← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§63.13-65.3

论证问题四分类穷尽性的推论结构

亚历山大阐明了亚里士多德通过推论证明四种问题之属具有穷尽性的论证结构,指出这是基于同等外延与本质归属之划分的第一格推论,并将其进一步分析为由两个从属推论构成的复合论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.28#2

γίνεται μὲν οὖν καὶ διαλεκτικὰ προβλήματα περὶ φυσικῶν, ὥσπεροῦν καὶ περὶ ἠθικῶν τε καὶ λογικῶν, ἀλλὰ τὰ μὲν ἐκείνως ἔχοντα διαλεκτικά, τὰ δὲ οὕτως φυσικά. καὶ εἴη ἂν τὰ διαλεκτικὰ προβλήματα πάντα ἀναγόμενα εἰς τὴν ζήτησιν τοῦ τε ‘ὅτι ἔστι’ καὶ τοῦ ‘εἰ ἔστιν’, ἅ ἐστι δύο τῶν τεσσάρων, ὧν εἶπεν ἀρχόμενος τοῦ δευτέρου τῶν Ἀναλυτικῶν τῶν ὑστέρων· τὸ γὰρ ‘δι’ ὅ τι ἐστί’ καὶ ‘τί ἐστιν’ οὐ διαλεκτικὰ προβλήματα. Διὰ συλλογισμοῦ δὲ 〈τὸ〉 τοσαῦτα γένη τῶν προβλημάτων εἶναι ἤδη μὲν καὶ ἡμεῖς ἐφθάσαμεν ἑπόμενοι τοῖς δοκοῦσιν αὐτῷ δεδειχέναι.1 αὐτὸς δὲ ᾧ χρῆται συλλογισμῷ, τοιοῦτός ἐστιν. ἐπειδὴ ἐν παντὶ προβλήματι καὶ πάσῃ προτάσει ἐστί τι κατηγορούμενόν τινος καὶ ἀπὸ τῶν κατηγορουμένων αἵ τε διαφοραὶ καὶ τὰ εἴδη τῶν προτάσεων καὶ τῶν προβλημάτων (λέγοιτο δ’ ἂν τὸ αὐτὸ καὶ περὶ τῶν ὑποθετικῶν προτάσεων· καὶ γὰρ ἐν ἐκείναις τὸ ἑπόμενον, ὃ κατηγορουμένου χώραν ἔχει, τούτων τι ἔστι λαμβάνειν), ὅτι πᾶν τὸ κατηγορούμενόν τινος ἀνάγκη2 ἢ ἐπ’ ἴσης αὐτῷ λέγεσθαι (καὶ ἀντικατηγορεῖται ταῦτα ἀλλήλων) ἢ μὴ ἐπ’ ἴσης, ὧν τὸ μὲν ἀντικατηγορούμενον ἢ ὅρος ἢ ἴδιον, τὸ δὲ μὴ ἀντικατηγορούμενον ἢ ἐν τῇ οὐσίᾳ καὶ τῷ ὁρισμῷ τοῦ πράγματός ἐστιν ἢ οὔ. καὶ εἰ μὲν τῶν ἐν τῷ ὁρισμῷ, γένος ἢ διαφορὰ ἂν εἴη, εἰ δὲ μὴ ἐν τῷ ὁρισμῷ, συμβεβηκὸς ἂν εἴη· τὸ γὰρ συμβεβηκὸς ἦν ὃ μήτε ὅρος μήτε ἴδιον μήτε γένος ὂν ὑπῆρχε τῷ πράγματι. εἴη δ’ ἂν ὁ συλλογισμὸς κατηγορικὸς ἐν πρώτῳ σχήματι ἐκ διαιρέσεως ἔχων οὕτως· πᾶν τὸ κατηγορούμενόν τινος ἢ ἐπ’ ἴσης αὐτοῦ κατηγορεῖται ἢ οὔ, πᾶν τὸ ἐπ’ ἴσης ἢ μὴ ἐπ’ ἴσης τινὸς κατηγορούμενον κατηγορεῖται αὐτοῦ ἢ ὡς ὅρος ἢ ὡς ἴδιον ἢ ὡς γένος ἢ ὡς συμβεβηκός. πᾶν ἄρα τὸ κατηγορούμενον ἢ ὡς ὅρος ἢ ὡς ἴδιον ἢ ὡς γένος ἢ ὡς συμβεβηκὸς κατηγορεῖται· ᾧ συμπεράσματι ἐλήφθη τὸ ἐν παντὶ προβλήματι τὸ κατηγορούμενον ἢ ὅρον εἶναι ἢ ἴδιον ἢ γένος ἢ συμβεβηκός. αὐτὸς δὲ τὴν δευτέραν πρότασιν μετὰ τῆς κατασκευῆς τῆς οἰκείας τιθεὶς δοκεῖ πλέον τι εἰρηκέναι. ἔστι δὲ καὶ ὡς συνθέτου λόγου ποιήσασθαι τὴν ἀνάλυσιν οὕτως· ὁ μὲν τελευταῖος λόγος ‘πᾶν τὸ κατηγορούμενόν τινος ἢ ἀντικατηγορεῖται αὐτοῦ ἢ μόνον κατηγορεῖται, πᾶν τὸ ἀντικατηγορούμενον τῷ οὗ κατηγορεῖται ἢ κατηγορούμενον μόνον ἢ ὅρος ἐστὶν ἢ ἴδιον ἢ γένος ἢ διαφορὰ ἢ συμβεβηκός, πᾶν ἄρα τὸ κατηγορούμενόν τινος ἢ ὅρος ἐστὶν ἢ ἴδιον ἢ γένος ἢ διαφορὰ ἢ συμβεβηκός’. τούτου δὲ τοῦ λόγου τὴν δευτέραν πρότασιν κατεσκεύασε διὰ δύο συλλογισμῶν, ἑνὸς μὲν τοῦ ‘πᾶν, εἴ τι ἀντικατηγορεῖταί τινος, ἤτοι τὸ τί ἦν εἶναι σημαίνει τούτου οὗ ἀντικατηγορεῖται ἢ μή· τοῦτο δὲ ἢ ὁρισμὸς ἢ ἴδιόν ἐστιν αὐτοῦ· πᾶν ἄρα τὸ ἀντικατηγορούμενον τοῦ ὑποκειμένου ἢ ὁρισμός ἐστιν αὐτοῦ ἢ ἴδιον’, ἄλλου δὲ ‘πᾶν, εἴ τι ἁπλῶς κατηγορεῖται τοῦ ὑποκειμένου καὶ μὴ ἐπ’ ἴσης ἐστὶν αὐτῷ, ἢ τῶν ἐν τῷ ὁρισμῷ τοῦ ὑποκειμένου λεγομένων ἐστὶν ἢ τῶν ἁπλῶς κατηγορουμένων· ἀλλ’ εἰ μὲν τῶν ἐν τῷ ὁρισμῷ τοῦ ὑποκειμένου λεγομένων ἐστίν, ἢ γένος ἢ διαφορὰ ἂν εἴη, εἰ δὲ μὴ τῶν ἐν τῷ ὁρισμῷ λεγομένων ἐστί, συμβεβηκὸς ἂν εἴη· πᾶν ἄρα ὃ ἁπλῶς κατηγορεῖταί τινος, ἢ γένος αὐτοῦ ἢ διαφορὰ ἂν εἴη αὐτοῦ ἢ συμβεβηκός’· ἃ συμπεράσματα τῶν συλλογισμῶν συντεθέντα τὴν δευτέραν ποιεῖ πρότασιν3 τὴν τοῦ συλλογισμοῦ τὴν ‘πᾶν, εἴ τι ἢ ὡς ἀντικατηγορούμενον κατηγορεῖταί τινος ἢ ἁπλῶς, ἢ ὅρος ἐστὶν αὐτοῦ ἢ ἴδιον ἢ γένος ἢ διαφορὰ ἢ συμβεβηκός. ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ τῆς προτάσεως.

因此,关涉自然哲学事物的辩证问题确实也会产生,正如关涉伦理与逻辑事物一样,但以那种方式呈现的是辩证的,而以这种方式呈现的是自然哲学的。所有的辩证问题都可以归结为对“事实存在”和“是否存在”的探讨,这两者是他《后分析篇》第二卷开头所提到的四种探究中的两种;因为“为何存在”和“是什么”并不是辩证的问题。至于通过推论证明问题的属有这么多,我们自己先前遵循他的观点也已经展示过了。但他自己所使用的推论则是这样的。既然在每一个问题和每一个前提中,都有某物述说某物,并且前提与问题的差异及种类正是来源于这些述词(关于假言前提也可以作同样的说明;因为在那些前提中,居于述词地位的后件也可以被视为这些属之一),那么凡是述说某物者,必然或者与它处于同等范围(并且它们互相换位述说),或者不在同等范围;在这些之中,互相换位述说者或者是定义或者是固有属性,而不互相换位述说者,或者在该事物的实体与定义之中,或者不在。如果它属于定义之中的事物,它将是属或种差;如果不在定义之中,它将是偶性;因为偶性正是既非定义亦非固有属性亦非属而属于该事物的东西。这一推论将是依据划分的第一格定言推论,具有如下形式:“凡述说某物者,或者与它在同等范围述说,或者不是;凡在同等范围或不在同等范围述说某物者,或者作为定义,或者作为固有属性,或者作为属,或者作为偶性述说它;因此,凡被述说者,或者作为定义,或者作为固有属性,或者作为属,或者作为偶性被述说。”通过这个结论,便得出了在每一个问题中,述词或者是定义,或者是固有属性,或者是属,或者是偶性。但他自己将第二个前提与其固有的论证一同列出,似乎表达了更多的内容。也可以将其作为复合论证来作如下分析:最后的论证是,“凡述说某物者,或者与它互相换位述说,或者仅仅是述说;凡与它所述说的对象互相换位述说或仅仅是述说者,或者是定义,或者是固有属性,或者是属,或者是种差,或者是偶性;因此,凡述说某物者,或者是定义,或者是固有属性,或者是属,或者是种差,或者是偶性”。而关于这个论证,他通过两个推论确立了其第二个前提:其一是,“一切事物,如果与某物互相换位述说,或者表示换位述说对象的本质,或者不表示;而这或者是它的定义,或者是它的固有属性;因此,凡与主词互相换位述说者,或者是其定义,或者是其固有属性”;其二是,“一切事物,如果仅仅述说主词且与它不在同等范围,或者属于主词定义中所表述的事物,或者属于仅仅被述说的事物;但如果它属于主词定义中所表述的事物,它将是属或种差;如果它不属于定义中所表述的事物,它将是偶性;因此,凡仅仅述说某物者,将是它的属,或是它的种差,或是它的偶性”。推论的这些结论结合起来,便构成了推论的第二个前提,即“一切事物,如果作为互相换位述说者或仅仅作为述词述说某物,或者是它的定义,或者是它的固有属性,或者是它的属,或者是它的种差,或者是它的偶性”。关于前提也有同样的论述。

