- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:587.8-589.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德关于辩证演练的要领:习惯于将单一论证普遍化以应用于多种问题,以普遍形式进行记忆,根据交谈对象选择论证(如对年轻人采用归纳),并在演练中留心推论、反驳与过失。
" Ἔτι τὸν ἕνα λόγον πολλοὺς ποιεῖν ἐθιστέον." Καὶ τοῦτο ἀκόλουθον τῷ προειρημένῳ περὶ τῶν τόπων, τῷ ἐθίζειν αὑτὸν ἀντὶ τῶν καθ’ ἕκαστα προτάσεων καὶ προσεχῶν προσέχειν τινὶ καθόλου·1 τὴν γὰρ καθόλου πρότασιν πολλῶν ἀρχὴν γίνεσθαι συλλογισμῶν· πρὸς γὰρ ἕκαστον τῶν ὑπὸ τὸ καθόλου χρήσιμος ἡ τοιαύτη πρότασις. καὶ ἔστι τὸ νῦν λεγόμενον ἴσον τῷ ἐν τῷ πρώτῳ εἰρημένῳ τόπῳ “ληπτέον δὲ ὅτι μάλιστα καθόλου πρότασιν, καὶ τὴν μίαν πολλὰς ποιητέον.” ποιεῖσθαι δὲ ἀξιοῖ τὰς μεταβάσεις ἀπὸ τῶν κειμένων ἐπὶ τὰ καθολικώτερα2 ἀδήλως καὶ κεκρυμμένως· οὕτως γὰρ συγχωρηθήσεται, εἰ μὴ εἰς τὰ ἐγγὺς καὶ παρακείμενα καὶ ὀλίγον ἀπέχοντα μεταβαίνει τις ἀλλ’ εἰς τὰ πλεῖστον ἀπέχοντα τῶν ἐν τῇ συγγενείᾳ τούτων περὶ ὧν 〈ἂν〉 ὁ λόγος ᾖ.
“此外,必须习惯于把单一的论证化为多数。” 这也符合前文关于论处(托波斯)所说的话,即通过习惯于使自己关注某种普遍者,而非关注个别的和近前的诸前提;因为普遍前提成为许多推论的原理;因为这样的前提对于归在普遍者之下的每一项都是有用的。而现在所说的话,等同于在第一卷所述的论处:“必须尽可能采纳普遍的前提,并把单一的前提化为多数。”此外,他要求从已设定的事项向更普遍的事项的推移应当不知不觉且隐蔽地进行;因为如果不是向相近的、相邻的且相距很小的事物推移,而是向论证所关涉的对象之同族中相距最远的事物推移,那么就以这种方式获得认同。
"Ἔσονται δὲ δυνατοὶ τῶν λόγων οἳ μάλιστα καθόλου τοῦτο πάσχειν δύνανται." Τὸ ἕνα πολλοὺς ποιεῖν δύνασθαί φησι γίνεσθαι ἐπὶ τῶν μάλιστα καθόλου· ὅσῳ γὰρ κοινοτέρα καὶ καθολικωτέρα ἡ πρότασις, τοσοῦτον εἰς πλείονα διαιρεῖσθαι δύναται. ὁ γὰρ λαβὼν καθόλου ὅτι μή ἐστι μία πλειόνων ἐπιστήμη, ἔχει διὰ τούτου καὶ ὅτι μὴ τῶν ἀντικειμένων· τοῦτο δ’ ἔχων πάλιν ἔχει καὶ ὅτι τῶν πρός τι οὐκ ἔστι μία ἐπιστήμη καὶ τῶν ἐναντίων, ἀλλὰ καὶ τῶν συστοίχων· καὶ γὰρ ταῦτα ὑπὸ τὸ προκείμενον καθόλου.
