- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:571.18-573.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《论题篇》卷八第11章(162a19–162a24),探讨了从可接受程度不均等的两前提推导出的结论其合乎常理的程度,并通过具体例证阐明了在原本可以用较少前提证明时却多余地附加前提这一推论过失。
" Εἰ δ’ ἐξ ἀμφοτέρων τι δοκούντων δειχθείη, μὴ ὁμοίως δὲ δοκούντων." Εἰ μὲν μὴ εἶεν ἀμφότεραι αἱ προτάσεις δοκοῦσαι, τουτέστιν ἔνδοξοι, ἀλλ’ ἡ μὲν μᾶλλον ἡ δὲ ἧττον, οὐδὲν κωλύει τὸ δι’ αὐτῶν δεικνύμενον συμπέρασμα ἀμφοτέρων τῶν προτάσεων ἐνδοξότερον εἶναι· οὐ γὰρ κεκώλυται μὴ σφόδρα ἐνδόξων οὐσῶν τῶν προτάσεων τὸ συμπέρασμα σφόδρα ἔνδοξον εἶναι. εἰ μέντοι ἡ μὲν ἔνδοξος εἴη τῶν προτάσεων, ἡ δὲ μήτ’ ἔνδοξος μήτ’ ἄδοξος, ἢ ἡ μὲν ἔνδοξος ἡ δὲ ἄδοξος, εἰ μὲν ὁμοίως,1 καὶ τὸ συμπέρασμα ἀμφοτέρων μεθέξει ὁμοίως, εἰ δὲ τῶν προτάσεων ἡ ἑτέρα μᾶλλον εἴη ἢ ἔνδοξος ἢ ἄδοξος, τῇ τὸ μᾶλλον ἐχούσῃ καὶ τὸ συμπέρασμα ἀκολουθήσει.
“如果从两个被认可的前提证明出某事,但它们并非同样被认可。” 如果前提双方并非都被认可,也就是说并非都合乎常理,而是一方更合乎常理,另一方较不合乎常理,那么通过它们证明出来的结论比两个前提都更合乎常理,这并没有任何妨碍;因为即使前提并非极其合乎常理,也并不妨碍结论是极其合乎常理的。然而,如果前提中有一方是合乎常理的,而另一方既非合乎常理亦非悖于常理,或者一方合乎常理而另一方悖于常理,那么,如果[双方的程度]相当,结论也将同样分有二者;但如果前提中有一方更合乎常理或更悖于常理,结论也将随从具有更大程度的那一方。
"Ἔστι δέ τις καὶ αὕτη περὶ τοὺς λόγους ἁμαρτία." Ἁμαρτίαν φησὶν ἐν συλλογισμῷ γίνεσθαι παρὰ τὸ διὰ πλειόνων δείκνυσθαι ἐνὸν δι’ ἐλαττόνων2 καὶ ἐνυπαρχόντων τοῖς πλείοσι τοῖς εἰς δεῖξιν εἰλημμένοις, δῆλον ὅτι τὰ τοῖς δεικνύουσι τὸ προκείμενον προσκείμενα ἐκ περισσοῦ πρόσκειται. ποιεῖ δὲ τὸ λεγόμενον φανερὸν διὰ παραδείγματος. ἔστω γὰρ συλλογίσασθαι ὅτι ἔστι δόξα μᾶλλον ἑτέρα ἑτέρας· προσεχῶς μὲν οὖν ἔστι τοῦτο συλλογίσασθαι λαβόντα ‘ἐν πᾶσιν, ἐν οἷς ἐστι τὸ μέν τι αὐτό, τὸ δὲ μὴ αὐτό, ἐν τούτοις τὸ μᾶλλόν ἐστι καὶ τὸ ἧττον· ἔστι δ’ ἐν δόξῃ τὸ μέν τι αὐτό, τὸ δὲ μὴ αὐτό’. [καὶ ἐδήλουν τὸν ἄνθρωπον λέγοντες.] ἂν δέ τις ἐνὸν δι’ ὀλίγων δεῖξαι τὸ προκείμενον διὰ πολλῶν αὐτὸ δεικνύῃ, λαμβάνων ἐν τοῖς πλείοσι καὶ αὐτὰ ταῦτα δι’ ὧν μόνων ἐνῆν δεῖξαι τὸ προκείμενον, ἁμαρτάνοι ἄν. οἷον εἰ πρῶτον μὲν αἰτήσαιτο ἐν οἷς τὸ αὐτὸ καὶ μή, καὶ τὸ μάλιστα εἶναι, καὶ πρὸς τούτοις λαμβάνοι τὸ δοξαστὸν εἶναί τι αὐτό, τὸ δ’ ἀληθὲς τῷ αὐτοδοξαστῷ προσθείη, δῆλον τὸ κυρίως ὄν· τὸ γὰρ κυρίως μᾶλλον ὄν· ἐξ ὧν συνάγει ὅτι καὶ τὸ αὐτοδοξαστὸν μᾶλλον δοξαστὸν τῶν τινῶν, ἃ δῆλον ὅτι οὐκ ἔχει τὸ αὐτό· ἔχων δὲ κείμενον μᾶλλον ἄλλο ἄλλου δοξαστὸν εἶναι, εἰ προσλάβοι πᾶν τὸ πρὸς τὸ μᾶλλον λεγόμενον μᾶλλον εἶναι, ὃ ἴσον