- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:583.8-585.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德《论题篇》卷八第十四章(163a32–163b17)中关于推论反转的定义、通过并列正反论据进行的演练、天赋在哲学探究中的作用,以及针对常见问题和基础原理的准备。
" Τὸ γὰρ ἀντιστρέφειν ἐστὶ τὸ μεταλαβόντα τὸ συμπέρασμα μετὰ τῶν λοιπῶν ἐρωτημάτων." 〈Τὸ μετὰ τῶν λοιπῶν ἐρωτημάτων1〉 ἐστὶν ἀντὶ τοῦ ‘μετὰ τοῦ λοιποῦ ἐρωτήματος’, τουτέστι μετὰ μιᾶς τῶν κειμένων προτάσεων· ἐπεὶ δὲ καθ’ ἑκατέραν προσληφθεῖσαν τῶν κειμένων τῷ ἀντικειμένῳ τοῦ συμπεράσματος ἡ λοιπὴ ἀναιρεῖται, διὰ τοῦτο μετὰ τῶν λοιπῶν εἶπε.
“因为所谓反转,就是换取结论并与其余的发问一同[……]。” 〈“与其余的发问一同”〉是用来代替“与其余的一个发问一同”,即与设定前提中的一条一同;但由于当设定前提中的每一条与结论的对立命题一同被附加设定时,剩下的另一条前提便被否定,因此他用复数说了“与其余的……一同”。
"Παράλληλά τε παραβάλλειν ἐκλέγοντα." Προστίθησί [τε] τῷ προειρημένῳ, τῷ δεῖν ἐφ’ ἑκάστου προβλήματος γυμναζομένους εἰς ἑκάτερον ἐπιχειρεῖν, τὸ δεῖν παράλληλα τιθέντας ἐν ταῖς ἐκλογαῖς πρὸς τὴν αὐτὴν θέσιν ἐπιχειρεῖν, παρατιθέντας τοῖς κατασκευαστικοῖς ἐπιχειρήμασι τὰ ἀνασκευαστικά. τοῦτο γὰρ πρός τε τὸ βιάζεσθαι καὶ ἐλέγχειν πολλὴν εὐπορίαν ἔχει τῷ ἐπιχειρημάτων εὐπορεῖν εἰς ἀμφότερα τὰ μέρη, ἀλλὰ καὶ μεγάλην ἔχει βοήθειαν πάλιν τοῖς ἀποκρινομένοις πρὸς τὸ μὴ ἐλέγχεσθαι· ὁ γὰρ εὐπορῶν πρὸς τὰ ἀντικείμενα καὶ εἰς ἑκάτερα τῶν ἀντικειμένων φυλάττεται πρὸς τὴν τῶν ἀντικειμένων αὐτοῖς παράθεσιν·2 ἡ γὰρ εἰς τὸ ἀντικείμενον ἐπιχείρησις φυλακὴ τοῦ δεικνυμένου διὰ τῆς εἰς τὸ ἀδύνατον ἐπιχειρήσεως.
“并且在选拔时并列比较。” 除了上述关于在针对每个问题演练时必须对正反两方都进行论辩之外,他还补充指出:必须在选拔中并列放置,针对同一命题进行论辩,将反驳性的论据与立论性的论据并列放置。因为这不仅通过在两方面都拥有充裕的论据而在逼迫和反驳对方时具有极大的便利,而且反过来也对回答者不被反驳具有极大的助益;因为在面对对立面以及对立面的每一方都拥有充裕论据的人,会防备针对它们的对立论据的并置;因为针对对立面的论证,是通过归谬论证对所证明事项的一种防卫。
