← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§576.19-578.21

论证的三阶段检验与乞题的样态

作者注释了亚里士多德《论题篇》第8卷第11章(162b24–163a1),探讨了基于推论有效性与前提性质的三阶段论证检验法,以及五种乞题方式中的前两种。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.80

" Ὥστε δῆλον ὅτι πρώτη μὲν ἐπίσκεψις λόγου καθ’ αὐτὸν εἰ συμπεραίνεται." Πρῶτον, φησί, δεῖ ἐπισκέπτεσθαι τὸν συλλογισμὸν εἰ συνεπεράνθη καθ’ αὑτόν, ἤτοι ἐκ τῶν κειμένων προτάσεων. δεύτερον δὲ δεῖ θεωρεῖν πότερον ἀληθὲς ἢ ψευδές ἐστι τὸ ἐκ τῶν κειμένων προτάσεων συναχθὲν συμπέρασμα. τρίτον δέ, εἰ ἀληθὲς τὸ συναχθέν, ἐκ ποίων προτάσεων συνήχθη· εἰ μὲν γὰρ ἐκ ψευδῶν [ἢ ἐνδόξων] συνήχθη δοκούντων δὲ τῷ προσδιαλεγομένῳ, καλεῖται ὁ τοιοῦτος συλλογισμὸς λογικός, ἤτοι διαλεκτικός· εἰ δὲ συνήχθη ἐξ ὄντων μὲν καὶ ἀληθῶν μὴ δοκούντων δὲ τῷ προσδιαλεγομένῳ, καλεῖται φαῦλος. ἂν δὲ ψευδεῖς ὦσιν αἱ προτάσεις ἅμα καὶ λίαν ἄδοξοι, ἤτοι μὴ δοκοῦσαι τῷ προσδιαλεγομένῳ, δῆλον ὅτι καὶ οὗτος φαῦλος ἂν εἴη, ἢ ἁπλῶς καὶ καθ’ αὑτὸ μόνον ἢ τοῦ πράγματος, τουτέστιν ἢ καὶ πρὸς τὸ πρᾶγμα.1 ὅταν γὰρ τοῦ προβλήματος μὴ ὄντος ἀδόξου τε καὶ ψευδοῦς διὰ τοιούτων τις αὐτὸ δεικνύῃ, φαῦλος πρὸς τὸ πρᾶγμα ὁ τοιοῦτος λόγος· ὅταν δὲ καὶ τὸ πρόβλημα ᾖ τοιοῦτον, ὁ διὰ τοιούτων αὐτὸ δεικνὺς λόγος ἁπλῶς μὲν φαῦλός ἐστιν, οὐκέτι δὲ καὶ πρὸς τὸ πρᾶγμα, εἰ ἐκεῖνο μὴ δύναται διὰ βελτιόνων δειχθῆναι.

“因此显然,对论证本身的首次考察是它是否得出结论。” 他说,首先应当考察推论本身是否得出了结论,即是否从所设定的前提中得出结论。其次,应当观察从所设定的前提中推导出的结论是真还是假。第三,如果推导出的结论是真实的,它是从何种前提中推导出来的:因为如果是从虚假但在对话者看来合乎常理的前提中推导出来的,这样的推论被称为逻辑性的,即辩证的;但如果是从实在且真实但在对话者看来不合常理的前提中推导出来的,则被称为粗劣的。而如果前提既虚假又极不合常理,即在对话者看来完全不合常理,显然这样的推论也将是粗劣的,要么是单纯且仅就其自身而言粗劣,要么就事情而言、即对于事情也是粗劣的。因为当问题既非不合常理也非虚假时,若有人通过这样的前提来证明它,这样的论证对于事情是粗劣的;而当问题本身也是此类时,通过这样的前提证明它的论证单纯而言是粗劣的,但若该问题无法通过更好的前提得到证明,则不再对于事情也是粗劣的。

