- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:581.4-583.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对《论题篇》第八卷第13至14章(163a21–30),亚历山大阐述了索求相反者的第五种方式及其与乞题的区别,并接着解析了亚里士多德提出的通过反转推论进行辩证演练的方法及其效用。
" Πάλιν ἐάν τις αἰτήσῃ τὸ ἐναντίον τῷ ἐξ ἀνάγκης συμβαίνοντι. " Εἴ τις αἰτήσει τὸ ἐναντίον τῷ ἐκ τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνοντι, οἷον εἰ εἴη τὰ μὲν κείμενα ἡ ἡδονὴ κατὰ φύσιν, πᾶν δὲ τὸ κατὰ φύσιν ἀγαθόν· ἕπεται γὰρ ἐξ ἀνάγκης τούτοις τὸ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι· ἂν δή τις τούτων κειμένων λάβῃ μηδεμίαν ἡδονὴν ἀγαθὸν εἶναι, εἴη ἂν τὸ ἐναντίον λαβὼν τῶν κειμένων.
“再次,若有人索求与必然得出的结论相反者。” 若有人索求与从设定前提中必然得出的结论相反者,例如,若设定前提是“快乐合乎本性”且“凡合乎本性者皆善”;因为从这些前提中必然得出“一切快乐皆善”。因此,若在设定了这些前提之后,有人采纳“没有任何快乐是善”,他就等于采纳了设定前提的相反者。
"Κἂν εἴ τις αὐτὰ μὲν μὴ λάβῃ τὰ ἀντικείμενα." Πέμπτον δέ φησιν εἶναι τρόπον, εἴ τις αὐτὰ μὲν μὴ λάβοι τὰ ἀντικείμενα τοῦδε, τοιαῦτα δ’ αἰτήσαιτο δύο ἐξ ὧν ἔσται ἡ ἀντικειμένη ἀντίφασις. ἔνεστι μὲν καὶ οὕτως ἀκοῦσαι ‘εἴ τις αἰτήσαιτο τοιαῦτά τινα δύο οἷς ἀκολουθεῖ ἀντίφασις’. τὸ δ’ ἡ ἀντικειμένη ἀντίφασις ἴσον ἐστὶ τῷ ‘κατάφασις καὶ ἀπόφασις αἱ ἀντικείμεναι’· οὐ γὰρ πᾶσα κατάφασις πάσῃ ἀποφάσει ἀντίκειται. οὐδὲν γὰρ διαφέρει τοῦ τὴν ἀντίφασιν αἰτῆσαι τὸ τοιαῦτα αἰτῆσαι οἷς ἡ ἀντίφασις ἕπεται. ἔνεστι δὲ ἀκοῦσαι τοῦ δύο συμπλοκῆς προτάσεων ἐξ ὧν συναχθήσεται ἡ ἀντίφασις. Διαφέρει δὲ τὸ τἀναντία λαμβάνειν τοῦ ἐν ἀρχῇ, ὅτι ἐν μὲν τῷ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι πρὸς τὸ συμπέρασμα σκοποῦσι1 τὸ ἁμάρτημα εὑρίσκεται (ὃ γὰρ δεῖξαι δεῖ, τοῦτο αἰτεῖται ὁ ἐν ἀρχῇ αἰτούμενος), ὁ δὲ τὰ ἀντικείμενα αἰτῶν κατ’ αὐτὴν τὴν τούτων λῆψιν τὴν ἁμαρτίαν ποιεῖται· ἁμαρτία γὰρ ἐν λήψει προτάσεων τὸ τἀναντία ἀλλήλοις συγχωρεῖν τε καὶ λαμβάνειν. [ἄλλως. Εἰς τὸ πάλιν εἴ τις αἰτήσαιτο. πέμπτος τρόπος ἐστίν, εἴ τις αἰτήσας