- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:574.16-576.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐释了亚里士多德关于“虚假论证”的四种分类(未构成有效推论、推论与论题无关、未基于固有原则、基于虚假前提),说明了归谬法的地位(虽推导虚假但因确立真理而不应受谴责),并讨论了依据前提性质决定的论证优劣次序。
" Ψευδὴς δὲ λόγος καλεῖται τετραχῶς." Ὅτι κατὰ τέσσαρας τρόπους ψευδὴς γίνεται λόγος, καθ’ ἕνα μὲν καὶ πρῶτον, ἂν φαίνηται μὲν συνάγων τὸ προκείμενον,1 μὴ συνάγῃ δὲ ἀλλ’ ᾖ ἀσυλλόγιστος, ὅν φησιν ἐριστικὸν εἶναι· ἔστι γὰρ ἐκ φαινομένων ἐνδόξων μὴ ὄντων δέ. ἕνα δὲ [τὸν μὴ συλλογιζόμενον], ὅταν συλλογίζηται μέν τι ἐκ τῶν λαμβανομένων, οὐ μέντοι τὸ προκείμενον. τοῦτο δὲ συμβαίνειν φαίνεται μάλιστα τοῖς δι’ ἀδυνάτου δεικνύουσί τι. τοῦτο δ’ ἂν λέγοι, ἤτοι ὅτι πάντες οἱ εἰς ἀδύνατον ἀπάγοντες συλλογίζονται μέν, οὐ μὴν τὸ προκείμενον, ἀλλ’ ἔστιν ὁ συλλογισμὸς ψευδής· οὕτω γὰρ δεικνῦσι τὸ προκείμενον διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, οὐ τῷ αὐτὸ δεικνύναι διὰ συλλογισμοῦ. ἢ οὖν τοῦτο λέγει, ὡς Ἑρμίνῳ δοκεῖ, ἢ μᾶλλον, ὡς ἅπασι, λέγει συμβαίνειν μάλιστα τοῖς εἰς ἀδύνατον ἀπάγουσι τὸ μηδὲν πρὸς τὸ προκείμενον2 συλλογίζεσθαι πολλάκις, ὅταν ἀλλοτρίας τις τῆς ὑποθέσεως προτάσεις λάβῃ καὶ συμπερανάμενός τι ἀδύνατον ἀξιώσῃ, ἐπεὶ τοῦτο ἀδύνατον, τὸ ἀντικείμενον τῆς ὑποθέσεως λαμβάνειν· τῷ γὰρ μὴ παρὰ τὴν ὑπόθεσιν γεγονέναι τὸ ἀδύνατον (καὶ γὰρ χωρὶς ταύτης ἐκ τῶν καταλειπομένων τὸ αὐτὸ ἀδύνατον συνάγεται) οὐδὲν πρὸς τὸ προκείμενον· τοῦτο δ’ ἦν τὸ ἀντικείμενον τῆς ὑποθέσεως κατασκευάσαι. εἶπε δὲ καὶ ἐν τοῖς Ἀναλυτικοῖς ὅτι “τὸ μὴ παρὰ τοῦτο” ἐν τοῖς 〈εἰς〉 ἀδύνατον λέγουσι λόγοις. τρίτος τοῦ ψευδοῦς λόγου τρόπος, ὅταν τὸ λαμβανόμενον μὲν συνάγῃ τὸ προκείμενον, μὴ ᾖ δὲ οἰκεῖα τὰ λαμβανόμενα τῷ δεικνυμένῳ, οἷον εἰ γεωμετρικόν τι δεικνύει μὴ διὰ γεωμετρικῶν ἢ ἰατρικὸν μὴ διὰ ἰατρικῶν, καὶ τοῦτο ὁμοίως, ἄν τε ἀληθὲς ἄν τε ψεῦδος ᾖ τὸ συναγόμενον· ἡ γὰρ αἰτία τοῦ λόγου τὸ μὴ διὰ οἰκείων γίνεσθαι τῷ προκειμένῳ. ὁ γὰρ δεικνὺς ὅτι τὰ περιφερῆ ἕλκη βραδύτερον θεραπεύεται διὰ τοῦ λαμβάνειν τὸ τῶν ἰσοπεριμέτρων σχημάτων μέγιστον εἶναι τὸ τοῦ κύκλου ἐμβαδὸν3 οὐ δι’ ἰατρικῶν ἰατρικὸν συλλογίζεται. κατὰ δὲ τὸν τέταρτον τρόπον ψευδὴς γίνεται λόγος, ὅτε διὰ ψευδῶν προτάσεων καὶ ἀμέσων τι συνάγεται. ἀλλ’ οὐ τοῦ διότι ἀλλὰ τοῦ ὅτι ὁ τοιοῦτος γίνεται συλλογισμός. Εἰπὼν δὲ περὶ τοῦ τελευταίου τοῦ διὰ ψευδῶν ψεῦδος ἢ ἀληθὲς συνάγοντος, περὶ τοῦ πρώτου λέγων τοῦ ἐκ ψευδῶν ψεῦδος συνάγοντος τὸν ψευδῆ λόγον εἶναι τοῦ λέγοντος καὶ ἐρωτῶντος αὐτὸν ἁμάρτημά φησι, λέγων, ὡς εἶπον, ψευδῆ τὸν διὰ ψευδῶν ψεῦδος συλλογιζόμενον. ὁ δὴ τοιοῦτος λόγος καθ’ αὑτὸν μὲν ἐπιτιμήσεως ἄξιος οὐκ ἔστιν· εἰ γάρ ἐστι συλλογιστικός, εἴη ἂν ἁμαρτία τοῦ λέγοντος, καὶ οὐδὲ τούτου ἀεί, ἀλλ’ ὅταν ἀγνοήσῃ ὅτι ψεῦδός ἐστι. οὐ γὰρ πᾶς ὁ λόγος μεμπτός· ἔστι γάρ τις λόγος διὰ ψευδῶν ψεῦδός τι δεικνύς, ὃν πολλῶν ἀληθινῶν λόγων μᾶλλον ἀποδεχόμεθα ὡς μᾶλλον δεικνύντα καὶ συνιστῶντα τὸ προκείμενον. ἔστι δὲ οὗτος ὁ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς γινόμενος· ἐν γὰρ τῷ τοιούτῳ λόγῳ ὑπόθεσίν τινα λαμβάνοντες καὶ ἐπὶ ταύτῃ πρότασίν τινα ὅτι μάλιστα δοκοῦσαν (περὶ γὰρ ταύτης εἶπε τὸ ἐξ ὅτι μάλιστα δοκούντων ἀναιρεῖν τὸ ἀληθές· ἡ δὲ ἀσάφεια ἐν τῇ λέξει, ὅτι μιᾶς οὔσης τῆς τοιαύτης προτάσεως περὶ πλειόνων εἶπεν) ἐκ ταύτης τῆς ὑποθέσεως συνάγομέν τι ψεῦδος, δι’ οὗ ἀναιροῦμέν τι τῶν ἀληθῶν. ἀλλ’ ὅμως πρὸ πολλῶν λόγων ἀληθῶν ἀποδεχόμεθα μᾶλλον τὸν ὄντα ψευδῆ, ἐπεὶ ἀληθῶν ἀπόδειξίς ἐστι· καὶ γὰρ εἰ τὸ συμπέρασμα ψεῦδος ἔχει, ἀλλ’ ὅτι ἄλλο τι δι’ αὐτοῦ δείκνυται ἀληθές (τὸ γὰρ ἀντικείμενον τῇ ψευδεῖ ὑποθέσει· τοῦτο γὰρ ἐδήλου διὰ τοῦ δεῖ γὰρ τῶν κειμένων τι μὴ εἶναι παντελῶς, ἀλλὰ δηλονότι τὸ ἀντικείμενον αὐτῷ), ὁ τοιοῦτος λόγος καίτοι ψευδὴς ὢν ἀπόδειξίς ἐστιν. ὥστε οὐ πᾶς λόγος ψευδὴς ψεκτός. [ὁ μὲν τοιοῦτος λόγος καίτοι ψευδὴς ὢν ψεῦδος συνάγων ἀποδεικτικός.] [ἄλλως. Εἰς τὸ δεῖ γὰρ τῶν κειμένων τι μὴ εἶναι παντελῶς. δεῖ μὴ εἶναί τι τῶν κειμένων καὶ ὁμολογουμένων παντελῶς, ὥστε εἶναι τούτου ἀπόδειξιν, ἀλλὰ τῶν ἀμφιβαλλομένων· τὰ γὰρ ἀμφιβαλλόμενα διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς δείκνυνται· τὰ δὲ ὁμολογούμενα δέονται ἀποδείξεως ὡς ὄντα ἀποδεικτικά.] Ἑξῆς δέ φησι περὶ τοῦ ἐκ ψευδῶν ἀληθές τι συνάγοντος. λέγει γὰρ ὅτι 〈ὁ〉 ἀληθὲς μέν τι συνάγων διὰ ψευδῶν δὲ καὶ ἠλιθίων, ἤτοι εὐήθων, οὗ ἐμνημόνευσεν ἐν τοῖς ψευδέσι λόγοις τελευταίου, πολλῷ ἂν εἴη χείρων τῶν ψεῦδος συμπεραινόντων λόγων, εἰ ἐκεῖνοι δι’ ἐνδόξων τοῦτο ποιοῦσιν· ἦν γὰρ καὶ ὁ εἰς ἀδύνατον ἀπάγων ψεῦδός τι συνάγων, οὐ μὴν ἀδόκιμος. ἐνδέχεται δέ, φησί, καὶ ψεῦδός τι συνάγειν διὰ ψευδῶν καὶ ἠλιθίων προτάσεων· ὃς ἔτι φαυλότερος ἂν εἴη τοῦ προειρημένου. τούτοις προστίθησιν, ἐκ τῶν προειρημένων λόγου τοῦ ψευδοῦς γνωρίμου γεγονότος, πῶς δεῖ τὴν ἐξέτασιν ποιεῖσθαι τῶν λόγων.
“虚假的论证被称为有四种方式。” 关于论证依四种方式成为虚假的:按照第一种方式,如果它表面上推导出既定论题,但实际上没有推导出来且未构成推论,他称这种论证为争辩性的;因为它出自表面合乎常理而实际不然的前提。另一种方式[未构成推论的方式]是,虽然从所采纳的前提中推论出了某物,但并未推论出既定论题。这种情况似乎最常发生在那些通过不可能法来证明某物的人身上。他这话的意思可能是:要么所有归谬推导的人确实都在进行推论,但推论出的并非既定论题,而是其推论本身是虚假的(因为他们正是通过归谬法来表明既定论题,而不是通过推论直接证明该论题本身)。因此,要么像赫尔米努所认为的那样他是这个意思;要么更可能像所有人认为的那样,他是说归谬推导的人最常发生往往推论出与既定论题无关之物的情况,即当有人采纳了与假定无关的前提,并推论出某个不可能的结果后,因其不可能,便要求确立该假定的对立面。因为不可能的结果并非因该假定而产生(事实上即使没有这一假定,从其余前提中也能推导出同样不可能的结果),这与既定论题毫无关系;而本来的论题是要确立假定的对立面。他在《分析篇》中也曾说过,“并非由此所致”存在于归谬言论中。虚假论证的第三种方式是,所采纳的前提虽然推导出了既定论题,但所采纳的前提对于被证明的事物并非固有本己的;例如,某人不用几何学前提证明几何学问题,或不用医学前提证明医学问题,并且无论所推导出的结论是真是假,情况皆是如此。