“在诸论证中,那些最普遍的论证将能够承受这一点(被细分)。” 他说,能够把单一化为多数,发生在最普遍的论证上;因为前提越共通、越普遍,它就越能被区分为更多的项。因为凡普遍地采纳了“多数事物并无单一知识”的人,借此也拥有了“对立者并无单一知识”;而拥有了这一点的人,反过来又拥有了“关系概念(相关物)并无单一知识,相反者亦然,乃至同族词亦然”;因为这些也落在所设定的普遍者之下。
"Δεῖ δὲ καὶ τὰς ἀπομνημονεύσεις καθόλου ποιεῖσθαι." Ἀξιοῖ, κἂν ὁ προσδιαλεγόμενος ἐπὶ μέρους τιθῇ τι, οἷον ὅτι ὑγιεινοῦ καὶ νοσώδους οὐκ ἔστι μία ἐπιστήμη, αὐτὸν ἐκλαβόντα καθόλου αὐτοῦ μνημονεύειν λέγοντα ‘οὐκοῦν τῶν ἀντικειμένων οὐ φὴς εἶναι μίαν ἐπιστήμην;’· οὕτως γὰρ ἐξέσται πρὸς πολλὰ κεχρῆσθαι τῷ λόγῳ λέγοντι ‘οὐ μόνον ἄρα τῶν ἐναντίων οὐδὲ τῶν πρός τι’, ὅτι εἰ ἐπί τινων φανείη τῶν ἀντικειμένων οὖσα μία ἐπιστήμη, ἀναιρεῖσθαι δόξει τὸ τεθειμένον. ὁμοίως δὲ ἀξιοῖ ποιεῖν καὶ ἐν τῇ ῥητορικῇ· καὶ γὰρ τὸ ἐνθύμημα συλλογισμὸς ῥητορικός ἐστι. δεῖ οὖν, φησί, καὶ ἐνταῦθα τὸν λόγον τὸν καθόλου πειρᾶσθαι λαμβάνειν. ἐπιχειροῦντα μὲν οὖν χρὴ μεταφέρειν ἐπὶ τὰ καθόλου τὰς ἀποκρίσεις· οὕτω γὰρ ῥᾴδιον ἡ τῶν τιθεμένων ἀνασκευή. ἀποκρινόμενον δὲ καὶ ὑπέχοντα λόγον καὶ παριστάμενόν τινι συλλογιζόμενον περὶ αὐτοῦ φεύγειν δεῖ τὸ καθόλου ποιεῖσθαι τοὺς συλλογισμούς· οὕτω γὰρ τὰς ἀφορμὰς πλείονας τῶν πρὸς τὰ λεγόμενα ἀφαιρεθήσεσθαι τοὺς † ἀνασκευάζοντας τὸ ὑπ’ αὐτῶν πειρωμένους.3
“并且还必须把牢记的事情普遍化。” 他要求,即使交谈的对手设定了某种局部的事情,例如“关于健康与疾病并无单一知识”,自己也应当普遍地领会它并牢记之,说道:“那么,你是说对立者没有单一知识吗?”;因为这样一来,对于声称“因此不仅相反者没有,关系概念也没有”的人而言,便可能将该论证用于许多事物,因为如果在对立者的某些特定情形中显出存在单一知识,已设定的观点就会显得被驳倒了。同样,他也要求在修辞术中也这样做;因为修辞推论(归谬式论证)也是一种修辞学的推论。因此他说,在这里也必须尝试掌握普遍的论证。故而,在进行诘难时,应当把回答转移到普遍者上去;因为这样一来,对所设观点的反驳就是容易的。但是在作答、承受论辩、支持某一主张并就其进行推论时,必须避免使推论普遍化;因为这样一来,试图反驳他们所设论点的人就会被夺去更多针对所述观点的依据。
"Ἀεί τε δεῖ σκοπεῖν τοὺς λόγους, εἰ ἐπὶ πλειόνων κοινῶν διαλέγονται." Δεῖ, φησί, τοὺς γινομένους συλλογισμοὺς ἐπισκοπεῖν, εἰ καθόλου προτάσεις ἔχουσι καὶ ἐπὶ τῶν καθόλου διαλέγονται· πᾶς γὰρ συλλογισμὸς ἢ ἀμφοτέρας ἢ τὴν ἑτέραν καθόλου ἔχει πρότασιν.