λάβοι τὸ ἐναντίον τῷ ἐξ ἀνάγκης συμβαίνοντι, ἤγουν τῷ συμπεράσματι. οἷον εἴ τις συλλογισάμενος ὅτι ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνητον, τοῦτο δὲ ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος, εἶτα λάβοι ὅτι καὶ θνητή. καὶ ἐάν τις δὲ μὴ λάβῃ τὰ ἀντικείμενα φανερῶς, ὡς ἐν τούτοις πᾶσιν εἴρηται, λάβῃ δὲ τοιαῦτα δύο, ἤτοι ποιητικὰ καὶ φθαρτικά τινων, ἐξ ὧν ἔσται ἡ ἀντικειμένη ἀντίφασις· οἷον ἆρά γε τῷ μήκωνι οὐχὶ τὸ βόειον κρέας ὑγιεινόν ἐστι, φθαρτικὸν δὲ νόσου, ὥσπερ τῷ καχεκτοῦντι τὸ ἀνάπαλιν; ὧν δὲ τὸ ποιητικὸν καὶ φθαρτικὸν ταὐτόν, καὶ αὐτὰ ταὐτά· ἔσται ἄρα ὑγεία καὶ νόσος ταὐτόν’. ὁρᾷς ὅπως οὐ φανερῶς ἔλαβε τὰ ἀντικείμενα ἀλλὰ συνεσκιασμένως τῷ λαβεῖν τοιαῦτα ἰσοδύναμα.] " Πρὸς δὲ γυμνασίαν καὶ μελέτην τῶν τοιούτων λόγων." Ἐκθέμενος τοὺς τόπους, ἀφ’ ὧν εὐπορήσομεν τῶν πρὸς ἕκαστον πρόβλημα οἰκείων συλλογισμῶν, ὑποθέμενος δὲ καὶ τὴν προσήκουσαν χρῆσιν αὐτῶν ἑκατέρῳ, τῷ ἐρωτῶντι καὶ τῷ ἀποκρινομένῳ, ἐπὶ τούτοις ὀργανικά τινα πρὸς γυμνασίαν καὶ μελέτην τῶν διαλεκτικῶν λόγων παραδίδωσι. καὶ πρῶτον μὲν δεῖν φησιν ἐθίζεσθαι ἀντιστρέφειν τοὺς λόγους, τουτέστιν τοὺς συλλογισμούς· τούτῳ γὰρ ἐγγεγυμνασμένοι πρός τε τὸ προκείμενον πρόβλημα εὔποροι ἐσόμεθα, καὶ ἐν ὀλίγοις πολλοὺς ἐξεπιστησόμεθα λόγους. καὶ ὑπομιμνήσκει ἡμᾶς τῆς συλλογισμῶν ἀντιστροφῆς, περὶ ἧς ἐδίδαξεν ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν. ἔστι δὲ τὸ ἀντιστρέφειν συλλογισμὸν τὸ μεταλαβόντα τὸ συμπέρασμα, τουτέστι τὸ ἀντικείμενον * * * * * * τῇ λοιπῇ προτάσει συναγαγεῖν.
“即使有人并未直接采纳对立者本身。” 他说第五种方式是:若有人并未采纳此事的对立者本身,却索求了两件会由此产生对立的矛盾对立的事情。也可以这样来理解:“若有人索求了矛盾对立会随之而来的某两件事情”。而“对立的矛盾对立”等同于“互相对立的肯定与否定”;因为并非任何肯定都与任何否定对立。因为索求矛盾对立随之而来的事物,与直接索求矛盾对立毫无区别。也可以将“二”理解为会由此推导出矛盾对立的前提的结合。采纳相反者与采纳起初之事[=乞题]的区别在于:在乞求起初之事中,对于着眼于结论的人而言会发现其错误(因为乞题者所索求的正是本应证明之事本身),而索求对立者的人则是在采纳这些前提本身时犯下错误;因为在前提的采纳中,同意并采纳相互相反的前提就是一种错误。