← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§573.21-574.15

明了论证的定义及其三种方式

亚历山大阐释了亚里士多德关于“明了的论证”的定义,将其区分为三种情形:前提直接且自明的情形、使用经由先前推论得以证明的前提这一惯常情形,以及省略了自明前提的看似单前提论证与修辞推论的情形。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.78

" Λόγος δέ ἐστι δῆλος ἕνα μὲν τρόπον καὶ δημοσιώτατον." Δῆλον λόγον λέγει τὸν φανερόν τε καὶ ἀληθῆ. λέγει δὲ τοῦτον γίνεσθαι τριχῶς. καθ’ ἕνα μὲν τρόπον φανερώτατον καὶ πᾶσι γνώριμον, ἐὰν ἐκ τοιούτων προτάσεων συμπεραινόμενον ᾖ τὸ προκείμενον, ὥστε μὴ δεῖν ἐπερωτῆσαι περὶ μηδενὸς τῶν εἰλημμένων διὰ τὸ γνώριμον καὶ σαφὲς αὐτῶν. τοιοῦτος δ’ ἂν εἴη ὁ ἐκ τῶν γνωρίμων τε καὶ ἐνδόξων καὶ ἀμέσων καὶ μὴ δεομένων δείξεως συνάγων τὸ προκείμενον· οἷον ὡς τὸ ‘πᾶς ἄνθρωπος ζῷον πεζόν, πᾶν ζῷον πεζὸν ζῷον’. κατὰ δεύτερον δὲ ὁ τρόπος συνήθης ἐστί· τὸ αὐτὸ γὰρ τῷ ὡς μάλιστα λέγεται. ὀλίγοι γάρ εἰσιν οἱ ἐξ ἀναποδείκτων προτάσεων λαμβανόμενοι, πολλοὶ δὲ καὶ συνήθεις οἱ λαμβάνοντες μὲν προτάσεις τὰς προσεχῶς δεικνυούσας τὸ προκείμενον, ἔχοντες μέντοι τὰς προτάσεις ἄλλων λόγων συμπεράσματα, τουτέστι προσυλλελογισμένας καὶ διὰ τοῦτο φανεράς. ὡς γὰρ ἐν ταῖς ἀποδείξεσι πρώτη μὲν καὶ κυριωτάτη ἡ ἐξ ἀμέσων καὶ πρώτων, δευτέρα δὲ ἡ διὰ τοιούτων ἃ δι’ ἀμέσων δείκνυται, οὕτω καὶ ἐπὶ τῶν φανερῶν λόγων μάλιστα μὲν φανερὸς ὁ διὰ γνωρίμων καὶ μὴ δεομένων δείξεως, δεύτερος δὲ ὁ διὰ δεδειγμένων [καὶ] διὰ τοιούτων γνώριμος. τρίτον δὲ τρόπον τοῦ δήλου λέγει, εἰ ἐλλείπει μὲν καὶ μὴ εἴη πάντα εἰλημμένα τὰ ἐφ’ οἷς τὸ συμπέρασμα,1 εἴη δὲ τὸ λεῖπον σφόδρα ἔνδοξόν τε καὶ γνώριμον. τοιοῦτος καὶ ὁ δοκῶν μονολήμματος2 ‘ἀναπνεῖς, ζῇς ἄρα’· γνώριμον γὰρ τὸ παραλελειμμένον τὸ ‘πᾶν ἀναπνέον ζῇ’. τοιαῦτά ἐστι καὶ τὰ ἐνθυμήματα· ‘οὗτοι κολάσεως ἄξιοι· ἱερόσυλοι γάρ’· παρεῖται γὰρ τὸ τοὺς ἱεροσύλους ἀξίους εἶναι κολάσεως.

“论证在一种、也是最为公开的方式下是明了的……” 他所谓的明了的论证,是指既明白且真实的论证。他说这可以通过三种方式产生。按照一种最明白且为人人所知的方式,如果既定论题是从这样一些前提中推导出来的,以至于因其熟知与明晰,完全不需要对所采纳的任何前提再作追问。这样的论证便是从熟知、合乎常理、直接且不需要证明的前提中推出既定论题的论证;例如“凡人皆是陆生动物,凡陆生动物皆是动物”。按照第二种方式,这种样式是惯常的;因为这与“最大程度上”是同一个意思。因为从无需证明的前提中采纳的论证是少数,但采纳直接证明既定论题的前提、然而这些前提又是其他论证的结论(也就是先行推论出来的、并因此而显明的)的论证,则是多数且惯常的。正如在证明中,第一位且最根本的是出自直接且第一原理的证明,第二位的是通过那些由直接前提证明出的事物而进行的证明;同样,在显明的论证中,最显明的是通过熟知且不需要证明的前提而进行的论证,第二位的则是通过由这类前提所证明出的事物而为人熟知的论证。而他谈到明了的论证的第三种方式是:如果有所缺失,并且结论所依据的前提并未全被采纳,但所缺失的前提是极其合乎常理且为人熟知的。表面上看似单前提的论证也是如此:“你在呼吸,因此你活着”;因为所省略的“凡呼吸者皆活着”是为人熟知的。修辞推论也是这类事物:“这些人罪有应得;因为他们是神庙盗贼”;因为“神庙盗贼罪有应得”这一前提被省略了。

语法注2 条
  1. 8.78τὰ ἐφ’ οἷς τὸ συμπέρασμα

    介词 ἐπί 接关系代词与格 οἷς 构成的短语表示结论赖以成立的基础或条件。它与名词化的中性复数定冠词 τά 连用,表达“结论据以成立的诸前提”这一逻辑依存关系。

  2. 8.78ὁ δοκῶν μονολήμματος

    此处省略了名词 λόγος。分词 δοκῶν(显得、似乎)置于阳性单数定冠词 ὁ 与复合形容词 μονολήμματος(单前提的)之间构成定语位置,意为“看似只有单个前提的[论证]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:573.21-574.15