“并且必须始终审视诸论证,看它们是否依据更多的共通事物进行讨论。” 他说,必须审视生成的诸推论是否具有普遍前提并依据普遍事物进行讨论;因为每一个推论或者两项前提都是普遍的,或者其中之一是普遍前提。
"Τῶν ἐπακτικῶν πρὸς νέον." Ἐπειδὴ τὰ μερικὰ μᾶλλον αὐτῷ γινώσκονται, ἐξ ὧν ἡ ἐπαγωγή.
“归纳性的论证面对年轻人[必须充裕具备]。” 因为作为归纳起点的个别事物,对年轻人来说更容易被认识。
"Ὅλως δὲ ἐκ τοῦ γυμνάζεσθαι διαλεγόμενον πειρατέον." Καθόλου φησὶ δεῖν ἀπὸ τῶν συνουσιῶν τῶν διαλεκτικῶν καὶ γυμναστικῶν πειρᾶσθαι ἀπομνημονεύειν ἤτοι συλλογισμόν τινα ἢ [εἴ] τινα καλῶς λεγομένην πρὸς ἐρωτώμενόν τινα λόγον λύσιν ἢ πρότασίν τινα προτεινομένην καλῶς ἢ ἔνστασιν πρὸς πρότασιν. παραφυλάττειν δὲ ἀξιοῖ καὶ τὰ γινόμενα ἁμαρτήματα ὑφ’ ἡμῶν αὐτῶν ἢ ὑπ’ ἄλλων, καὶ παρὰ τί ἐγένετο, εἰ καλῶς ἠρώτησεν ἢ εἰ μὴ καλῶς, ὅπως τὰ μὲν μεμνῆσθαι τὰ δὲ φυλάττεσθαι ἐθιζώμεθα· ἐκ γὰρ τοῦ τὰ τοιαῦτα παραφυλάττεσθαι ἡ διαλεκτικὴ δύναμις περιγίνεται, ἧς χάριν καὶ τὴν ἀρχὴν γυμναζόμεθα.
“总体上说,必须尝试从交谈的演练中[牢记成果]。” 他说,总体而言,必须尝试从辩证的和演练性的交锋中牢记:或某种推论,或针对所提问的某种论证而巧妙陈述的解答,或巧妙提出的一条前提,或针对前提的异议。此外,他要求对我们自己或他人所犯的错误,以及错误由何而起——是提问得好还是提问得不好——也细心观察,以便我们习惯于记住某些事并防范另一些事;因为辩证的能力正是从细心观察此类事情中获得的,而我们一开始正是为了这种能力才进行演练的。
- 8.101τῷ ἐθίζειν αὑτὸν ἀντὶ τῶν καθ’ ἕκαστα προτάσεων καὶ προσεχῶν προσέχειν τινὶ καθόλου
带冠词的不定式与格短语 τῷ ἐθίζειν... 表示伴随或手段,修饰前面的形容词 ἀκόλουθον(相符合)。不定式 ἐθίζειν 以反身代词 αὑτόν 为宾语,并后接补充不定式 προσέχειν(关注)。
- 8.101ἀπὸ τῶν κειμένων ἐπὶ τὰ καθολικώτερα
成对的介词短语 ἀπὸ τῶν κειμένων(从已设定的事项)与 ἐπὶ τὰ καθολικώτερα(向更普遍的事项)修饰名词 τὰς μεταβάσεις(推移),表示从具体让步向更高普遍命题的战术转移。
- 8.103ἀφαιρεθήσεσθαι τοὺς † ἀνασκευάζοντας τὸ ὑπ’ αὐτῶν πειρωμένους
将来被动不定式 ἀφαιρεθήσεσθαι 用于间接引语(承接隐含的言说动词)。由于剥夺类动词在主动或关身语态下支配双宾格,转为被动时,被剥夺者成为不定式的宾格主语(τοὺς... πειρωμένους),而所夺事物(τὰς ἀφορμὰς πλείονας)仍保留为宾格。尽管 τοὺς † ἀνασκευάζοντας τὸ ὑπ’ αὐτῶν πειρωμένους 一处文本存疑带有短剑标记,但句法结构仍清晰表明是剥夺那些试图反驳所设论点的人的立论依据。