[另解。针对“再次,若有人索求”:第五种方式是,若有人索求并采纳了与必然得出的结论相反者,即与结论相反者。例如,若有人推论出“灵魂是自身运动的,自身运动者是恒常运动的,而这又是不死的,因此灵魂是不死的”,随后又采纳它“也是有死的”。又如,若有人并非如在所有这些情况中所说的那样明显地采纳对立者,而是采纳了会由此产生对立的矛盾对立的两类事物(即某些事物的生成者与毁灭者);例如:“难道牛肉对罂粟不是健康的、对疾病不是毁灭性的吗,正如对恶病质者则相反一样?而生成者与毁灭者相同的事物,其自身也是相同的;因此健康与疾病将是同一的。”你看,他并不是明显地采纳对立者,而是通过采纳这类等效的事物而隐蔽地采纳了对立者。]“为了对此类论辩的演练和练习。” 在阐明了我们借以充实针对各个问题的固有推论的论题,并为发问者和应答者双方规定了这些论题的恰当运用之后,在此之上,他还传授了若干用于辩证论辩演练和练习的工具性方法。他说,首先必须习惯于反转论辩,即反转推论;因为在这方面训练有素之后,我们不仅对于所提出的问题将有充裕的论据,而且能从少数论证中完全掌握许多论证。他使我们回想起他在《前分析篇》第二卷中所讲授的推论反转。反转一个推论,就是换取结论(即对立者)……并与剩下的一条前提一同推出[另一条前提的否定]。
"Πρῶτον μὲν ἀντιστρέφειν ἐθίζεσθαι χρή." Δείξαντες γὰρ ὅτι ὁ ἀντιστρέφων λόγος, ᾧ χρώμεθα, συλλογισμός ἐστι, δεδειχότες ἂν εἴημεν2 καὶ τοῦτον, ᾧ χρώμεθα, ὄντα συλλογισμόν, εἴ τι εἴη πρὸς αὐτὸν ὡς οὐ συλλογισμὸν ὄντα ἀμφισβητήσιμον. ἢ εἰ μὴ τοῦτόν τις συγχωροίη, μεταβάντες ἐπ’ ἐκεῖνον ἂν δεικνύοιμεν. ἢ πρὸς πᾶν τε τὸ δεικνύμενον εὐπορώτεροι ἐσόμεθα, πλείους ἀφορμὰς ἔχοντες πρὸς τὸ συλλογίζεσθαι, καὶ ἐν ὀλίγοις πολλοὺς ἐξεπιστησόμεθα λόγους, ὅτι ἕνα ἔχοντες συλλογισμὸν ἕξομεν δι’ αὐτοῦ συλλογισμοὺς τέσσαρας, ποτὲ μὲν τὸ ἐναντίον τοῦ συμπεράσματος λαμβάνοντες ἐν τῇ ἀντιστροφῇ καὶ δύο συλλογισμοὺς ποιοῦντες [ἐν] τῇ κατὰ 〈μιᾶς〉 τῶν προτάσεων προσλήψει, ποτὲ δὲ τὸ ἀντικείμενον καὶ πάλιν ἄλλους ποιοῦντες δύο.
“首先必须习惯于反转。” 因为在我们表明了与我们所运用的〔论辩〕相反转的论辩是一个推论之后,即便有人对其提出异议认为它不是推论,我们也表明了我们所运用的这一个论辩也是推论。或者,若有人不同意这一个论辩,我们也可以转向那一个论辩来进行证明。或者,我们在面对每一个被证明的事项时将更加游刃有余,拥有更多进行推论的凭借,并且在少数论据中完全掌握许多论据,因为拥有一个推论,我们就能通过它拥有四个推论:时而在反转中采纳结论的相反者,通过针对其中一条前提的附加设定而作出两个推论;时而采纳矛盾对立者,再次作出另外两个推论。
- 8.90σκοποῦσι
评判者与格(未指定具体人称的判断主体分词与格),意为“对于着眼于[结论]的人而言”,作主句被动动词 εὑρίσκεται 的修饰成分。
- 8.92Δείξαντες γὰρ ... δεδειχότες ἂν εἴημεν
作条件解的状语分词 δείξαντες 与由完成时分词 δεδειχότες 加 εἴημεν 和 ἄν 构成的迂回式希求法相结合,形成表示潜在结果的断言句(“若我们表明了……,我们也就表明了……”)。随后的 εἴ τι εἴη 则构成潜在/让步条件从句(“即便有什么异议”)。
