← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§589.8-591.5

前提与异议的储备以及挑选论辩对手的准则

注解亚里士多德《论题篇》卷八第十四章(164b2–164b16),阐述了牢记并搜集前提与异议的功用、慎选论辩对手以维护辩证家尊严的必要性,以及针对普遍论题预先准备好现成论证的重要性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.107

" Καὶ μάλιστα περὶ τὰς προτάσεις καὶ ἐνστάσεις." Δεῖν φησι μάλιστα περὶ τὰς προτάσεις * * * μνημονεύοντα καὶ ἀθροίζοντα, προτάσεις μέν, ἐπειδὴ διὰ τούτων αἱ ἐρωτήσεις τε καὶ ἐπιχειρήσεις, ἐνστάσεις δέ, ἐπειδὴ διὰ τούτων αἱ ἀποκρίσεις· τοῦ δὲ διαλεκτικοῦ ἔργον ἐρώτησίς τε καὶ ἀπόκρισις. εἰπὼν δὲ διαλεκτικὸν εἶναι τὸν προτατικὸν καὶ ἐνστατικόν, προστίθησι τί ἔργον ἐστὶ τοῦ καλῶς προτείνοντος καὶ τοῦ καλῶς ἐνισταμένου.

“并且尤其是关于前提和异议[必须牢记与搜集]。” 他说,尤其关于前提[与异议]必须牢记并加以搜集:前提是因为通过它们而进行提问和推论诘难,异议则是因为通过它们而进行回答;而辩证家的职责正是提问与回答。在指明前提提出者和提出异议者即是辩证家之后,他进一步补充了出色提出前提者与出色提出异议者的职责分别是什么。

§8.108

"Οὐχ ἅπαντι δὲ διαλεκτέον, οὐδὲ πρὸς τὸν τυχόντα γυμναστέον." Εἰπὼν πῶς δεῖ γυμνάζεσθαι καὶ διὰ τίνων 〈καὶ τίνων〉 χάριν, ἐπὶ τούτοις καὶ τὸ μέγεθος, ὁποῖον χρὴ τὸν διαλεκτικὸν ἔχειν, δείκνυσι διὰ τοῦ ἀξιοῦν αὐτὸν μὴ πρὸς πάντας διαλέγεσθαι μηδὲ πρὸς τὸν τυχόντα γυμνάζεσθαι. καὶ τὴν αἰτίαν λέγει· συμβαίνει γὰρ πρὸς ἐνίους φαύλους γίνεσθαι τοὺς λόγους. ὅτι γὰρ ἐριστικῶς ἀποκρινόμενοι οἱ προσδιαλεγόμενοι παραβαίνοντες τὰ ἔνδοξα καὶ ἐκ παντὸς τρόπου πειρώμενοι τοῖς διαλεγομένοις ἐνίστασθαι, ἀκόλουθον μέν ἐστι καὶ τοὺς ἐπιχειροῦντας ἐκ παντὸς τρόπου πειρᾶσθαι συλλογίζεσθαι τὸ προκείμενον· ἐκφέρονται δὲ καὶ οἱ γυμναζόμενοι πρὸς τοὺς τοιούτους εἰς τὸ ἀγωνιστικὰς ποιεῖσθαι τὰς συνουσίας.1 τοῦτο δὲ οὐκ εὔσχημον ποιεῖν· τὸ γὰρ ἐρίζειν τε καὶ σοφίσμασι χρῆσθαι οὐδαμῶς οἰκεῖον τῷ διαλεγομένῳ· τὸ γὰρ διαλέγεσθαι ἢ διὰ τῶν ἐνδόξων γυμνάζεσθαι πρὸς τὴν τῆς ἀληθείας εὕρεσιν τὴν ἀναφορὰν ἔχει. διὸ τοῦτο φυλασσόμενον δεῖ μὴ πρὸς πάντα κοινολογεῖσθαι, ἀλλὰ κατὰ τὴν ἀρχὴν κρίνειν εἰ ἄξιοι κοινωνίας, ὅπως μὴ προπετῶς καθέντες ἑαυτοὺς ἀναγκαζώμεθα παραβαίνειν τὸ οἰκεῖον ἔργον ἁμιλλώμενοι τοῖς χείροσιν.