语法注3 条
  1. 1.28ἐφθάσαμεν ἑπόμενοι τοῖς δοκοῦσιν αὐτῷ δεδειχέναι

    动词 φθάνω 通常带补充动名词或分词表示“抢先做某事”,但在此处完成时不定式 δεδειχέναι 作其直接的动作补足(“先行证明”),而 ἑπόμενοι 则是表示方式的情状分词(“遵循他的看法”)。因此整句意为“我们遵循他的看法已经先行证明了”。

  2. 1.28ἐπειδὴ ἐν παντὶ προβλήματι ... ὅτι πᾶν τὸ κατηγορούμενόν τινος ἀνάγκη

    在承接前句 αὐτὸς δὲ ᾧ χρῆται συλλογισμῷ, τοιοῦτός ἐστιν(“他自己使用的推论则是这样的”)之后,插入了由 ἐπειδὴ 引导的原因从句,其后出现的 ὅτι 从句缺乏独立的主动词,构成语法上的破格结构(anacoluthon)。此处 ὅτι 从句作为名词性从句,具体阐发 τοιοῦτος 所指的推论前提内容。

  3. 1.28ἃ συμπεράσματα τῶν συλλογισμῶν συντεθέντα τὴν δευτέραν ποιεῖ πρότασιν

    关系代词 ἃ 直接吸收了名词 συμπεράσματα,共同构成包含分词 συντεθέντα 的主语,支配单数动词 ποιεῖ(中性复数主语与单数动词搭配),意为“这些推论的诸结论结合起来便构成了第二前提”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:63.13-65.3