- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:585.14-587.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德《论题篇》卷八第14章(163b20–28)中关于掌握定义、准备共同论题(论处)以及与记忆术类比的论述,借由几何学基础与乘法九九表等例子,阐明相比于记住个别推论,掌握普遍性前提和论据来源对于推论能力更为根本。
" Ἔτι τε ὅρων εὐπορεῖν δεῖ." Δεῖ, φησί, καὶ ὅρων εὐπορεῖν τὸν διαλεκτικὸν καὶ ἔχειν προχείρους ὅρους καὶ τῶν ἐνδόξων καὶ τῶν πρώτων· διὰ γὰρ τῶν ὁρισμῶν τῶν ἀρχῶν οἱ τῶν μετὰ τὰς ἀρχὰς συλλογισμοί. τοῦτο δὲ οὐ μόνον τῷ διαλεκτικῷ ἀλλὰ καὶ τῷ ἀποδεικτικῷ ἀναγκαῖον· τῷ γὰρ γεωμέτρῃ ἀναγκαῖον πρῶτον εἰδέναι τί γραμμή, τί γωνία· διὰ γὰρ τούτων αἱ ἑξῆς ἀποδείξεις. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
“此外,必须拥有充裕的定义。” 他说,辩证家还必须拥有充裕的定义,并且必须手头备有通行的和第一位的(原理的)事物的定义;因为后于原理的事物的推论,乃是通过诸原理的定义成立的。而这不仅对辩证家是必要的,对论证学者也是必要的;因为对几何学者来说,首先知道什么是线、什么是角是必要的;因为随后的证明正是通过这些进行的。在其余事情上也是同样。
"Πειρατέον δὲ καὶ εἰς ἃ πλειστάκις ἐμπίπτουσιν οἱ ἄλλοι λόγοι." Δεῖ, φησί, καὶ ταῦτα πρόχειρα ἔχειν εἰς ἃ πλειστάκις ἐμπίπτουσιν οἱ λόγοι. λέγοι δ’ ἂν τοῦτο περὶ τῶν κοινῶν τόπων· εἰσὶ γὰρ τινες κοινοὶ τόποι, οἳ πρὸς πάντα τὰ γένη τῶν προβλημάτων εἰσὶ χρήσιμοι, οἷον οἱ ἀπὸ τῶν συστοίχων καὶ τῶν πτώσεων καὶ γενέσεων καὶ φθορῶν καὶ τοῦ μᾶλλον καὶ ἧττον. τοὺς δὴ τοιούτους λόγους ἀξιοῖ προχείρους ἔχειν ὡς πολλάκις χρησίμους· ὥσπερ γὰρ ἐν γεωμετρίᾳ πρὸ ἔργου τὸ περὶ τὰ στοιχεῖα γεγυμνάσθαι πρὸς τὰς τῶν ἄλλων θεωρημάτων δείξεις. κεφαλισμοὺς δὲ λέγει τοὺς τῶν πρώτων ἀριθμῶν τῶν μέχρι δεκάδος πολλαπλασιασμούς·1 διὰ γὰρ τῆς περὶ τούτων γυμνασίας καὶ οἱ τῶν ὑστέρων καὶ μειζόνων καὶ ὁμοίων αὐτοῖς πολλαπλασιασμοὶ κατὰ μετάβασιν γνωρίζονται· ἀπὸ γὰρ τοῦ δὶς δύο τέσσαρα γνωρίζεται ὁ δὶς εἴκοσι τεσσαράκοντα καὶ ὁ εἰκοσάκις εἴκοσι τετρακόσια καὶ ὁ διακοσιοντάκις εἴκοσι τετρακισχίλια, καὶ ἑξῆς ὁμοίως.
