- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:58.1-59.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德《论题篇》第一卷第七章(103a7)中同一的三种划分(数、种、属),亚历山大结合其他著作中的第四种划分“比例”解释了其定义与实例,并论证了来自同一泉水之水最终归属于种的同一性。
" Δόξειε δ’ ἂν τὸ ταὐτὸν ὡς τύπῳ περιλαβεῖν τριχῇ διαιρεῖσθαι." Τὸ μὲν ὡς τύπῳ εἰπεῖν εἶπεν ἀντὶ τοῦ ‘ὡς κοινότερον καὶ καθόλου εἰπεῖν’· ἐν ἄλλοις γὰρ εἴωθε πρὸς τοῖς τρισὶν οἷς νῦν ἐκτίθεται [σημαινομένοις] τρόποις τοῦ ταὐτοῦ καὶ τέταρτόν τινα προστιθέναι, τὸν κατὰ ἀναλογίαν, πορρώτερον ὄντα τῶν ἐνταῦθα νῦν λεγομένων. εἰς οὓς δὲ νῦν διαιρεῖ τὸ ταὐτὸν καὶ οἷς συνήθως χρῆται, εἰσὶ τρεῖς· ταὐτὸν γὰρ τὸ μὲν κατ’ ἀριθμὸν λέγεται, τὸ δὲ κατ’ εἶδος, τὸ δὲ τῷ γένει. ἀριθμῷ μὲν οὖν ταὐτά ἐστιν ἀλλήλοις ὧν ὀνόματα πλείω, τὸ δὲ πρᾶγμα τὸ ὑπ’ αὐτῶν σημαινόμενον ἕν, οἷά ἐστι τὰ πολυώνυμα· ἀριθμῷ γὰρ ἓν τὸ λώπιον καὶ ἱμάτιον, ὅτι τοῦ αὐτοῦ καὶ ἑνὸς κατ’ ἀριθμόν ἐστι δηλωτικά. κἂν λόγος δὲ κἂν ὄνομα ταὐτὸ σημαίνῃ, ἓν κατ’ ἀριθμὸν καὶ τοῦτο· κἂν λόγοι πλείους σημαίνωσι ταὐτό, καὶ ταῦτα ἀριθμῷ ταὐτά· τὸ γὰρ ἀριθμῷ τοῖς αὐτοῖς εἶναί ἐστι τούτοις τοῖς ὀνόμασιν ἢ λόγοις τὸ τῶν αὐτῶν εἶναι σημαντικοῖς.1 εἴδει δὲ ταὐτά ἐστιν ὅσα κατ’ ἀριθμὸν ὄντα πλείω ἀδιάφορα κατὰ τὸ εἶδός ἐστι, τοῦτ’ ἔστιν ὑπὸ ἓν καὶ ταὐτόν ἐστιν εἶδος, ὡς Σωκράτης καὶ Πλάτων (εἴδει γὰρ οἱ αὐτοί) καὶ ἵπποι Ξάνθος καὶ Πόδαργος. γένει δὲ τὰ αὐτὰ ὧν ταὐτόν ἐστι γένος· οὕτως ἄνθρωπος ἵππῳ ὁ αὐτός· γένος γὰρ τούτων ταὐτόν, τὸ ζῷον. τὰ μὲν οὖν ταὐτὰ τῷ εἴδει πάντως καὶ τῷ γένει ταὐτά ἐστιν, οὐ μήν, ὅσα τῷ γένει ταὐτά, ἤδη καὶ τῷ εἴδει· Σωκράτης μὲν γὰρ Πλάτωνι εἴδει ὁ αὐτὸς ὤν (ἄνθρωπος γὰρ τὸ εἶδος αὐτῶν) καὶ τῷ γένει ἐστὶν ὁ αὐτὸς αὐτῷ· ὁ γὰρ ἄνθρωπος καὶ ζῷον· ἄνθρωπος δὲ καὶ ἵππος τῷ μὲν γένει οἱ αὐτοί (ζῷα γάρ), κατὰ δὲ τὸ εἶδος ἕτεροι· ἄλλο γὰρ εἶδος ἵππος καὶ ἄλλο ἄνθρωπος. κατὰ ἀναλογίαν δὲ λέγει ταὐτὰ ἀλλήλοις ἐν ἄλλοις ὅσα κατὰ γένος διαφέροντα ἐν λόγῳ τὴν ὁμοιότητα ἔχει· διὸ πορρωτέρω οὗτος ὁ τρόπος τοῦ ταὐτοῦ τῶν ἐνταῦθα λεγομένων. κατὰ ἀναλογίαν δὲ ταὐτὰ καρδία, πηγή, μονάς, ὅτι, ὡς ἔχει πηγὴ πρὸς ποταμόν, οὕτω καὶ μονὰς μὲν ἐν ἀριθμῷ, καρδία δὲ ἐν ζῴῳ· ἀρχαὶ γὰρ τῶν ἐν οἷς εἰσι πάντα. πάλιν ὄψις καὶ νοῦς κατὰ ἀναλογίαν τὰ αὐτά· ὃν γὰρ λόγον ἔχει ὄψις ἐν ὀφθαλμῷ, τοῦτον νοῦς ἐν ψυχῇ. οὕτως καὶ γαλήνη νηνεμίᾳ ἡ αὐτή· ὃ γὰρ γαλήνη ἐν θαλάσσῃ, τοῦτο νηνεμία ἐν ἀέρι· ἡσυχία γὰρ ἄμφω. ποιησάμενος δὲ τὴν διαίρεσιν τοῦ ταὐτοῦ ζητεῖ, εἰ τὸ ἀπὸ τῆς αὐτῆς κρήνης ὕδωρ ἄλλο καὶ ἄλλο κατ’ ἀριθμὸν λαμβανόμενον, ἢ εἰ ταὐτόν ἐστι κατά τινα τῶν προειρημένων. ἢ ἄλλος τις οὗτος ταὐτοῦ τρόπος2 παρὰ τοὺς εἰρημένους τρεῖς· ἀριθμῷ μὲν γὰρ οὐκ ἔστι ταὐτά· κεχώρισται γὰρ ἀπ’ ἀλλήλων. ἀλλ’ οὐδὲ εἴδει πάλιν ἁπλῶς δόξαιεν ἂν εἶναι ταὐτά· εἴδει γὰρ ταὐτὸν καὶ τὸ ἀπὸ διαφόρων κρηνῶν καὶ τὸ ἀπὸ ποταμοῦ καὶ πηγῆς καὶ λίμνης· καθόλου γὰρ πᾶν ὕδωρ παντὶ ὕδατι ὁμοειδές, καὶ μάλιστα, εἰ ἔτι τῆς αὐτῆς ποιότητος εἴη, οἷον γλυκὺ γλυκεῖ. τὸ δὲ ἀπὸ τῆς αὐτῆς κρήνης πλεῖόν τι δοκεῖ ἔχειν τῆς κατὰ τὸ εἶδος ὁμοιότητος καὶ εἶναι μεταξὺ τοῦ τε ἀριθμῷ ταὐτοῦ καὶ τοῦ τῷ εἴδει. οὐ μὴν ἀλλὰ καὶ τὰ οὕτως ταὐτὰ τῷ εἴδει ταὐτά φησιν εἶναι· οὐδὲν γὰρ ἄλλο αὐτοῖς ὑπάρχει ἢ ἡ κατὰ τὸ εἶδος ταὐτότης ἐπιτεταμένη τε καὶ σφοδροτέρα. ὡς ἔχει καὶ ἐπὶ τῶν διδύμων· καὶ γὰρ Κάστωρ καὶ Πολυδεύκης οἱ αὐτοὶ τῷ εἴδει· παρηλλαγμένη γὰρ ἡ τούτων κατὰ τὸ εἶδος τῆς τῶν ἄλλων ὁμοιότητος ἀνθρώπων πρὸς ἀλλήλους, οὐ μὴν ἡ τῆς ὁμοιότητος ἐπίτασις ἓν αὐτοὺς ἐποίησε κατ’ ἀριθμόν. τὸ δὲ διὰ τὸ ἔχειν τινὰ ὁμοιότητα ἐπὶ τοῦ ὕδατος εἶπεν ἀντὶ τοῦ ‘διὰ τὸ τὸν αὐτὸν εἶναι λόγον τὸν καθ’ ὃ ὕδωρ’· τοιαῦτα γὰρ τὰ ὁμοειδῆ.