"Πρός τε γνῶσιν καὶ τὴν κατὰ φιλοσοφίαν φρόνησιν." Λέγει δὲ καὶ πρὸς τὴν τῆς ἀληθείας εὕρεσιν καὶ τὴν κατὰ φιλοσοφίαν φρόνησιν, ἥτις ἐστὶν ἡ τοῦ ἀληθοῦς ἐπιστημονικὴ γνῶσις, τὴν τοιαύτην παρασκευήν τε καὶ περὶ τὰ προβλήματα γυμνασίαν συντελεῖν. τοῦτο δὲ εἶπεν ἐν τῷ πρώτῳ τῆσδε τῆς πραγματείας ἐκτιθέμενος πρὸς τίνα καὶ πόσα χρήσιμος ἡ διαλεκτική. διὰ γὰρ τοῦ πρὸς ἀμφότερα εὐπορεῖν “ῥᾷον κατοψόμεθα τὸ ἀληθές τε καὶ ψεῦδος”· ὄργανον γὰρ οὐ μικρὸν πρὸς τὴν τοῦ ἀληθοῦς εὕρεσιν ἡ εἰς τὸ ἀντικείμενον ἐπιχείρησις· τῶν γὰρ ἐνδεχομένων εἰς ἑκάτερον μέρος ἐπιχειρηθῆναι γνωρίμων ὄντων ῥᾳδία ἡ τῶν ἀληθῶν εὕρεσις· ἐν τούτοις γὰρ ἀνάγκη καὶ τἀληθὲς εἶναι. δεῖ δέ, φησί, καὶ πρὸς τὴν τοῦ ἀληθοῦς εὕρεσιν εὐφυΐας, καθ’ ἣν ἐπιβλητικὸς ἔσται καὶ κριτικὸς τοῦ ἀληθοῦς. καὶ ταύτην λέγει εἶναι εὐφυΐαν· εὐφυοῦς γὰρ τὸ οἰκειοῦσθαι μὲν πρὸς τἀληθὲς ἀποστρέφεσθαι δὲ τὸ ψεῦδος. ὁ δὲ τοῦτο ἔχων ἔχει καὶ τὸ κρίνειν τἀληθὲς δύνασθαι καλῶς. οἱ δὲ ῥᾳδίως μέν τισι παρακολουθοῦντες καὶ μανθάνοντες, ὁμοίως δ’ ἔχοντες πρὸς πάντα τὰ μαθήματα οὐκ ἂν κυρίως εὐφυεῖς λέγοιντ’ ἂν τῷ μὴ ἔχειν τὸ κριτικὸν ἐν αὐτοῖς, ὅ ἐστιν ἡ πρώτη καὶ κυρίως εὐφυΐα.3
“对于认识以及合乎哲学的明智。” 他说,这种准备以及关于问题的演练,也有助于发现真理以及合乎哲学的明智(这正是对真理的科学性认识)。他在本论著的第一卷阐述辩证法在哪些方面以及对多少事情有用时就曾说过这一点。因为通过对正反两方都拥有充裕的论据,“我们将更容易看清真与假”;因为针对对立面的论证对于发现真理来说不是一个小的工具;因为当在正反两方面能够做出的论据都为人所熟知时,发现真理便是容易的;因为真理必然存在于这些之中。但是他说,对于发现真理还需要有天赋,凭借天赋,人将对真理具有敏锐的直觉和判断力。他说这就是天赋:因为亲近真理而排斥虚妄,正是天资聪颖者的特征。拥有这一点的人,也拥有很好地判断真理的能力。然而,那些虽然能容易地跟从某些教导并学习,却对一切学问都持有同样态度的人,不能在严格意义上被称为有天赋者,因为他们自身内部没有判断的能力,而这才是第一位的、严格意义上的天赋。
"Εὖ γὰρ φιλοῦντες καὶ μισοῦντες τὸ προσφερόμενον εὖ κρινοῦσι." Τουτέστι τῶν προσφερομένων, εἴτε μαθήματά τινα εἴη εἴτε καὶ ἄλλα τινά, τὰ μὲν ἄξια εὐπορεῖσθαι καὶ φιλεῖν προαιρούμενοι τὰ δὲ μὴ τοιαῦτα ἀποστρεφόμενοι καὶ μισοῦντες εὖ τε τοῦτο ποιοῦσι καὶ εἰσὶ κριταὶ ἀγαθοί.
