- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:61.25-63.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《论题篇》第一卷第八章中论证问题与前提的属仅限于四种(定义、固有属性、属、偶性),亚历山大解释了论证“来自”、“通过”并“针对”它们的确切含义,通过归纳列举实例说明这一分类,并阐明为何自然哲学问题被排除在辨证问题之外。
" Ὅτι δὲ ἐκ τῶν πρότερον εἰρημένων οἱ λόγοι καὶ διὰ τούτων καὶ πρὸς ταῦτα." Εἰπὼν ἐν τοῖς ἐπάνω τέσσαρα γένη εἶναι ἐν οἷς τά τε προβλήματα καὶ αἱ προτάσεις, ὅρον, ἴδιον, γένος, συμβεβηκός, καὶ τούτων τί ἐστιν ἕκαστον δείξας, καὶ πῶς ἀπ’ αὐτῶν τά τε προβλήματα καὶ αἱ προτάσεις γίνονται, νῦν δείκνυσιν ὅτι μὴ πλείω οἷόν τε γένη εἶναι τῶν τε προβλημάτων καὶ τῶν προτάσεων, ἀλλ’ ἀεὶ ἐκ τούτων τε καὶ περὶ τούτων οἱ λόγοι καὶ οἱ συλλογισμοί. εἰπὼν δὲ ‘ἐκ τούτων οἱ λόγοι’, πῶς ἐκ τούτων ἐδήλωσεν ἐπενεγκὼν καὶ διὰ τούτων καὶ πρὸς ταῦτα. διὰ τούτων μὲν λέγων τῶν προτάσεων, πρὸς ταῦτα δὲ τὰ προβλήματα· τῷ γὰρ τὰ προβλήματα, περὶ ὧν οἱ λόγοι,1 καὶ τῷ τὰς προτάσεις, ἐξ ὧν οἱ λόγοι, ἐν τούτοις εἶναι τοῖς εἰρημένοις τέσσαρσι γένεσι, τούτῳ ἐκ τούτων οἱ λόγοι. τὴν δὲ δεῖξιν ποιεῖται διά τε ἐπαγωγῆς καὶ συλλογισμοῦ, αἳ μόναι κυρίως πίστεις ἐν λόγοις· καὶ γὰρ καὶ τὸ παράδειγμα πίστις ὂν καὶ αὐτὸ τῇ ἐπαγωγῇ συντάσσεται (λέγεται γὰρ ἐπαγωγὴ ῥητορική), καὶ τὸ ἐνθύμημα καὶ αὐτὸ πίστις ὂν τῷ συλλογισμῷ (ἔστι γὰρ καὶ τοῦτο ῥητορικὸς συλλογισμός), ἑκάτερον αὐτῶν ἀφῃρημένον τὸ τέλειον καὶ τὸ ἁπλῶς εἶναι τοιοῦτον ἐφ’ ᾧ ἐστι,2 διὰ τὴν εἰς τὸ ἔλαττον συστολήν, ὡς δῆλόν ἐστιν ἐκ τῶν περὶ αὐτῶν ἐν ἄλλοις εἰρημένων. Τί μὲν οὖν ἐστι συλλογισμός, εἴρηκε. περὶ δὲ ἐπαγωγῆς ὀλίγον προελθὼν ἐρεῖ, ἐπειδὴ τοῖς διαλεκτικοῖς οἰκεία καὶ ἡ δι’ ἐπαγωγῆς πίστις· τὸ γὰρ πιθανὸν ἔχει, οὗ μάλιστα ὁ διαλεκτικὸς στοχάζεται. ὅτι δὲ ταῦτα μόνα γένη τῶν προβλημάτων, δι’ ἐπαγωγῆς δεικνύοιτο ἄν, εἰ ἕκαστον πρόβλημα καὶ ἑκάστην