“但不应同所有人讨论,也不应向偶然碰上的人演练。” 在说明了应当如何演练、凭借何物以及为了何目的演练之后,在此之上,他还通过要求〔辩证家〕不与所有人讨论、也不向偶然碰上的人演练,表明了辩证家应当具备何种尊严与格调。并且他指出了原因:因为与某些人讨论时,论辩往往会变得低劣。这是因为,由于对谈者以争辩的态度作答,违背通念,并不择手段地试图向进行讨论的人提出异议,因而诘难者势必也必须不择手段地试图推论出所设定的论题,而进行演练的人面对此类对手也会被冲昏头脑,将聚会变成争斗。然而这样做并不合宜;因为争吵和运用诡辩绝非辩证家的本色;盖因进行讨论或凭借通念进行演练,其指向在于发现真理。因此,警惕于此的人不应与任何人平白交谈,而应当在一开始就判定他们是否配得上交往,以免我们鲁莽地投身其中,在与劣等之辈相争时被迫背离自己的本分职责。

§8.109

"Δεῖ δὲ καὶ πεποιημένους ἔχειν λόγους πρὸς τὰ τοιαῦτα." Φθάνει μὲν ἤδη πως περὶ τούτου εἰρηκέναι, λέγει δὲ καὶ νῦν. ἀξιοῖ2 δὲ δεῖν ἑτοίμους καὶ πεποιημένους λόγους ἔχειν καὶ διὰ μνήμης πρὸς τὰ τῶν προβλημάτων τοιαῦτα ἃ χρήσιμά ἐστι πρὸς πολλά. τοιαῦτα δ’ ἂν εἴη τὰ μάλιστα καθόλου· ἔχοντες γὰρ τοὺς περὶ τούτων συλλογισμοὺς χρῆσθαι αὐτοῖς πρὸς πάντα τὰ ὑπ’ αὐτὰ δυνάμεθα. καὶ πρότερον δὲ εἶπεν· ἐλαχίστων δὲ εὐπορήσαντες, 〈ἐξ〉 ὧν ὁ τοῦ καθόλου προβλήματος συλλογισμός, πρὸς πλεῖστα λόγους χρησίμους ἕξομεν. καὶ διότι οὐ ῥᾴδιον περὶ τῶν καθόλου προτάσεων ἐκ τοῦ παρὰ πόδας εὐπορεῖν λέγειν, διὰ τὸ διὰ καθολικῶν γίνεσθαι τὸν περὶ τοῦ καθόλου συλλογισμόν, μὴ εἶναι δὲ ῥᾴδιον τοιούτων εὐπορεῖν προτάσεων, διὰ τοῦτο ἀξιοῖ περὶ τῶν τοιούτων προτάσεων ἔχειν λόγους παρεσκευασμένους. οἷον τὸ μίαν εἶναι τῶν ἀντικειμένων ἐπιστήμην οὐ ῥᾴδιον μὲν συλλογίζεσθαι· συλλογισθέντι μέντοι αὐτῷ ἔνεστι χρῆσθαι καὶ ὅτι τῶν ἐναντίων μία ἐπιστήμη καὶ ὅτι τῶν πρός τι καὶ ὅτι τῶν λοιπῶν, καὶ πάλιν δὲ καθ’ ἕκαστον τῶν ὑπὸ ταῦτα. διὸ χρὴ λόγον τινὰ ἔχειν περὶ τοῦ προβλήματος ὄντος καθολικοῦ παρεσκευασμένον. εἴη δ’ ἂν τοιοῦτος· τῶν μὴ δυναμένων συνυπάρχειν ἀλλήλοις ἡ αὐτὴ ἐπιστήμη· τὰ δ’ ἀντικείμενα τοιαῦτα. ὅτι δὲ τῶν μὴ δυναμένων συνυπάρχειν ἀλλήλοις ἡ αὐτὴ ἐπιστήμη, οὕτως δείκνυσιν· ἐπιστήμης ἴδιον τὸ εἰδέναι τὸ ὑπάρχον τινί· τῆς αὐτῆς δὲ καὶ τὸ μὴ ὑπάρχον ἅμα ἐκείνῳ εἰδέναι· οὕτως γὰρ εἴσεται τὴν αὐτοῦ τοῦ ὑπάρχειν τινί.