“大体而言,同一似乎可以划分为三类。” 他说“概括地说”,是用来替代“更一般、更普遍地说”;因为在其他地方,除了现在所阐述的同一的三种方式之外,他通常还会加上第四种,即按比例的同一,而这一种与此处当下所谈论的相距更远。但他现在用来划分同一并且惯常使用的,则有三种;因为同一有的在数量上言说,有的在种上言说,有的在属上言说。因此,在数量上彼此同一的,是那些名称不止一个、而由它们所表示的事物却是一的事物,例如同物多名者;因为斗篷与衣服在数量上是一,这是因为它们表达的是同一且在数量上为一的事物。即使一个说明与一个名称意味着同一事物,这也属于在数量上为一;即使若干说明意味着同一事物,这些也在数量上同一;因为对于这些名称或说明而言,在数量上同一就在于它们是同一事物的表示。而在种上同一的,则是那些数量上虽多、但在种上毫无差异的事物,即处于同一种之下的事物,例如苏格拉底和柏拉图(因为他们在种上同一),以及马匹赞托斯与波达耳戈斯。而在属上同一的,则是那些属同一的事物;人与马就是这样同一的;因为它们的属——动物——是同一的。因此,在种上同一的事物在一切情况下也必定在属上同一,但那些在属上同一的事物却决非已经在种上同一;因为苏格拉底虽然在种上与柏拉图同一(因为他们的种是人),在属上也与他同一;因为人也是动物;但人和马在属上虽是同一的(因为都是动物),在种上却是不同的;因为马是一种,而人是另一种。另一方面,他在其他地方所说的依比例彼此同一,是那些在属上不同、却在比例中具有相似性的事物;因此同一的这种方式与此处所谈论的相距更远。依比例而言,心脏、源泉、单子是同一的,因为正如源泉之于河流,单子之于数以及心脏之于动物也是如此;因为它们全都是它们所在之物的本原。又如视觉与理智依比例而言也是同一的;因为视觉在眼睛中具有何种关系,理智在灵魂中也具有这种关系。同样,海静与无风也是同一的;因为海静之于大海,正如无风之于空气;因为两者都是宁静。在进行了同一的划分之后,他探讨了来自同一泉水而在数量上分别被取的水[是相异的],还是按照上述方式中的某一种是同一的,抑或这是除上述三种方式之外的另一种同一的方式。因为它们在数量上不是同一的,因为它们彼此分离;但它们看起来也不能被绝对地认为在种上同一;因为来自不同泉水的水,以及来自河流、泉水和湖泊的水,在种上也是同一的;因为普遍而言,一切水与一切水都是同种的,特别是如果它还具有相同的性质(例如甜水之于甜水)更是如此。然而来自同一泉水的水,似乎具有超过种的相似性的某种东西,并且介于数量上的同一与种上的同一之间。尽管如此,他依然说这样同一的事物在种上是同一的;因为属于它们的无非是种上的同一性得到了加强且更为强烈。在双胞胎的情形中也是如此;因为卡斯托耳和波吕丢刻斯在种上也是同一的;他们种上的相似性明显不同于其他人类彼此之间的相似性,但相似性的强化并未使他们在数量上成为一。而在谈及水时他说“由于具有某种相似性”,是用来替代“由于作为水的说明是同一的”;因为同种的事物就是这样的。
- 1.26τὸ γὰρ ἀριθμῷ τοῖς αὐτοῖς εἶναί ἐστι τούτοις τοῖς ὀνόμασιν ἢ λόγοις τὸ τῶν αὐτῶν εἶναι σημαντικοῖς
句法骨架是一个不定式作主谓项的并置结构:主语是 τὸ ... εἶναι,谓语是 τὸ ... εἶναι。主语部分中的与格 τούτοις τοῖς ὀνόμασιν ἢ λόγοις 是与 εἶναι 连用的所有/相关与格,述语 τοῖς αὐτοῖς 与之与格一致。谓语从句中的 σημαντικοῖς 同样采取与格以与该逻辑主语一致。
- 1.26ζητεῖ, εἰ τὸ ἀπὸ τῆς αὐτῆς κρήνης ὕδωρ ἄλλο καὶ ἄλλο κατ’ ἀριθμὸν λαμβανόμενον, ἢ εἰ ταὐτόν ἐστι κατά τινα τῶν προειρημένων. ἢ ἄλλος τις οὗτος ταὐτοῦ τρόπος
该句是由 εἰ ... ἢ εἰ ... ἢ ... 引导的间接疑问从句结构。首个从句省略了谓语(如 ἕτερόν ἐστι 等),意为“来自同一泉水而在数量上分别被取的水[是相异的],还是……”。它与后文的两个选择支构成平行选择关系。