πρότασιν προχειριζόμενοι ζητοίημεν ἀπὸ τίνος ἐστίν· οὐ γὰρ ἐν ἄλλῳ τινὶ εὑρεθεῖεν ἂν προβλήματι παρὰ τὰ προειρημένα. τὰ μὲν γὰρ τοιαῦτα προβλήματα ‘πότερον ὁ χρόνος κίνησίς ἐστιν οὐρανοῦ ἢ οὔ;’ ὁρικόν· ζητεῖται γὰρ εἰ ὅρος τοῦ χρόνου ὁ ἀποδεδομένος λόγος· τὸ δὲ ‘πότερον τὸ ἀγαθὸν ἐν οὐσίᾳ ἢ οὔ;’ γενικόν· ζητεῖται γὰρ εἰ τοῦ ἀγαθοῦ γένος ἡ οὐσία ἢ οὔ· τὸ δὲ ‘πότερον τῷ πυρὶ μόνῳ ἡ ἄνω κίνησις κατὰ φύσιν ἢ οὔ;’ περὶ ἰδίου τὴν ζήτησιν ἔχει· τὸ δὲ ‘πότερον τὸ πῦρ ἄνω κινεῖται ἢ οὔ;’ περὶ συμβεβηκότος· ζητεῖται γὰρ εἰ ὑπάρχει αὐτῷ τὸ κινεῖσθαι ἄνω. ὁμοίως δὲ τούτοις ἔστι καὶ πᾶν πρόβλημα λαμβάνοντας δεικνύναι ὑπό τι τούτων ὂν τῶν γενῶν. ὡς δὲ τὰ προβλήματα, καὶ αἱ προτάσεις· ἡ γὰρ διαφορὰ αὐτῶν, ὡς εἶπε, κατὰ μόνον τὸν τῆς ἐκφορᾶς τρόπον. καὶ ἡ μὲν δι’ ἐπαγωγῆς δεῖξις τοῦ μόνα εἶναι τὰ προειρημένα τέσσαρα γένη τῶν προβλημάτων τοιαύτη. ἐπιζητήσαι δ’ ἄν τις ὑπὸ τί γένος τῶν προβλημάτων ὑπαχθήσεται τὰ τοιαῦτα προβλήματα· ‘διὰ τί ἡ λίθος ἡ μαγνῆτις λεγομένη ἕλκει τὸν σίδηρον;’ καὶ ‘τίς φύσις μαντικῶν ὑδάτων;’· δοκεῖ γὰρ μηδενὶ τῶν κειμένων ὑπάγεσθαι ταῦτα. ἢ οὐδὲ διαλεκτικὰ προβλήματα ταῦτα· περὶ δὲ τούτων ὁ λόγος, καὶ τούτων αἱ διαιρέσεις. τὰ γὰρ διαλεκτικὰ προβλήματα ἴσα καὶ τὰ αὐτὰ ταῖς προτάσεσιν· αὗται δὲ ἦσαν ἐρωτήσεις ἀντιφάσεως· καὶ τῶν τοιούτων προβλημάτων τε καὶ προτάσεων ἡ διαφορὰ κατὰ τὸν τρόπον. ὥσπερ οὖν οὐ διαλεκτικὴ ἐρώτησίς ἐστι ‘τί ἐστιν ἄνθρωπος;’, οὕτως οὐδὲ διαλεκτικὸν πρόβλημα τὸ ‘τίς φύσις μαντικῶν ὑδάτων;’. ἐπεὶ οὖν μηδὲ τὴν ἀρχὴν προτάσεις τὰ οὕτω λεγόμενα, διὰ τί τόδε ἢ τί ἐστι τόδε, οὐδ’ ἂν διαλεκτικὰ εἴη προβλήματα, ἀλλὰ ἔστι τὰ οὕτω προβαλλόμενα φυσικὰ προβλήματα, ὡς καὶ ἐν τῷ Περὶ προβλημάτων εἴρηκεν· ὧν γὰρ φυσικῶν ὄντων τὰ αἴτια ἀγνοεῖται, ταῦτα φυσικὰ προβλήματα.