§8.81

"Αἰτεῖσθαι δὲ φαίνονται τὸ ἐν ἀρχῇ πενταχῶς." Τὸ φαίνονται προσέθηκεν, ὅτι πρὸς ἀλήθειαν ἡ 〈τοῦ〉 ἐν ἀρχῇ αἴτησις τοσαυταχῶς λέγεται, ὡς ἐν τοῖς Ἀναλυτικοῖς ἐδείχθη· φαντασίαν μέντοι τοῦ τὰ ἐν ἀρχῇ λαμβάνειν τινὰ ἀποτελοῦσι κατὰ τοὺς πέντε τρόπους, οὓς ἐκτίθεται. Εἷς μὲν οὖν καὶ φανερώτατος τρόπος, εἴ τις αὐτὸ τὸ δεόμενον ἀποδείξεως αἰτήσας λάβοι, οἷον διὰ τί ὁ ἄνθρωπος λογικόν, διότι λογικός. οὗτος δὲ ὁ τρόπος τοῦ ἐν ἀρχῇ οὐ κατὰ δόξαν ἐστίν, ἀλλ’ ὁ κυρίως καὶ κατ’ ἀλήθειαν. τοῦτο δέ, ἤγουν τὸ ἐν ἀρχῇ αἰτεῖσθαι, οὐ ῥᾴδιον λανθάνειν ἐπὶ τοῦ τοιούτου τρόπου· οἷον εἴ τις ἐρωτήσας, διὰ τί ὁ ἄνθρωπος λογικόν, λάβοι αὐτὸ τοῦτο τὸ ἐρωτηθὲν εἰς ἀπόδειξιν αὐτοῦ, οὐδένα ἂν λάθοι ὅτι τὸ ἐν ἀρχῇ ᾐτήσατο.

“人们显现为通过五种方式乞题。” 他加上“显现为”,是因为在实情中乞题正如在《分析篇》中所证明的那样是通过这么多方式而言的;然而,他们依他所列出的五种方式造成了假定起初要论证之事的表象。其中一种且最为明显的方式,是有人索求并采纳需要证明的论题本身,例如人为何具有理性,答因其具有理性。乞题的这种方式并非出于意见,而是本义上且实情上的。然而,在这样一种方式中,乞题并不容易被忽视:例如,如果有人在询问人为何具有理性时,为了证明该论题却采纳了这件正被询问的事情本身,绝不可能有人察觉不到他在乞题。

§8.82

"Ἐν δὲ τοῖς συνωνύμοις, καὶ ἐν ὅσοις τὸ ὄνομα καὶ ὁ λόγος τὸ αὐτὸ σημαίνει, μᾶλλον." Συνωνύμοις φησὶν ἀντὶ τοῦ ‘πολυωνύμοις’. τὸ 〈δὲ〉 μᾶλλον ἐπ’ ἀμφοτέρων ἐχρήσατο, καὶ ἐπὶ τῶν πολυωνύμων καὶ ἐφ’ ὧν τὸ ὄνομα καὶ ὁ λόγος τὸ αὐτὸ σημαίνει· μᾶλλον γὰρ ἐπὶ τούτων ἢ εἰ αὐτό τις τὸ ζητούμενον ἐπὶ τῆς αὐτῆς λέξεως λαμβάνοι.2 ὁμοίως δὲ καὶ εἰ ἀντὶ λόγου ὄνομα λαμβάνοι, τὸ ἐν ἀρχῇ αἰτεῖται, καὶ εἰ λόγον ἀντὶ λόγου, ὅταν ἀμφότεροι τὸ αὐτὸ σημαίνωσιν. ὁ δὲ ἀντὶ ὀνόματος ὁρισμὸν λαμβάνων φαινομένως αἰτεῖται· δείκνυσι γάρ τινα διὰ τοῦ ὁρισμοῦ, ὅταν τὸ μὲν ὄνομα ἄδηλον ᾖ, ὁ δὲ ὁρισμὸς καὶ τὸ σημαινόμενον γνώριμον. τὰ δ’ ἄλλα εἴη ἂν τοῦ ἀληθῶς τὸ ἐν ἀρχῇ λαμβάνειν παραδείγματα. καὶ καθόλου, ὅταν δύο τινὰ ἀντιστρέφῃ ἀλλήλοις καὶ ᾖ ὁμοίως ἀσαφῆ, ὁ πρὸς τὴν τοῦ ἑτέρου δεῖξιν τῷ ἑτέρῳ αὐτῶν χρώμενος αἰτεῖται τὸ ἐν ἀρχῇ, ὥσπερ πάλιν καὶ ὁ πρὸς τὴν δεῖξίν τινος χρώμενος τῷ δεικνυμένῳ δι’ ἐκείνου· οὓς δύο τρόπους τῆς τοῦ ἐν ἀρχῇ λήψεως εἴρηκεν ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν. [ἄλλως. Εἰς τὸ ἐν δὲ τοῖς συνωνύμοις. ἀντὶ τοῦ ‘πολυωνύμοις’. καὶ ἐν ὅσοις τὸ ὄνομα καὶ ὁ λόγος τὸ αὐτὸ σημαίνει, ἤγουν τοῖς κυρίως συνωνύμοις, λανθάνει μᾶλλον. ἐν μὲν γὰρ τοῖς πολυωνύμοις, οἷον διὰ τί ὁ ἄνθρωπος λογικός, διότι ὁ ἄνθρωπος βροτὸς ἢ μέροψ· ὁ 〈δὲ〉 βροτὸς λογικός· ὁ ἄνθρωπος ἄρα λογικός· λανθάνει οὖν διὰ τὸ λαβεῖν πολυώνυμον. ἐν δὲ τοῖς συνωνύμοις, οἷον διὰ τί ὁ ἄνθρωπος νοῦ καὶ ἐπιστήμης δεκτικός, διότι ὁ ἄνθρωπος ζῷον πεζὸν δίπουν, τοῦτο δὲ νοῦ καὶ ἐπιστήμης δεκτικόν· ἔλαβε γὰρ συνώνυμον ὄνομα ἀντὶ τοῦ ἀνθρώπου τὸ ζῷον πεζὸν δίπουν. τῷ δὲ μᾶλλον καὶ ἐπ’ ἀμφοτέρων ἐχρήσατο, τῶν τε πολυωνύμων καὶ συνωνύμων, ἐπειδὴ καὶ ἐπ’ ἀμφοτέρων τὸ ζητούμενον ὁμοίως λανθάνει.] " Δεύτερον δέ, ὅταν κατὰ μέρος δέον ἀποδεῖξαι καθόλου τις αἰτήσῃ, οἷον ἐπιχειρῶν, ὅτι τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη, ὅλως τῶν ἀντικειμένων ἀξιώσειε." Φαινομένως τὸ ἐν ἀρχῇ λαμβάνει· ὁ γὰρ ζητουμένου τοῦ εἰ ἔστι τινὸς τῶν ἀντικειμένων τὸ πάντων λαμβάνων τὸ ἐν ἀρχῇ αἰτεῖται· οὐκέτι δέ, εἰ ζητουμένου εἰ τῶν ἐναντίων λάβοι τις τῶν ἀντικειμένων τῷ μὴ αὐτόθεν κεῖσθαι τὸ τὰ ἐναντία ἀντικείμενα εἶναι.

