← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§578.22-581.3

乞题的其余诸类与索求相反命题的方式

注解亚里士多德《论题篇》第8卷第13章(163a5–163a17),剖析乞题(在需论证全称时索求特称、分割问题索求)以及在论辩中索求相反者/对立者的诸种方式(依词句对置、全称同意后索求局部矛盾等)的逻辑结构与隐蔽性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.84

" Τρίτον, εἴ τις τὸ καθόλου δεῖξαι προκειμένου κατὰ μέρος αἰτήσειεν, οἷον εἰ πάντων τῶν ἐναντίων προκειμένου τῶνδέ τινων ἀξιώσειεν." Οὐκ αἰτεῖται μὲν οὐδὲ οὗτος τὸ προκείμενον τῷ ἕπεσθαι τῷ ἐν μέρει τὸ καθόλου·1 δοκεῖ δέ, φησίν, ὃ μετὰ πλειόνων ἔδει δεῖξαι, καθ’ αὑτὸ χωρὶς αἰτεῖσθαι. καὶ εἰ πάντα λάβοι τὰ ὑπὸ τὸ καθόλου, οὐδ’ οὕτως πρὸς ἀλήθειαν αἰτεῖται τὸ ἐν ἀρχῇ (ἐπακτικὸς γὰρ ὁ τοιοῦτος τρόπος), ὥσπερ οὐδ’ ὁ πρὸ αὐτοῦ ἐκ τοῦ καθόλου τὸ ὑπ’ αὐτὸ συνιστάς· ἔστι γὰρ ἀποδεικτικὸν μάλιστα τὸ τοιοῦτον εἶδος.

“第三,若在提出证明全称命题的情况下,有人索求特称命题,例如在就所有相反者提出论题时,要求得到关于其中的某些特定情形。” 此人同样不是在乞求所提出的论题,因为全称者随特称者而来;但他表示,这人似乎是把本应与更多情形一同证明的事情,就其自身单独加以索求。而且,即使他采纳了全称之下的所有个案,真相上也同样不是在乞题(因为这样一种方式是归纳性的),正如在他之前由全称确立其所属者的人也不是[在乞题]一样;因为这样一种[推论]形式在最高程度上是论证性的。

§8.85

"Πάλιν εἴ τις διελὼν αἰτεῖται τὸ πρόβλημα." Οὐδ’ οὗτος τὸ ἐν ἀρχῇ λαμβάνει, εἰ ἑκάτερον ἰδίᾳ λαμβανόμενον γνωριμώτερον τοῦ συναμφοτέρου εἴη.

“再次,若有人将所提出的问题加以拆分而作索求。” 若被单独采纳的每一部分都比两者的结合更为明晰,此人同样没有采纳起初要论证之事。

§8.86

"Ἰσαχῶς δὲ καὶ τὰ ἐναντία αἰτοῦνται τῷ ἐξ ἀρχῆς." Καὶ ἡ τοῦ ἐναντίου αἴτησις ἐν λόγοις ἐστὶ παραγωγή, τὸ λαμβάνειν τι παρὰ τοῦ ἀποκρινομένου καὶ μετὰ ταῦτα πειρᾶσθαι τὸ ἀντικείμενον αὐτῷ παρ’ αὐτοῦ λαμβάνειν καὶ διὰ τούτου τοῦ τρόπου δεῖξαι τὴν ἐναντιολογίαν αὐτοῦ τῶν ἀποκρίσεων. γράφεται δὲ ἤτοι τῷ ἐξ ἀρχῆς, τουτέστι ‘τῷ ἐν ἀρχῇ’ (πενταχῶς γάρ), ἢ τῶν ἐξ ἀρχῆς κειμένων·2 τοῖς γὰρ ἤδη κειμένοις τὰ ἐναντία αἰτοῦνται. ἐναντία δὲ λέγει τὰ ἀντικείμενα, ὡς δι’ ὧν ἐπιφέρει δηλοῖ.

“他们索求相反者的方式,与索求起初之事的方式一样多。” 在论辩中索求相反者同样是一种引导手段:即从应答者那里获得某种主张,此后尝试从他那里获得与之对立的主张,并通过这种方式表明其诸项回答之间的相互矛盾。文本写作“与起初之事[相同数量的方式]”,即“在乞题中”(因为有五种方式);或者作“最初所设定的事情的[相反者]”;因为他们是对已经设定的事情索求相反者。他把对立者称为“相反者”,正如他通过接下来的论述所表明的那样。

§8.87

"Δεύτερον δὲ τὰ ἐναντία κατὰ τὴν ἀντίθεσιν." Δεῖ εἰδέναι, ὅτι ὥσπερ οἱ τὸ ἐν ἀρχῇ λαμβάνοντες οὐκ αὐτὸ τὸ ζητούμενον ἐπὶ τῶν αὐτῶν λέξεων ᾐτοῦντο (οὐ γὰρ οἷόν τε οὕτως λαμβάνοντα λαθεῖν), οὕτως οὐδ’ οἱ τὰ ἀντικείμενα· προφανὲς γὰρ καὶ αὐτόθεν ἄτοπον· ἀλλὰ μεταφέροντες τὰς λέξεις λαμβάνουσιν ἐπ’ ἄλλων μὲν ὀνομάτων ἢ λόγων τὴν κατάφασιν, ἐπ’ ἄλλων δὲ ταὐτὸ σημαινόντων τὴν ἀπόφασιν.3 δύναται δὲ μὴ τὰς ἀντιφατικῶς ἀντικειμένας εἰρηκέναι προτάσεις ἀλλὰ τὰς ὁπωσοῦν· καὶ γὰρ αἱ ἐναντίαι ἀντικείμεναι. [ἄλλως. Εἰς τὸ δεύτερον δὲ τἀναντία. δεύτερος δὲ τρόπος τοῦ λαμβάνειν τὰ ἐναντία ἤτοι κατὰ τὴν θέσιν καὶ τὸν συλλογισμὸν τῶν ἐναντίων ἢ κατὰ τὰ ἀντιθετικῶς ἀντικείμενα. οἷον ἆρα ἡ ὑγεία οὐχ ᾧ ἂν παρῇ, ὠφέλιμός ἐστιν; ἔσται ἄρα ἀγαθόν· τί δέ, καὶ ἡ νόσος, εἰ ἐπ’ ὠφελείᾳ εἴη τοῦ νενοσηκότος, οὐκ ἀγαθόν ἐστι; τὰ δὲ ἐν τῷ αὐτῷ ὑποκειμένῳ ταὐτὰ καὶ ἀλλήλοις ἐστὶ ταὐτά· ἔσται ἄρα τὸ ἀγαθὸν καὶ τὸ κακὸν ταὐτόν.] " Τρίτον, εἴ τις τὸ καθόλου ἀξιώσας." Δοκεῖ οὗτος ὁ τρόπος ὁ αὐτὸς εἶναι τῷ πρώτῳ εἰρημένῳ τῷ “εἴ τις τὰ ἀντικείμενα αἰτήσαιτο, φάσιν καὶ ἀπόφασιν”. διαφέροι δ’ ἂν οὗτος ὁ τρόπος ἐκείνου, ὅτι ἐπὶ μὲν ἐκείνου ἐδόκει αὐτόθεν φανερῶς λαμβάνεσθαι, ἐνταῦθα δὲ δυνάμει· οὐ γάρ ἐστιν ἀντίφασις ‘πάντων τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη’ * * * * *. διὸ ἐκεῖνος μὲν ὁ τρόπος καταφωρότερος τῆς τῶν ἀντικειμένων λήψεως, οὗτος δὲ μᾶλλον λανθάνων. εἴη δ’ ἂν τις τῶν εἰρημένων τρόπων διαφορὰ 〈καὶ〉 καθόσον ἐκεῖνος μὲν κατάφασιν καὶ ἀπόφασιν ἐλάμβανε τὰς ὁπωσοῦν ἀντικειμένας (ἀντίκεινται γὰρ καθόλου αἱ ἐναντίαι· διὸ οὐδ’ ἐμνημόνευσεν ἔτι τῆς τοιαύτης τῶν ἀντικειμένων λήψεως), ἐνταῦθα δὲ τὰς ἀντιφατικάς. οὕτως ποιεῖ καὶ ὁ πᾶσαν μὲν ἀρετὴν ὁμολογουμένην εἶναι διάθεσιν, τὴν δὲ ἐγκράτειαν ἀρετὴν τιθείς· εἴη γὰρ ἂν δυνάμει λέγων ὅτι μὴ πᾶσα ἀρετὴ ὁμολογουμένη διάθεσις· ἡ γὰρ ἐγκράτεια οὐχ ὁμολογία ἀλλὰ μάχη. [ἄλλως. Εἰς τὸ τρίτον, εἴ τις τὸ καθόλου ἀξιώσας καὶ λαβὼν ἐπὶ μέρους αἰτοῖτο τὴν ἀντίφασιν. οἷον εἰ ἐρωτήσας ὅτι πάντων τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη, ὕστερον λάβοι τὴν ἀντίφασιν μερικῶς, τὸ μὴ τὴν αὐτὴν ἐπιστήμην εἶναι ὑγιεινοῦ καὶ νοσώδους. τοῦτο δ’ ἂν γίνοιτο, εἰ ἐρωτηθείη οὕτως· ἆρά γε ὁ ἰατρὸς οὐ τέλος ἔχει τὸ ὑγιάσαι καὶ τούτου στοχάζεται, τῆς δὲ νόσου οὔ, ἐπεὶ οὐδὲ τέλος ἔχει τὸ νοσοποιῆσαι; ὥστε ὁμολογήσας καθόλου, ὅτι πάντων τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη, μερικῶς ἔλαβεν ὡς οὐχ ἡ αὐτή· ὑπὸ γὰρ τὰ ἐναντία καὶ ἡ ὑγεία καὶ ἡ νόσος. τέταρτος δὲ τρόπος, ὅταν τὸ ἀνάπαλιν ἐπὶ μέρους μὲν αἰτήσας, τὸ τοῦ ὑγιεινοῦ καὶ τοῦ νοσώδους τὴν αὐτὴν εἶναι ἐπιστήμην, εἶτα ἐπὶ τοῦ καθόλου πειρᾶται λαβεῖν τὴν ἀντίφασιν, δείξας ὅτι οὐ πάντων τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη.]