“并且还应当尝试面向那些其余论证最常归结到的对象[作准备]。” 他说,必须将论证最常归结到的那些对象也随手准备好。他所说的可能是指共同的论题(论处);因为存在某些对所有类别的问题都适用的共同论处,例如源于同族词、词形变化、生成与消灭,以及更多与更少的论处。因此他要求将此类论证随手备好,因为它们常常有用;正如在几何学中,为了证明其他定理,预先在基本元素上得到充分演练是有益的一样。而他所说的“速算”,指的是十以内的基本数的乘法;因为通过对这些的演练,其后的、更大的且与之相似的数的乘法,也可以通过推移(类推)而被认识;因为由“二乘二得四”,可以认识“二乘二十得四十”、“二十乘二十得四百”、“二百乘二十得四千”,其后依此类推。
"Καθάπερ γὰρ ἐν τῷ μνημονικῷ μόνον οἱ τόποι τεθέντες." Τόπους τινὰς καὶ ἐν τῷ Περὶ μνήμης καὶ ὕπνου καὶ τῆς καθ’ ὕπνους μαντικῆς παρέθετο, δι’ ὧν ἔστιν ἀναμιμνήσκεσθαι καὶ ἀπὸ τῶν ἐναντίων καὶ ἀπὸ τῶν ὁμοίων καὶ ἀπ’ ἄλλων πολλῶν. ὡς οὖν ἐπ’ ἐκείνων αὐτοὶ οἱ τόποι γνωριζόμενοι, ἀφ’ ὧν οἷόν τε ἀναμιμνήσκεσθαι, αἴτιοι τοῦ ἀναμιμνήσκεσθαι ἡμῖν γίνονται (εἰδότες γὰρ ὅτι δι’ ἐναντίων φέρε εἰπεῖν, εὐθὺς εἰς τὸ ἐναντίον τῶν εἰρημένων μεταβάντες ἀπομιμνησκόμεθα τούτου, ἀπὸ πικροῦ γλυκέος, ἀπὸ λευκοῦ μέλανος, ἀπὸ ψύχους καύματος), ὡς οὖν ἐπὶ τοῦ ἀναμνηστικοῦ καὶ ἐπὶ τοῦ διαλέγεσθαι συλλογιστικώτερον ποιεῖ ἡ τῶν κοινῶν τόπων γνῶσις·2 ἅμα γὰρ τοῦ τόπου τῇ γνώσει συνεισάγεται καὶ ὁ [τοῦ] δι’ αὐτοῦ γινόμενος συλλογισμός. ἔτι τῷ ὡρισμένους εἶναι τοὺς τόπους,3 ἀφ’ ὧν ἐπιχειρήσομεν, εὐπορήσομεν συλλογισμῶν, οὐ καθ’ ἕκαστον πρόβλημα οἰκείας ἀφορμὰς ζητοῦντες ἀλλὰ τοῖς κοινοῖς πρὸς πάντα χρώμενοι. ἔτι δὲ λέγων περὶ αὐτῶν φησι δεῖν προτάσεως κοινῆς μᾶλλον ἢ συλλογισμοῦ μνημονεύειν, πρότασιν κοινὴν τὸν τόπον λέγων· κοινὴ γὰρ πρότασις ὁ τόπος, διαιρουμένων τῶν πραγμάτων οἷς ἁρμόζεται, [διαμνημονεύειν] τῶν οἰκείων ἑκάστῳ προβλήματι συλλογισμῶν. ὁ μὲν γὰρ συλλογισμὸν εἰδὼς πρὸς ἐκεῖνο μόνον εὐπορεῖν δύναμιν ἔχει τὸ πρόβλημα οὗ τὸν συλλογισμὸν ἔχει, ὁ δὲ κοινὴν πρότασιν ἔχων καὶ πρὸς ἄλλα. οἷον ὁ μὲν εἰδώς, ὅτι εἰ τὸ ὑγιεινὸν ἀγαθόν, τὸ νοσῶδες κακόν, ἀλλὰ μὴν τὸ πρῶτον, καὶ τὸ δεύτερον ἄρα· ἔχει γὰρ συλλογισμόν, ἀλλὰ περὶ τῶν εἰρημένων μόνον· ὁ δὲ τὸν τόπον εἰδὼς τοῦ ‘εἰ τὸ ἐναντίον τῷ ἐναντίῳ, καὶ τὸ ἐναντίον τῷ ἐναντίῳ’ συλλογισμὸν μὲν οὐκ ἔχει, ἀρχὴν δὲ καὶ ἀφορμὴν συλλογισμῶν, οὐ μόνον τοῦ προκειμένου· οὐ γὰρ μόνα ταῦτα ἐναντία. τὰς δὲ ἀρχὰς ὑποθέσεις λέγει, ὅτι μὴ δι’ ἀποδείξεως τίθενται. ἐπεὶ δὲ χαλεπὸν τὸ κἂν μετρίως ἀρχῆς εὐπορῆσαι, δεῖ μνημονεύειν τῶν τοιούτων προτάσεων αἵ εἰσιν ἀρχαὶ τῶν προβλημάτων.
