν τε προβλημάτων καὶ τῶν προτάσεων δεικτικὸν παρέθετο τὸ καὶ τὸ συμβεβηκὸς καὶ τὸ γένος καὶ τὸ ἴδιον καὶ τὸν ὁρισμὸν τούτων τι σημαίνειν·2 πᾶσαι γὰρ αἱ διὰ τούτων τῶν γενῶν προτάσεις (τοῦτο γάρ ἐστι τὸ τῆς λέξεως πλῆρες) ἢ οὐσίαν ἔχουσι τὸ κατηγορούμενον ἢ ποιότητα ἤ τινα τῶν ἄλλων κατηγοριῶν. πᾶς γὰρ ὁρισμός τινός ἐστιν, ὃ πάντως ἢ οὐσία ἐστὶν ἢ ποσὸν ἢ ποιὸν ἢ πρός τι ἢ ποῦ ἢ ποτὲ ἢ κεῖσθαι ἢ ἔχειν ἢ ποιεῖν ἢ πάσχειν. τὸν μὲν οὖν ὁρισμὸν καὶ τὸ ὁρικὸν πρόβλημα ἐν πάσαις ἐνδέχεται ταῖς κατηγορίαις εἶναι, ἐπεὶ οἷόν τε ὁρίσασθαί τινα τῶν ὑφ’ ἑκάστην κατηγορίαν. ὁμοίως καὶ τὰ γένη καὶ τὰ γενικὰ προβλήματα· καθ’ ἑκάστην γὰρ κατηγορίαν ἔστι καὶ γένος καὶ διαφορὰν λαβεῖν· ἐν αἷς γὰρ κατηγορίαις ἐστὶ τὰ λαμβανόμενα γένη περὶ ὧν ὁ λόγος, ἐν ταύταις καὶ αἱ τῶν γενῶν τούτων διαφοραί, ὡς ἐν ἄλλοις ἡμῖν εἴρηται· διὸ καὶ ἐν οὐσίᾳ διαφοραὶ οὖσαι 〈οὐσίαι〉 καὶ αὐταί, καὶ τὰ ἀπὸ τῶν διαφορῶν προβλήματα καὶ ἐν οὐσίᾳ ἔσται. * * προβλήματα τὸ μὲν ὁρικὸν ἐν οὐσίᾳ, τὸ δὲ ὁρικὸν ἐν ποιότητι ἢ ποσότητι, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· πάλιν ἀπὸ γένους ἐν οὐσίᾳ ἢ ἀπὸ γένους ἐν ποιῷ.
“那么在这些之后,必须界定述词的属,上述四者即属于其中。” 在表明了问题和前提处于前述的四个属之中后,由于前述的四个属并非最高属,而是它们自身反过来又处于其他属之中(因为它们处于存在的事物之中,而存在事物的最高属有十个,他习惯特称之为范畴),他说,紧接着已陈述的内容,必须界定并列出述词的诸属,而在这些范畴中即包含着所陈述的问题与前提的四种差异。至于他说“上述四者即属于其中”,则是省略的说法;因为缺少了“问题与前提的差异”。他说,这些,意指述词的诸属,有十个,关于这些,他在《论十范畴》中已经谈到过,而现在他也将它们列出。同时,通过这些内容,也表明了那部著作对于辩证术的用处。他用“是什么”代替了实体;因为在原本意义上实体即是存在,而在原本意义上“是什么”与定义也是属于实体的,尽管“是什么”有多种含义。为了证明问题和前提的前述诸属处于十个范畴之中,他引证了偶性、属、固有属性和定义都表示这些范畴中的某一个;因为凡是通过这些属构成的前提(因为这就是该文句的完整涵义),或者以实体,或者以性质,或者以其他范畴之一作为述词。因为凡定义都是关于某物的,而此物无论如何或者是实体,或者是数量,或者是性质,或者是关系,或者是在何处,或者是在何时,或者是姿态,或者是所有,或者是动作,或者是承受。因此,定义与定义性的问题可能存在于所有的范畴之中,因为可以对属于各个范畴之下的事物加以定义。属和属的问题同样如此;因为在每个范畴中都可以取属与种差;因为所讨论的、被选取的属处于哪些范畴中,这些属的种差也处于这些范畴中,正如我们在其他地方所说的那样;因此,处于实体中的种差自身也是[实体],源自种差的问题也将在实体之中。[……]问题中,定义性的或者处于实体中,定义性的或者处于性质或数量中,对于其他范畴亦同样如此;又有源自属的处于实体中,或源自属的处于性质中。
- 1.29Δείξας τὰ προβλήματα καὶ τὰς προτάσεις ἐν τοῖς προειρημένοις τέσσαρσι γένεσιν οὔσας, ἐπεὶ τὰ προειρημένα γένη τέσσαρα οὐκ ἔστιν ἀνώτατα γένη ὄντα, ἀλλ’ ἔστι πάλιν αὐτὰ ἐν ἄλλοις (ἔστι γὰρ ἐν τοῖς οὖσιν, ὧν τὰ ἀνώτατα γένη ἔστι δέκα, ἃς κατηγορίας ἰδίως ἔθος αὐτῷ καλεῖν), δεῖν φησιν ἐφεξῆς τοῖς εἰρημένοις διορίσαι καὶ ἐκθέσθαι τὰ γένη τῶν κατηγοριῶν
句首分词 Δείξας 与主句主语(亚里士多德)一致。在经过原因从句 ἐπεὶ ... ὄντα, ἀλλ’ ἔστι ... 以及括号中的插入说明之后,句子连接至主要动词 φησιν,并统辖间接引语不定词结构 δεῖν ... διορίσαι καὶ ἐκθέσθαι(“应当界定并列出”)。
- 1.29τοῦ δὲ ἐν ταῖς δέκα κατηγορίαις εἶναι τὰ γένη τὰ προειρημένα τῶν τε προβλημάτων καὶ τῶν προτάσεων δεικτικὸν παρέθετο τὸ καὶ τὸ συμβεβηκὸς καὶ τὸ γένος καὶ τὸ ἴδιον καὶ τὸν ὁρισμὸν τούτων τι σημαίνειν
该句的句法骨架为:παρέθετο(主要动词)+ τὸ ... σημαίνειν(带冠词的不定词短语,作直接宾语)+ δεικτικόν(谓语性宾格,“作为证据/指征”)+ τοῦ ... εἶναι(由 δεικτικόν 所统辖的宾语性属格不定词短语)。整体结构为:“他引证了偶性等表示这些范畴中的某一个,作为前述诸属处于十个范畴之中的指征”。
