← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§60.24-61.24

个体中的种属同一性与基于偶性的数的一

亚历山大指出种和属的存在取决于具体个体,以此解决了关于种和属同一性的疑难,并解释了定义和固有属性因针对同一具体个体而意味数量上的一。随后,他论述了基于偶性的数量上的一,以及同一与相异之间相反的推导蕴涵顺序。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.27#2

ἐπὶ δὲ γε τοῦ γένους τοῦτό τε ἀπαντήσεται καὶ τὸ ἕτερον τῷ εἴδει αὐτὸ αὑτοῦ εἶναι, εἴ γε τὰ τῷ γένει ταὐτὰ μόνῳ ἕτερα κατὰ τὸ εἶδός ἐστιν. ἢ εἰ τὸ εἶδος αὐτὸ καθ’ αὑτὸ ἦν ἢ τὸ γένος, ἐλέγετο ἄν τι·1 εἰ δὲ ἐν ἄλλοις ἐστίν, ὡς τὰ ἐν οἷς ἐστιν ὁ ἄνθρωπος εἶδος ὢν ἢ τὸ ζῷον γένος ὂν ταῦτά ἐστιν ἀλλήλοις, οὕτως καὶ ταῦτα ἀλλήλοις ταὐτὰ ἔσται.2 ὡς γὰρ οἱ ἄνθρωποι ἀλλήλοις οἱ αὐτοί, οὕτως καὶ ὁ ἄνθρωπος αὐτὸς αὑτῷ ὡς γένος καὶ ὡς εἶδος· ἐν ἐκείνοις γὰρ τὸ εἶναι αὐτῷ. ἓν οὖν λέγοι ἂν κατ’ ἀριθμὸν σημαίνεσθαι ὑπό τε τοῦ ὁρισμοῦ καὶ τοῦ ἰδίου, οὐχ ὅτι ἓν κατ’ ἀριθμὸν τὸ εἶδος ἢ τὸ γένος οὗ ὁ ὁρισμὸς ἢ τὸ ἴδιον, ἀλλ’ ὅτι κατὰ τοῦ αὐτοῦ τῷ ἀριθμῷ τῶν ὑπὸ τὸ γένος ἢ τὸ εἶδος ὁμοίως ἐστὶν ἀμφότερα ἀληθῆ3 καὶ οὐκ ἄλλο κατὰ ἄλλου. τρίτον δέ φησιν ἀποδίδοσθαι τὸ ἓν κατ’ ἀριθμὸν ἀπὸ τοῦ συμβεβηκότος. ὅταν γὰρ συμβεβηκός τινος ληφθῇ τι, ὃ τῷ μόνῳ τότε ὑπάρχειν ἴδιον αὐτοῦ γίνεται, τότε ἓν κατ’ ἀριθμὸν τῷ ὀνόματι τοῦ πράγματος τὸ οὕτω συμβεβηκός, ὅτι ἑνὸς τοῦ αὐτοῦ κατ’ ἀριθμὸν σημαντικόν ἐστιν. ὅτι δὲ τὸ συμβεβηκὸς ποτὲ οἷόν τε ἰδίου χώραν ἐπέχειν, καὶ πρότερον εἶπε καὶ νῦν πάλιν λέγει δι’ ὧν δείκνυσιν, ὅτι πολλάκις ὡς τῷ κυρίῳ ὀνόματι ταὐτὸν σημαίνοντι χρώμεθα τῷ συμβεβηκότι, τὸν καθήμενον προστάσσοντες καλέσαι, εἰ εἴη ἀγνοῶν αὐτοῦ τὸ ὄνομα ὁ προστασσόμενος. ὁσαχῶς δὲ τὸ ταὐτὸν λέγεται, τοσαυταχῶς ἂν καὶ τὸ ἕτερον λέγοιτο· ἢ γὰρ τῷ ἀριθμῷ, ὡς Σωκράτης Πλάτωνος, ἢ τῷ εἴδει, ὡς ἄνθρωπος ἵππου, ἢ τῷ γένει, ὡς ζῷον ἐπιστήμης. ἔμπαλιν δὲ ἔχοι ἂν ἐπί τε τῶν ταὐτῶν καὶ ἐπὶ τῶν ἑτέρων ἡ ἀκολουθία. ἐπὶ μὲν γὰρ τοῦ ταὐτοῦ τὰ τῷ ἀριθμῷ ταὐτὰ καὶ κατὰ τοὺς ἄλλους τρόπους τοῦ ταὐτοῦ ταὐτὰ ἀλλήλοις εἶναι ἀνάγκη· καὶ γὰρ εἴδει καὶ γένει ταὐτὸν τὸ τῷ ἀριθμῷ ταὐτόν· οὐ γὰρ δὴ ἕτερον τῷ εἴδει ἔσται 〈αὐτὸ〉 αὑτοῦ ἢ τῷ γένει· τὰ μέντοι τῷ εἴδει ταὐτὰ ἀριθμῷ μὲν οὐκ ἀνάγκη ταὐτὰ εἶναι, γένει δὲ ἀνάγκη· τὰ δὲ τῷ γένει ταὐτὰ οὔτε εἴδει οὔτε ἀριθμῷ ἀνάγκη ταὐτὰ εἶναι. ἐπὶ δὲ τῶν ἑτέρων τὰ μὲν τῷ γένει ἕτερα καὶ εἴδει καὶ ἀριθμῷ ἀνάγκη ἕτερα εἶναι, τὰ δὲ εἴδει ἕτερα γένει μὲν οὐκ ἀνάγκη, ἀριθμῷ δὲ ἀνάγκη· τὰ δὲ τῷ ἀριθμῷ ἕτερα οὔτε εἴδει οὔτε γένει ἀνάγκη ἕτερα εἶναι.