“而且还必须针对此类问题拥有预备好的论证。” 他此前已经以某种方式先期谈及了此事,但如今又再次提及。他要求必须针对那些对许多事物都有用的此类论题,在记忆中备妥现成制作好的论证。而此类论题当是最普遍的那些;因为一旦掌握了关于这些论题的推论,我们就能够针对其下所包含的所有事物使用它们。正如他此前也曾说过:“一旦充裕地掌握了极少数推导出普遍论题之推论的前提,我们便会拥有针对绝大多数事物都有用的论证。”并且,由于就普遍论题的推论是通过普遍前提生成的,而充裕地获得此类前提并不容易,因而无法容易地做到即席便就普遍前提口若悬河,正是由于这个缘故,他要求针对此类前提拥有预先准备好的论证。例如,“对于对立者有一种知识”并非易于推论;然而一旦它被推论出来,便可以用它来表明“对于相反者有一种知识”、“对于关系概念有一种知识”以及“对于其余各项亦然”,进而亦可应用于其下的每一个别事物。因此,对于普遍性的论题,必须拥有某种预先准备好的论证。而此类论证当如下所示:“对于不能彼此共存的事物有同一种知识;而对立者即属此类事物。”至于对于不能彼此共存的事物有同一种知识,他如下证明:“认识属于某物的东西是知识的固有属性;而认识不与那东西同时属于〔某物〕的东西亦属于同一知识的固有属性;因为这样一来,它便会认识属于某物〔此事〕本身的[本质]。”

语法注2 条
  1. 8.108ὅτι γὰρ ἐριστικῶς ἀποκρινόμενοι οἱ προσδιαλεγόμενοι παραβαίνοντες τὰ ἔνδοξα καὶ ἐκ παντὸς τρόπου πειρώμενοι τοῖς διαλεγομένοις ἐνίστασθαι, ἀκόλουθον μέν ἐστι καὶ τοὺς ἐπιχειροῦντας ἐκ παντὸς τρόπου πειρᾶσθαι συλλογίζεσθαι τὸ προκείμενον· ἐκφέρονται δὲ καὶ οἱ γυμναζόμενοι πρὸς τοὺς τοιούτους εἰς τὸ ἀγωνιστικὰς ποιεῖσθαι τὰς συνουσίας.

    句首的 ὅτι 引导说明前文“论辩往往会变得低劣的原因”的从属从句。该从句内部构成 μέν...δέ 对称结构,前半部的 ἀκόλουθον μέν ἐστι 与后半部的 ἐκφέρονται δὲ καὶ οἱ γυμναζόμενοι 相对置。在前半部中,连续的分词短语(ἐριστικῶς ἀποκρινόμενοι ... παραβαίνοντες ... πειρώμενοι)表述了对手违背通念、蓄意争辩的前提与背景,导致诘难者(τοὺς ἐπιχειροῦντας)也不得不不择手段地进行推论,形成了恶性循环。

  2. 8.109καὶ διότι οὐ ῥᾴδιον περὶ τῶν καθόλου προτάσεων ἐκ τοῦ παρὰ πόδας εὐπορεῖν λέγειν, διὰ τὸ διὰ καθολικῶν γίνεσθαι τὸν περὶ τοῦ καθόλου συλλογισμόν, μὴ εἶναι δὲ ῥᾴδιον τοιούτων εὐπορεῖν προτάσεων, διὰ τοῦτο ἀξιοῖ

    嵌套因果复合句。由句首 καὶ διότι(“因为……”)引导的原因从句中,进一步嵌入了由 διὰ τὸ ... γίνεσθαι 与 μὴ εἶναι δὲ ῥᾴδιον 并列组成的介词短语以解释深层原因。在经过长距离的间隔后,主句由照应性的介词短语 διὰ τοῦτο(“正是由于这个缘故”)引出主动词 ἀξιοῖ 复述展开。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:589.8-591.5