“在同义词中,以及在名称和话语指称相同之物的场合,则更不易被察觉。” 他说“同义词”是代替“多名语”。他将“更”用于这两种情况,即用于多名语以及名称和定义指称相同之物的场合;因为在这些场合中,相比于用完全相同的词句直接采纳被探求的事物本身,乞题更不易被察觉。同样地,如果有人用名称代替定义,也是在乞题;而在二者指称相同之物时,用定义代替定义亦是如此。然而,用定义代替名称的人只是在表面上乞题;因为当名称不明晰而定义及所指广为人知时,他是在通过定义证明某种事情。其余的情况则是真正乞题的实例。一般而言,当两件事物相互换位且同样不清晰时,使用其中一者来证明另一者的人就是在乞题,正如反过来使用通过某物被证明者来证明该物的人一样;关于乞题的这两种方式,他已在《前分析篇》第二卷中论及。[另解。针对“在同义词中”:代替“多名语”。“以及在名称和话语指称相同之物的场合”,即本义上的同义词中,更不易被察觉。因为在多名语中,例如人为何具有理性,是因为人是必死者或能言者;而必死者具有理性;所以人具有理性;由于采纳了多名语,因而未被察觉。而在同义词中,例如人为何能够接受理智与知识,是因为人是两足陆生动物,而这种动物能够接受理智与知识;因为他采纳了与“人”同义的名称,即“两足陆生动物”。他将“更”同样用于多名语与同义词两者,乃是因为在两者中被探求之物同样不易被察觉。]“第二,当应当证明个别情形而有人作全称索求时,例如企图证明相反者的知识是单一的,却全盘对对立者作此要求。” 他只是在表面上乞题;因为当探求的是某属性是否属于对立者中的某些事物时,采纳属于所有对立者的人就是在乞题;但当探求是否属于相反者时,若有人采纳对立者,则不再是乞题,因为相反者是对立者这一点并未被直接设定为自明的。

语法注2 条
  1. 8.80ἢ ἁπλῶς καὶ καθ’ αὑτὸ μόνον ἢ τοῦ πράγματος, τουτέστιν ἢ καὶ πρὸς τὸ πρᾶγμα

    属格 τοῦ πράγματος 表示形容词 φαῦλος 所关涉的方面或关系,正如注释者自己用介词短语 τουτέστιν ἢ καὶ πρὸς τὸ πρᾶγμα 所作的转述那样,意为“就事情而言/对于事情也是”。

  2. 8.82μᾶλλον γὰρ ἐπὶ τούτων ἢ εἰ αὐτό τις τὸ ζητούμενον ἐπὶ τῆς αὐτῆς λέξεως λαμβάνοι

    针对亚里士多德原文(162b36)中的副词 μᾶλλον(更……),注释者用从句 ἢ εἰ...(“比用完全相同的词句直接采纳被探求的事物本身”)补充了比较的标准,并在句中承前省略了 λανθάνειν(不易被察觉)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:576.19-578.21