← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§59.23-60.24

数量上为一的同一性及其对名称与定义的应用

针对亚里士多德在《论题篇》103a23中指出“数量上为一”最被公认为同一,亚历山大通过与种、属同一性的对比解释了其原因,阐明了名称、定义与固有属性在此的关系,并论证了种自身何以可被视为在数量上为一。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.27#1

" Μάλιστα δὲ ὁμολογουμένως τὸ ἓν ἀριθμῷ ταὐτὸν παρὰ πᾶσι δοκεῖ λέγεσθαι." Δείξας τὴν τοῦ ταὐτοῦ διαίρεσιν μάλιστά φησιν ὑπὸ πάντων συγχωρεῖσθαι τὸ τὰ τῷ ἀριθμῷ ἓν ταὐτὰ εἶναι.1 ἐπὶ μὲν γὰρ τῶν κατ’ εἶδος ἢ γένος ταὐτῶν οὐκ εὐθέως ἡ ταὐτότης προσπίπτει, ἀλλὰ δεῖ λόγου πρὸς τὸ συγχωρῆσαί τινα τὰ τοιαῦτα ταὐτὰ ἀλλήλοις εἶναι· οὔτε γὰρ Σωκράτην Πλάτωνι ἁπλῶς ἄν τις συγχωρήσειε τὸν αὐτὸν εἶναι, ἐπεὶ δῆλοί εἰσι καὶ διαφέροντες ἀλλήλων, οὔτε ἔτι μᾶλλον ἄνθρωπον ἵππῳ. τὸ δέ γε κατ’ ἀριθμὸν ἓν ὁμολογεῖται ὑπὸ πάντων ταὐτὸν εἶναι. καὶ τοῦτο δέ φησι τὸ κατ’ ἀριθμὸν ἓν πλεοναχῶς λέγεσθαι, κυριώτατα μὲν καὶ πρώτως, ὅταν ἢ ἀντὶ ὀνόματος ὄνομα ληφθῇ τοῦ αὐτοῦ σημαντικόν (εἰς γὰρ ταὐτὸν ἡ μετάληψις καὶ ἐνταῦθα κατ’ ἀριθμόν) ἢ ἀντὶ ὀνόματος ὅρος· τοῦ γὰρ αὐτοῦ κατ’ ἀριθμὸν ταῦτα ὄντα δηλωτικὰ ταὐτὰ κατ’ ἀριθμὸν διὰ τοῦτο λέγεται ἀλλήλοις· ἐπεὶ αὐτά γε τὰ ὀνόματα καθ’ αὑτὰ οὐ ταὐτὰ κατ’ ἀριθμόν, ἀλλὰ τό τε ὑπὸ τοῦ ὀνόματος καὶ τὸ ὑπὸ τοῦ ὁρισμοῦ σημαινόμενον, εἰκότως· ὁ 〈γὰρ〉 δείξας ὅτι μὴ ταὐτόν, ἔδειξεν ὅτι οὐδὲ ὁρισμός.2 ἔστι μὲν οὖν, ὡς ἐπιφέρει, καὶ τὸ ἴδιον τῷ ὀνόματι ταὐτὸν κατ’ ἀριθμὸν δηλοῦν· ἀλλ’ ἐπεὶ κυριώτερον καὶ πρῶτον ὡς εἰπεῖν ὁ ὁρισμός, εἰκότως τῷ ὁρισμῷ ὑπέταξε τὰ περὶ ταὐτοῦ προβλήματα ἀλλ’ οὐ τῷ ἰδίῳ. μᾶλλον γὰρ ὁ ὁρισμὸς τὸ πρᾶγμα δηλοῖ καὶ φανερώτερον 〈ἢ〉 καὶ τὸ κύριον ὄνομα· οὐχ οὕτως δὲ τὸ ἴδιον· διὸ δευτέρως τὸ ταὐτὸν ἔχει τὸ ὄνομα καὶ τὸ ἴδιον. δευτέρως γὰρ κατ’ ἀριθμὸν ταὐτὰ τό τε ὄνομα καὶ τὸ ἴδιον τοῦ πράγματος οὗ τὸ ὄνομα· ἀνθρώπῳ γὰρ ταὐτὸν κατ’ ἀριθμὸν τὸ ζῷον γελαστικόν, ὅτι ἓν κατ’ ἀριθμὸν τὸ ὑπ’ ἀμφοτέρων σημαινόμενον. οὐ δεῖ δὲ θαυμάζειν, εἰ ἓν ἀριθμῷ τὸν ἄνθρωπον εἶπε·3 καὶ γὰρ τὸ εἶδος αὐτὸ πρὸς αὑτὸ συγκρινόμενον, ὁμοίως δὲ καὶ τὸ γένος, ἓν κατ’ ἀριθμὸν εἶναι δοκεῖ. εἰ γὰρ μὴ εἴη τὸ εἶδος ταὐτὸ τῷ ἀριθμῷ, εἴη ἂν τῷ εἴδει τὸ αὐτό· ἀλλὰ μὴν τὰ τῷ εἴδει ταὐτὰ πλείω κατ’ ἀριθμόν, ὡς Σωκράτης, Πλάτων· αὐτὸ ἄρα ἑαυτοῦ ἔσται κεχωρισμένον. καὶ ἐπεὶ τὰ ὁμοειδῆ ὑπὸ τῆς αὐτῆς ὕλης χωρίζεται, ἔσται τὸ κοινὸν εἶδος, καθ’ ὃ κοινόν, ἐν ἄλλῃ καὶ ἄλλῃ ὕλῃ· τὸ δὲ ἐν ὕλῃ ἄτομον· καὶ τὸ κοινὸν ἄρα ἄτομον ἔσται.