“因为正如在记忆术中,位置仅仅被摆出[便立刻促成回忆]一样。” 他在《论记忆》以及《论睡眠与梦中占卜》中也曾提出过某些位置(论处),通过它们可以从相反者、相似者以及许多其他事物出发来进行回忆。因此,正如在那些情形中,作为回忆起点的这些位置本身被认识,便成为我们回忆的原因(因为例如当我们知道这是通过相反者时,我们便立刻转向所述事物的相反者并回忆起它,即由苦忆甜,由白忆黑,由寒冷忆酷热)——因此正如在记忆术中一样,在进行对话(辩证)时,对共同论处的认识也使人更擅长推论;因为伴随着对论处的认识,通过它所产生的推论也同时被引出。此外,由于我们从中出发进行论辩的论处是限定的,我们将拥有充裕的推论,并非为每个个别问题寻找特有的依据,而是对所有问题使用共同的论处。此外他在谈论它们时说,应当记住共同的前提而不是个别的推论,他用“共同前提”来指代论处;因为当论处所适用的事项被区分开时,相比于[记住]适合每个问题的特有推论,论处是一条共同前提。因为知道个别推论的人,只对拥有该推论的那一个问题具有充裕应对的能力,而拥有共同前提的人,对其他问题也同样拥有能力。例如,知道“如果健康的是善,那么患病的就是恶;但前者成立,所以后者也成立”的人,固然拥有一个推论,但仅仅是关于所述事项的;而知道“如果相反者归属于相反者,那么相反者也归属于相反者”这一论处的人,虽然没有个别的推论,却拥有推论的原理和依据,并且不仅适用于眼前的这一个论题;因为相反者并不只有这些。而他把诸原理称为“假定”,是因为它们不是通过论证被设立的。但是,由于即使要适度地获得原理也是困难的,所以必须记住此类作为问题之原理的前提。
- 8.99κεφαλισμοὺς δὲ λέγει τοὺς τῶν πρώτων ἀριθμῶν τῶν μέχρι δεκάδος πολλαπλασιασμούς
动词 λέγει 引导的双宾格结构,其中 κεφαλισμούς 为直接宾格,带定冠词的短语 τοὺς ... πολλαπλασιασμούς 为宾格补足语,意为“他用‘速算’指代十以内基本数的乘法”。
- 8.100ὡς οὖν ἐπ’ ἐκείνων ... ὡς οὖν ἐπὶ τοῦ ἀναμνηστικοῦ καὶ ἐπὶ τοῦ διαλέγεσθαι συλλογιστικώτερον ποιεῖ ἡ τῶν κοινῶν τόπων γνῶσις
这是一个较长的比较句结构。由于被插入的括号式例证(εἰδότες γὰρ ... καύματος)打断,连词短语 ὡς οὖν 发生了复述重叠(epanaphora)。在第二次出现的 ὡς οὖν ἐπὶ τοῦ ἀναμνηστικοῦ 之后,连词 καί 引导了相呼应的主句(“正如同在记忆术中一样,在辩证讨论中也……”)。
- 8.100ἔτι τῷ ὡρισμένους εἶναι τοὺς τόπους
带有中性单数与格定冠词 τῷ 的带宾格的不定式结构(τῷ 加上不定式 εἶναι,逻辑主语为 τοὺς τόπους),充当主动词 εὐπορήσομεν 的原因或手段与格(“由于这些论处是限定的”)。