因为该论证的毛病在于并非通过既定论题所固有的前提进行。事实上,通过采纳在周长相等的图形中以圆面积最大这一前提,来证明圆形溃疡愈合较慢的人,就是没有通过医学前提推论医学问题。按照第四种方式,当通过虚假且直接的前提推导出某物时,论证成为虚假的。但这样的推论并非关于“为什么”,而是关于“是什么”的推论。 在谈论了通过虚假前提推导虚假或真实结论的最后一种情况之后,他在谈论通过虚假前提推导虚假结论的第一种情况时说,虚假的论证是陈述并提问该论证之人的过失;正如我说过的,他称通过虚假前提推论出虚假的论证为虚假论证。这样的论证就其本身而言并不值得谴责;因为如果它合乎推论形式,那将是陈述者的过失,而且也并非总是如此,而是在他不知道它是虚假的时候。因为并非所有这类论证都应受指责;事实上,存在某种通过虚假前提表明某种虚假结论的论证,我们对它的接纳胜过许多真实的论证,因为它更能表明并确立既定论题。这就是通过归谬法而进行的论证;因为在这样的论证中,我们采纳某个假定,并在此之上采纳一个尽可能显得合乎常理的前提(因为他所说的“从尽可能合乎常理的前提中破除真实”,指的就是这个;文辞上的含混之处在于,尽管这样的前提只有一个,他却用了复数),从这个假定中我们推导出某种虚假的结果,并以此破除真实事物中的某一个。然而,相比于许多真实的论证,我们宁可接纳这个本为虚假的论证,因为它是对真实事物的论证;事实上,即便它的结论包含虚假,但由于通过它证明了另一件真实的事情(即虚假假定的对立面;因为他通过“因为设定之物中的某项必须完全不存在” ——而是显而易见与其对立的事物〔必须存在〕——表明了这一点),这样的论证虽然虚假,却是一种论证。因此,并非所有虚假的论证都应受谴责。[这样的论证虽然虚假并推导出虚假,却是具有论证性的。][另解。针对“因为设定之物中的某项必须完全不存在”:某项事物必须不属于完全设定并公认之物,以使对它的论证存在,而是属于存疑之物;因为存疑之事是通过归谬法证明的,而已被公认之事作为论证性事物需要证明。]接着,他谈论了从虚假前提推导出某种真实结论的论证。他说,通过虚假且愚蠢、也就是荒谬的前提推导出真实事物的论证(即他在虚假论证中最后提到的那种),要远远劣于那些得出虚假结论的论证,只要后者是通过合乎常理的前提来进行的;因为归谬推导也是得出虚假结果的论证,但并非不可取的。他说,也可能通过虚假且愚蠢的前提推导出某种虚假的结果;这将比前述的论证更为恶劣。在此之上他又补充道,既然从前述内容中虚假的论证已为人所知,那么应当如何对论证进行检验。
- 8.79ἕνα δὲ [τὸν μὴ συλλογιζόμενον], ὅταν συλλογίζηται μέν τι ἐκ τῶν λαμβανομένων, οὐ μέντοι τὸ προκείμενον
承接前文 καθ' ἕνα μὲν καὶ πρῶτον 引出第二种方式。若略去底本中括号内的 τὸν μὴ συλλογιζόμενον,宾格 ἕνα [sc. τρόπον] 作状语(或省略了 κατὰ),意为“另一种方式是”,其具体内容由 ὅταν 从句引出。
- 8.79τῷ γὰρ μὴ παρὰ τὴν ὑπόθεσιν γεγονέναι τὸ ἀδύνατον ... οὐδὲν πρὸς τὸ προκείμενον
带冠词的不定式与格短语 τῷ ... γεγονέναι 表示原因(“因为不可能的结果并非因该假定而产生”)。主句省略了系动词 ἐστί,构成 οὐδὲν [ἐστι] πρὸς τὸ προκείμενον(与既定论题毫不相干)。
- 8.79τὸ τῶν ἰσοπεριμέτρων σχημάτων μέγιστον εἶναι τὸ τοῦ κύκλου ἐμβαδόν
位于介词短语 διὰ τοῦ λαμβάνειν 内部、作 λαμβάνειν 宾语的宾格不定式结构。属格 τῶν ἰσοπεριμέτρων σχημάτων 是修饰最高级 μέγιστον 的部分/比较属格,主语为 τὸ τοῦ κύκλου ἐμβαδόν(圆的面积),谓语为 μέγιστον(最大)。