“最无可争议地,在所有人看来,数量上为一者都被称为同一。” 在指明了同一的划分之后,他说,数量上为一的事物是同一的,这是最被所有人承认的。因为在按种或按属同一的事物上,同一性并非直接显现,而是需要一番论说才能使人承认此类事物彼此同一;因为谁也不会绝对承认苏格拉底与柏拉图是同一的(既然他们彼此有差异是显而易见的),更不会承认人与马[是同一的]。而数量上为一者,却被所有人一致同意是同一的。并且他说,这数量上为一者也有多种说法:最严格且首要地,是在用表示同一事物的名称取代名称时(因为在此处这种互换也是指向数量上同一的事物),或者用定义取代名称时;因为正是由于它们表达的是数量上同一的事物,因而在数量上被称为彼此同一;因为名称本身就其自身而言并非在数量上同一,而是由名称所意味的事物与由定义所意味的事物[是同一的],这理所当然;因为表明了它不是同一者的人,也就表明了它甚至不是定义。诚然,正如他接下去所言,固有属性也表达与名称在数量上同一的事物;但既然定义可以说是更严格且首要的,理所当然地,他把关于同一的课题归置于定义之下,而非归置于固有属性之下。因为定义比专有名称甚至更多、更明白地表达事物;固有属性则非如此;因此名称与固有属性具有次要意义上的同一。因为名称与该名称所属事物的固有属性是在次要意义上数量同一的;因为“能笑的动物”与“人”在数量上同一,因为由两者所意味的是在数量上为一的。如果他把人称为数量上为一,也不必惊异;因为种自身与其自身相比,同样属也是如此,似乎在数量上为一。因为如果种不是在数量上同一,它就应是在种上同一;但是,在种上同一的事物在数量上不止一个,如苏格拉底与柏拉图;因此它将与自身分离。而且,既然同种的事物是由质料分离的,共同的种只要它是共同的,就将存在于不同的质料之中;而在质料之中的是不可分者(个体);因此共同者也将是个体。

语法注3 条
  1. 1.27τὸ τὰ τῷ ἀριθμῷ ἓν ταὐτὰ εἶναι

    中性冠词 τό 将带宾格的不定式短语(τὰ τῷ ἀριθμῷ ἓν 为主语,ταὐτὰ εἶναι 为谓语)实质名词化,作为被动动词 συγχωρεῖσθαι 的主语。

  2. 1.27ὁ 〈γὰρ〉 δείξας ὅτι μὴ ταὐτόν, ἔδειξεν ὅτι οὐδὲ ὁρισμός

    在两个 ὅτι 从句中均省略了系动词 ἐστί(前者为 ὅτι μὴ ταὐτόν [ἐστι],后者为 ὅτι οὐδὲ ὁρισμός [ἐστι])。上下文表明,谁证明了事物与表述“非同一”,便证明了该表述“甚至非定义”。

  3. 1.27οὐ δεῖ δὲ θαυμάζειν, εἰ ἓν ἀριθμῷ τὸν ἄνθρωπον εἶπε

    在表示情感或态度的词(θαυμάζειν)之后使用连词 εἰ,以条件从句的形式引出一个既定事实(“他把人称为数量上为一”),起到了相当于 ὅτι 从句的作用(意即“不必因……而惊异”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:59.23-60.24