← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§57.15-57.29

最先规定同一性多重含义的原因

亚历山大解释了亚里士多德在103a6确立诸问题的属之后,为何最先对“同一”的多重含义进行划分与界定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.25

" Πρῶτον δὲ πάντων περὶ ταὐτοῦ διοριστέον, ποσαχῶς λέγεται." Ποιησάμενος τὴν διαίρεσιν τῶν γενῶν, ἐν οἷς τὰ προβλήματα καὶ αἱ προτάσεις, μέλλων δεικνύναι ὅτι ταῦτα μόνα γένη τῶν προβλημάτων, καὶ ἐπὶ τούτοις ἐν τίσιν ἐστὶ τὰ γένη τῶν προβλημάτων ταῦτα, καὶ τὰ ἄλλα ὅσα χρήσιμα ὄντα τοῖς προκειμένοις διὰ τῶν ἑξῆς προστίθησι, πρῶτόν φησι τῶν ἄλλων δεῖν περὶ ταὐτοῦ διορίσασθαι, ποσαχῶς λέγεται.1 ἐπεὶ γὰρ τά τε ἄλλα χρήσιμος πρὸς πολλὰ τῶν κατὰ διαλεκτικὴν ἡ τοῦ ταὐτοῦ διαίρεσις, προείρηκε δὲ καὶ ὅτι καὶ προβλήματά τινά ἐστιν ἔχοντα ζήτησιν περὶ ταὐτοῦ, ἃ ὑπάγεσθαι δεῖν εἶπε τοῖς ὁρικοῖς προβλήμασιν, οὐχ οἷόν τε δὲ ζητεῖν ὅλως εἰ ἄλλῳ ἄλλο ταὐτόν ἐστιν ἢ ἕτερον ἀγνοοῦντας τὴν τοῦ ταὐτοῦ διαίρεσιν, εὐλόγως, 〈ὡς〉 τὰ γένη τῶν προβλημάτων ὡρίσατο ὑπὲρ τοῦ δῆλα εἶναι τὰ κατ’ αὐτὰ προβλήματα, οὕτω καὶ τὴν τοῦ ταὐτοῦ διαίρεσιν ποιεῖται2 πρὸς τὸ γνώριμα γενέσθαι τὰ περὶ ταὐτοῦ προβλήματα· οὐχ οἷόν τε γὰρ διαλέγεσθαι περὶ ταὐτοῦ μὴ εἰδότας ποσαχῶς λέγεται.

“然而在所有事物之前,首先必须对同一予以界定,说明它有多少种说法。” [亚里士多德]在划分了问题和前提所处的诸属之后,既打算证明只有这些是诸问题的属,又打算此外说明诸问题的这些属处于何种事物之中,并在后文附加对于手头论题有用的其他所有内容,因此他说在其他事物之前首先必须界定同一有多少种说法。因为同一的划分在其他方面对辩证术的许多事情固然有用,而且他此前也曾说过,有某些包含对同一进行探求的问题,他曾说这些问题必须从属于定义性问题,加之若是对同一的划分一无所知,就完全不可能探求一物与另一物是同一还是相异,所以很合情理地,正如他为了使各属之下的问题变得清晰而界定了诸问题的诸属一样,他也进行同一的划分,以便使关于同一的问题变得为人所熟知;因为在不知道同一有多少种说法的情况下,是不可能对同一进行辩证论述的。

语法注2 条
  1. 1.25Ποιησάμενος τὴν διαίρεσιν τῶν γενῶν, ἐν οἷς τὰ προβλήματα καὶ αἱ προτάσεις, μέλλων δεικνύναι ὅτι ταῦτα μόνα γένη τῶν προβλημάτων, καὶ ἐπὶ τούτοις ἐν τίσιν ἐστὶ τὰ γένη τῶν προβλημάτων ταῦτα, καὶ τὰ ἄλλα ὅσα χρήσιμα ὄντα τοῖς προκειμένοις διὰ τῶν ἑξῆς προστίθησι, πρῶτόν φησι τῶν ἄλλων δεῖν περὶ ταὐτοῦ διορίσασθαι, ποσαχῶς λέγεται.

    该句的主干为 Ποιησάμενος ... μέλλων δεικνύναι ... πρῶτόν φησι ... δεῖν ... διορίσασθαι。分词 μέλλων 支配 δεικνύναι(其宾语包括 ὅτι ταῦτα μόνα ... 从句和间接疑问句 ἐν τίσιν ἐστὶ ...),而随后的 καὶ τὰ ἄλλα ὅσα ... προστίθησι 中,动词 προστίθησι 是 ὅσα 关系从句的谓语,与先行词 τὰ ἄλλα 一道构成由分词统领或作为陈述论述推进的补充从句。主句动词 φησί 的主语是亚里士多德。

  2. 1.25ἐπεὶ γὰρ τά τε ἄλλα χρήσιμος ... εὐλόγως, 〈ὡς〉 τὰ γένη τῶν προβλημάτων ὡρίσατο ... οὕτω καὶ τὴν τοῦ ταὐτοῦ διαίρεσιν ποιεῖται

    这是一个层层叠加前提与原因的句式结构。在因果连词 ἐπεί 之下,由 ἐπεὶ γάρ(对辩证术有用)、προείρηκε δὲ καί(存在关涉同一的问题)以及 οὐχ οἷόν τε δέ(不知划分则无法探求)并列累积诸前提,最终引出主节 εὐλόγως ... οὕτω καὶ τὴν τοῦ ταὐτοῦ διαίρεσιν ποιεῖται。校订者补入的 〈ὡς〉 与主节中的 οὕτω καί 相应,使 ὡρίσατο 与 ποιεῖται 形成“正如……那样,他也同样……”的对称结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:57.15-57.29