“第二,[他们]依对置索求相反者。” 应当知道,正如那些乞题的人不用相同的字句索求被探求之物本身(因为如此采纳是不可能不被察觉的),那些采纳对立者的人也是如此;因为这是显而易见且直接荒谬的。相反,他们通过转换词句,用某些名称或定义采纳肯定,而用另一些指称同一之物的[名称或定义]采纳否定。但他也有可能指的不是矛盾对立的前提,而是以任何方式对立的前提;因为相反者也是对立的。[另解。针对“第二,相反者”:采纳相反者的第二种方式,要么是依相反者的设定与推论,要么是依对置性的对立者。例如,“健康难道不是无论存在于何处都是有益的吗?因此它将是善;那么,疾病如果对患病者有益,难道不是善吗?而在同一个基底中相同的事物相互之间也是相同的;因此善与恶将是同一的。”]“第三,若有人要求了全称命题……” 这种方式似乎与前面所说的“若有人索求对立者,即肯定与否定”的第一种方式相同。但这种方式与那一种方式的区别在于:在那一种方式中,它似乎是直接显然被采纳的,而在此处则是潜在地[被采纳];因为“所有相反者的知识是单一的”并不是矛盾对立……因此,采纳对立者的那一种方式更容易被识破,而这一种方式则更不易被察觉。所说诸方式之间的区别也可能在于:那一种方式采纳的是以任何方式对立的肯定与否定(因为相反者是全称地对立的;因此他没有进一步提及这种对立者的采纳),而在此处则是采纳矛盾对立者。承认一切德性皆为和谐状态,同时又设定自制是德性的人,也是这样做的;因为他潜在地等于在说并非一切德性皆为和谐状态;因为自制不是和谐,而是斗争。[另解。针对“第三,若有人要求并采纳了全称命题,却在个别情形中索求矛盾对立”:例如询问所有相反者的知识是否相同之后,随后局部地采纳其矛盾对立,即健康之物与病态之物的知识并不是相同的。如果这样发问,就会产生这种情况:“难道医生的目的不是使人健康并以此为目标,而对疾病则不然,因为他的目的并非制造疾病吗?”因此,在全称地同意了所有相反者的知识是相同的之后,他又局部地采纳了并非相同;因为健康与疾病也属于相反者。而第四种方式则相反,即在部分上索求了健康之物与病态之物的知识是相同的之后,接着试图在全称上采纳其矛盾对立,表明并非所有相反者的知识都是相同的。]

语法注3 条
  1. 8.84τῷ ἕπεσθαι τῷ ἐν μέρει τὸ καθόλου

    在表示原因的带冠词不定式短语“τῷ ἕπεσθαι”中,宾格主语为“τὸ καθόλου”,与格补足语为“τῷ ἐν μέρει”。在形式逻辑中通常是个别随全称而来,此处或是承接主句“οὐκ αἰτεῖται”的否定语意(即全称并不随特称而来),或是指在论辩设想中所依据的伴随关系(“基于全称伴随着个别这一根据”)。

  2. 8.86γράφεται δὲ ἤτοι τῷ ἐξ ἀρχῆς, τουτέστι ‘τῷ ἐν ἀρχῇ’ (πενταχῶς γάρ), ἢ τῶν ἐξ ἀρχῆς κειμένων

    亚历山大指出了异文带来的两种句法解读:若作与格“τῷ ἐξ ἀρχῆς”,则等同于“τῷ ἐν ἀρχῇ”(与“乞题”的方式数量相同,作比较参照的与格);若作属格“τῶν ἐξ ἀρχῆς κειμένων”,则是修饰“τὰ ἐναντία”的宾格性属格(即最初设定之事物的相反者)。

  3. 8.87μεταφέροντες τὰς λέξεις λαμβάνουσιν ἐπ’ ἄλλων μὲν ὀνομάτων ἢ λόγων τὴν κατάφασιν, ἐπ’ ἄλλων δὲ ταὐτὸ σημαινόντων τὴν ἀπόφασιν

    在对比结构“ἐπ’ ἄλλων μὲν ... ἐπ’ ἄλλων δὲ ...”中,前置词“ἐπί”加属格表示用语或语境基础(“在某些名称或定义中……在另一些指称相同之物的名称或定义中”)。其主语承接前文索求对立者的人,说明他们如何通过转换词句以避免明显的荒谬。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:578.22-581.3