“论证来自先前所说的事物,并且是通过它们,也是针对它们的。” 他在上文中说过问题和前提所处的属有四种,即定义、固有属性、属和偶性,并指明了它们各自是什么,以及问题和前提如何从它们中产生之后,现在指明问题和前提的属不可能有更多,而是论证即推论始终来自它们且关涉它们。在说了“论证来自它们”之后,他通过补充“并且是通过它们,也是针对它们的”,表明了它们如何是“来自它们”的。因为他说“通过它们”是指前提,而“针对它们”是指问题;由于论证所关涉的问题,以及论证所依据的前提,都在所说的这四种属之中,正是由于这一点,论证才是来自它们的。他通过归纳和推论来进行证明,这二者是论证中唯一严格意义上的确证方式;因为范例本身虽也是一种确证,但被归于归纳之下(因为它被称为修辞学的归纳),而省略三段论本身虽也是一种确证,但被归于推论之下(因为这本身也是一种修辞学的推论),它们各自由于缩减为较次之物,而被剥夺了完满性以及单纯作为其所归属的那种东西的状态,正如在别处关于它们所说的那样清楚。那么,推论是什么,他已经说过;至于归纳,他稍后会说,因为通过归纳确证也是辩证家所特有的;因为它具有说服力,而这正是辩证家主要追求的。至于这些乃是问题仅有的属,如果我们将每个问题和每个前提摆出来,探讨它属于哪一种,就可以通过归纳证明;因为除了上述之外,在任何其他问题中都找不到它们。因为像“时间是否是天的运动?”这样的问题属于定义(因为探讨所给出的陈述是否是时间的定义);而“善是否在实体中?”属于属(因为探讨实体是否是善的属);而“向上运动是否唯独在火中合乎本性?”包含关于固有属性的探讨;而“火是否向上运动?”则是关于偶性的(因为探讨向上运动是否属于它)。与这些类似,无论提出什么问题,都可以表明它处于这些属的某一个之下。前提的情况与问题相同;因为正如他说过的,它们的差异仅在于表达的方式。而通过归纳证明上述四种属乃是问题仅有的属,便是如此。然而有人可能会进一步追问,像这样的问题将被归入问题的哪一个属之下:“为什么所谓的吸铁石会吸引铁?”以及“神谕泉水的本性是什么?”;因为这些似乎不属于所列出的任何一种。或者可以说,这些根本不是辩证的问题;而论述正是关涉辩证的问题,划分也是属于它们的。因为辩证的问题与前提等同且相同;而前提是关于矛盾对立的提问;这类问题和前提的差异在于方式。因此,正如“人是什么?”不是辩证的提问一样,“神谕泉水的本性是什么?”也不是辩证的问题。因此,既然这样表述的“为何是此”或“此是什么”根本连前提都不是,它们也就不会是辩证的问题,而这样提出的是自然哲学的问题,正如他在《论问题》中所说;凡是其原因未知的自然事物,这些就是自然哲学的问题。
- 1.28τῷ γὰρ τὰ προβλήματα, περὶ ὧν οἱ λόγοι, καὶ τῷ τὰς προτάσεις, ἐξ ὧν οἱ λόγοι, ἐν τούτοις εἶναι τοῖς εἰρημένοις τέσσαρσι γένεσι, τούτῳ ἐκ τούτων οἱ λόγοι.
带冠词不定式 τῷ ... εἶναι 作表示原因的与格,与指示词 τούτῳ(“正是由于这一点”)相呼应。两个宾格成分 τὰ προβλήματα 和 τὰς προτάσεις 作为不定式 εἶναι 的逻辑主语,其后各插入了一个关系从句(περὶ ὧν..., ἐξ ὧν...)。主句省略了动词 εἰσί,应补全理解为“τούτῳ ἐκ τούτων [εἰσὶν] οἱ λόγοι”。
- 1.28ἑκάτερον αὐτῶν ἀφῃρημένον τὸ τέλειον καὶ τὸ ἁπλῶς εἶναι τοιοῦτον ἐφ’ ᾧ ἐστι
分词 ἀφῃρημένον 为中动态/被动态,支配直接宾语的名词短语(τὸ τέλειον καὶ τὸ ἁπλῶς εἶναι...)。由于动词 ἀφαιρέω 在主动语态中支配双重宾格,因此被动态保留了表示被剥夺之物的保留宾格。主格的 ἑκάτερον αὐτῶν 作为部分同位语(schema kath' holon kai meros)修饰前文的主语范例(παράδειγμα)和省略推论(ἐνθύμημα)。