“因为适当地爱与恨所提出的内容,他们将能很好地判断。” 这就是说,在所提出的内容中,无论是某些学问还是其他事物,通过主动选择那些值得掌握并热爱的内容,而排斥并厌恶那些并非如此的内容,他们既把这件事做得很出色,又是优秀的裁判者。
"Πρός τε τὰ πλειστάκις ἐμπίπτοντα τῶν προβλημάτων." Ἐπεὶ τῶν προβλημάτων ἐστί τινα καὶ συνήθως αἰτούμενα καὶ ἐπιπολάζοντα καὶ πολλάκις ὑπὸ τῶν πλείστων ζητούμενα, φησὶ δεῖν ἔχειν πρὸς τὰ τοιαῦτα τῶν προβλημάτων λόγους μεμελετημένους καὶ προχείρους· οὕτως γὰρ οὐκ ἀπορήσομεν ἐν ταῖς συνουσίαις ταῖς περὶ αὐτῶν ἐπιχειρημάτων. περὶ δὲ τῶν πρώτων θέσεων λέγοι ἂν ‘περὶ τῶν ἀρχῶν’· αὗται γὰρ πρῶται θέσεις, καὶ περὶ τῶν τοιούτων προβλημάτων ἐξεπίστασθαι 〈δεῖ〉λόγους. τοῦτο δέ, ἐπεὶ χαλεπὸν εἰς τὰ τοιαῦτα ἐπιχειρημάτων εὐπορεῖν· δεῖ γὰρ ἢ διὰ πρώτων ἢ δι’ ἐνδόξων ταῦτα δείκνυσθαι· ἀλλὰ καὶ τὸ ἀποκρίνεσθαι περὶ τῶν τοιούτων χαλεπόν. ἤτοι οὖν λέγει ὅτι διὰ τοῦτο δεῖ πρὸς τὰς τοιαύτας θέσεις παρασκευάζειν λόγους τινάς, ὅτι ἀπορήσουσι πρὸς ταῦτα ἀποκρίσεων οἱ ἐρωτώμενοι, διὸ οἱ παρεσκευασμένοι πρὸς ταῦτα λόγους ῥᾳδίως ἂν περιγένοιντο τῶν ἀποκρινομένων, ἢ καθόλου ἀξιοῖ πρὸς τὰς τοιαύτας θέσεις ἔχειν τινὰς λόγους παρεσκευασμένους, ἐπεὶ δύσκολος ἡ περὶ αὐτῶν ἐπιχείρησίς τε καὶ ἀπόκρισις, ἵν’, ἂν δέῃ ποτὲ ὑπέχειν ἡμᾶς περὶ αὐτῶν λόγον, μήτε ἐπιχειρήματος μήτε ἀποκρίσεως ἀπορῶμεν.
“并且对于最常遇到的问题。” 他说,由于有些问题是经常被提出、广泛流传并且常为多数人所探讨的,因此对于此类问题必须拥有演练成熟且随手可用的论证;因为这样我们在围绕它们进行的讨论中就不会缺乏论据。而所谓“第一位的论题”,他指的大概是“第一原理”;因为这些是第一位的论题,人们[必须]彻底掌握关于此类问题的论证。这是因为,在此类问题上拥有充裕的论据是困难的;因为必须要么通过第一原理、要么通过通行的意见(公认意见)来证明这些;而且围绕此类问题作答也是困难的。因此,他要么是说,正因为被发问者在面对这些问题时会难以回答,所以必须针对此类论题准备某些论证,从而使那些为此准备了论证的人能够轻易战胜回答者;要么是他一般性地要求针对此类论题拥有某些准备好的论证,因为围绕它们进行论辩和回答都是困难的,以便在需要我们为之作解释时,我们既不缺乏论据,也不缺乏回答。
- 8.93Τὸ μετὰ τῶν λοιπῶν ἐρωτημάτων
针对亚里士多德原文中的复数短语 τῶν λοιπῶν ἐρωτημάτων,注解者解释它是用来代替单数的“与剩下的一条发问/前提一同”。在推论的反转中,两条前提中的一条被保留并与结论的否定项结合,但正因为两条前提中的任何一条都可以被分别保留以反驳另一条,所以原文使用了复数。
- 8.94ὁ γὰρ εὐπορῶν πρὸς τὰ ἀντικείμενα καὶ εἰς ἑκάτερα τῶν ἀντικειμένων φυλάττεται πρὸς τὴν τῶν ἀντικειμένων αὐτοῖς παράθεσιν
该句的基本结构为 ὁ εὐπορῶν(主语)... φυλάττεται(主动词)πρὸς τὴν ... παράθεσιν。短语 καὶ εἰς ἑκάτερα τῶν ἀντικειμένων 是修饰并补充 πρὸς τὰ ἀντικείμενα 的介词短语(“针对对立面、且针对对立面的每一方都拥有充裕论据的人”)。φυλάττεται 是直接反身中动相,意为“提防、防卫自身”。
- 8.95ὅ ἐστιν ἡ πρώτη καὶ κυρίως εὐφυΐα
关系代名词 ὅ 为中性单数,其先行词是中性名词短语 τὸ κριτικόν(判断力/判别能力)。它没有被关系从句内的阴性表语名词短语 ἡ πρώτη καὶ κυρίως εὐφυΐα(第一位的、严格意义上的天赋)同化吸引,而是保留了先行词的中性语法性。