而在属上,既会出现这种情况,也会出现其在种上与自身相异的情况,倘若仅在属上同一的事物确实在种上相异。或者说,如果种或属是自身独立存在的,倒还可以说得通;但如果它存在于其他事物之中,那么正如作为种的人或作为属的动物存在于其中的那些事物彼此同一那样,这些事物也将彼此同一。因为正如人与人彼此同一那样,人作为属也作为种与自身是同一的;因为它的存在就在于那些事物之中。因此,人们可以说,由定义与固有属性所意味的是数量上为一,并非由于定义或固有属性所属的种或属在数量上为一,而是由于对于处于该属或种之下的数量上同一的事物,两者同样为真,并非一个用于此,另一个用于彼。他又说,在第三种意义上,数量上为一是由偶性给出的。因为当取了某个事物的某个偶性,它因在当时仅属于该事物而成为其固有时,那么这样偶然具有的东西与该事物的名称就在数量上为一,因为它是数量上同一且唯一的事物的表示。至于偶性有时能够占据固有属性的地位,他此前说过,现在又通过他所阐明的内容再次说明:如果被吩咐的人不知道其姓名,我们吩咐去呼唤“坐着的那个人”,我们常常使用偶性来表达与专有名称相同的事物。而同一有多少种说法,相异也会有多少种说法:或者在数量上,如苏格拉底之于柏拉图;或者在种上,如人之于马;或者在属上,如动物之于知识。但在同一者与相异者之上,蕴涵的推导次序正好相反。因为在同一者上,数量上同一的事物必然在同一的其他方式上也彼此同一;因为数量上同一者在种和属上也同一;因为它是绝不会在种上或属上与自身相异的;然而在种上同一的事物在数量上并不必然同一,但在属上必然同一;而在属上同一的事物无论在种上还是在数量上都不必然同一。相反,在相异者上,在属上相异的事物必然在种和数量上也相异,而在种上相异的事物在属上并不必然相异,但在数量上必然相异;而在数量上相异的事物无论在种上还是在属上都不必然相异。

语法注3 条
  1. 1.27ἢ εἰ τὸ εἶδος αὐτὸ καθ’ αὑτὸ ἦν ἢ τὸ γένος, ἐλέγετο ἄν τι·

    连词 ἢ 用于引出对前述荒谬推论的解决或另一种视角的论述。非人称结构 ἐλέγετο ἄν τι 为与过去/现在事实相反的虚拟表达(未完成过去时直陈式加 ἄν),意为“本可以有某种道理可言”。

  2. 1.27ὡς τὰ ἐν οἷς ἐστιν ὁ ἄνθρωπος εἶδος ὢν ἢ τὸ ζῷον γένος ὂν ταῦτά ἐστιν ἀλλήλοις, οὕτως καὶ ταῦτα ἀλλήλοις ταὐτὰ ἔσται.

    相关结构 ὡς... οὕτως... 构成了平行对照:正如种或属存在于其中的那些事物(即具体个体)彼此同一那样,这些(种与属)也将彼此同一。ὡς 从句的主语是由关系从句构成的名词短语 τὰ ἐν οἷς ἐστιν...,表语按文意补充或理解为 ταὐτά。

  3. 1.27οὐχ ὅτι ἓν κατ’ ἀριθμὸν τὸ εἶδος ἢ τὸ γένος... ἀλλ’ ὅτι κατὰ τοῦ αὐτοῦ τῷ ἀριθμῷ... ἀμφότερα ἀληθῆ

    οὐχ ὅτι... ἀλλ’ ὅτι...(“不是因为……,而是因为……”)的对比结构。作为主句 λέγοι ἂν σημαίνεσθαι 的解释,它否定了本体论上的理由(即种本身在数量上为一),肯定了谓述逻辑上的理由(即两者对同一个具体个体同样为真)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:60.24-61.24