ἐστὶ τῷ τῶν πρὸς ἄλληλα λεγομένων τὸ πρὸς τὸ μᾶλλον τοιοῦτον λεγόμενον καὶ αὐτὸ μᾶλλον τοιοῦτον· οἷον εἰ ἐπιστήμη πρὸς ἐπιστητόν, καὶ ἡ τοῦ μᾶλλον ἐπιστητοῦ μᾶλλον ἐπιστήμη· οὕτω καὶ ἐπὶ αἰσθήσεως· ἐπεὶ τοίνυν καὶ ἡ δόξα δοξαστοῦ ἐστι, καὶ ἡ τοῦ μᾶλλον δοξαστοῦ ἔσται μᾶλλον δόξα· ἔσται ἄρα μᾶλλον δόξα αὐτοαληθής, ἥ ἐστι μᾶλλον ἀκριβὴς τῶν τινῶν, ὥσπερ ἦν καὶ ἐπὶ τῶν δοξαστῶν. ὁ δὴ ταῦτα εἰς τὴν τοῦ προκειμένου δεῖξιν λαμβάνων ἔχει ἐν αὐτοῖς ᾐτημένον καὶ κείμενον τό τε εἶναί τινα δόξαν αὐτοαληθῆ· τὸ γὰρ ᾔτηται δὲ καὶ αὐτοδόξαν ἀληθῆ εἶναι τοῦτο σημαίνει, τὸ εἶναί τινα καὶ αὐτοδόξαν· ἀλλὰ καὶ τοῦτο εἴληφε, τὸ μάλιστα εἶναι ἕκαστον ὃ λέγεται αὐτό· ἐξ ὧν τὸ προκείμενον συνάγεται τὸ εἶναί τινα δόξαν ἀκριβεστέραν, τουτέστι μᾶλλον τῶν ἄλλων. ἡ γὰρ ἀκριβεστέρα δόξα μᾶλλον τῶν ἄλλων δόξα· ἐν ᾧ γὰρ τὸ αὐτό, ἐν τούτῳ 〈τὸ〉 μάλιστα καὶ ἀκριβέστατον· ἐν δὲ δόξῃ τὸ αὐτό· ἐν δόξῃ ἄρα τὸ μάλιστα καὶ ἀκριβέστατον. [ἄλλως. Ὅτι ἔστι τις δόξα μᾶλλον 〈ἑτέρα〉 ἑτέρας. τοῦτο γοῦν ἔσται δι’ ὀλίγων δεῖξαι οὕτως· ἔστι δόξα κυρίως καὶ οὐ κυρίως· πᾶν δὲ τὸ κυρίως καὶ οὐ κυρίως ἐστὶ μᾶλλον καὶ ἧττον. εἰ δέ τις αἰτήσειε καὶ λάβοι πλείους προτάσεις, εἶτα συλλογίσαιτο, οὕτως· εἰ τὸ ἕκαστον δοξαστόν ἐστι, τὸ αὐτοέκαστον μᾶλλον δοξαστόν ἐστι καὶ αὐτοαληθῶς δοξαστόν, ἤτοι αὐτοδοξαστόν· ὥστε τῶν τινῶν ἑκάστων τὸ αὐτοέκαστον αὐτοδοξαστόν, ἤτοι μᾶλλον δοξαστόν· ὥστε καὶ ἡ αὐτοδόξα μᾶλλον ἔσται ἀκριβὴς τῶν τινῶν δοξῶν.] Τίς δ’ ἡ ἁμαρτία τῶν οὕτω δεικνύντων καὶ τίς ἡ τῶν τοιούτων λόγων μοχθηρία, προστίθησι·3 ποιοῦσι γὰρ διὰ τὰ ἔξωθεν καὶ ἐκ περισσοῦ προστιθέμενα λανθάνειν τὰ τοῦ συμπεράσματος αἴτια.
“关于论证也有这样一种过失。” 他说,推论中的过失是由于:在本来可以通过较少的前提,且这些前提已经内在包含于为证明而采纳的较多前提之中的情况下,却通过较多的前提来证明;显然,附加在足以证明既定论题的前提之上的东西,乃是多余地附加的。他通过一个实例使所说的事项显明。因为假定要推论出:一种意见比另一种意见更是意见。直接地,某人便可以通过采纳以下前提来推论出这一点:“在凡是存在其自身之物和非其自身之物的一切事物中,皆存在程度的较多与较少;然而在意见中,存在其自身之物和非其自身之物。”[并且他们借着言及人来阐明这一点。]但是,如果有人在本来可以通过少数前提证明既定论题的情况下,却通过多数前提来证明它,并在较多数的前提中同时采纳了仅凭它们就足以证明既定论题的这些前提本身,他就犯了过失。例如,如果他首先要求:在存在其自身与非其自身的事物中,也存在最为极端的状况;除这些之外,还采纳可被意见者是某种其自身之物,并且在可被意见者自身之上附加真理,显然也就是本真地存在;因为本真地存在者在更大程度上存在;由此他得出结论:可被意见者自身比那些显然不具有其自身性的个别事物更是可被意见者;既然设定了一种可被意见者比另一种更是可被意见者,如果他又进一步采纳:凡是相对更具某种性质者而言的事物自身也更具该性质——这等同于说,在相互关联而言的事物中,相对更具某种性质者而言的事物自身也更具该性质;例如,如果知识是相对于可知者而言的,那么更可知者的知识也是更完全的知识;在感觉上也是如此;因此,既然意见也是关于可被意见者的,那么更可被意见者的意见也将更是意见——于是,其自身为真的意见,也就是比各个别意见更精确的意见,也将更是意见,正如在各个可被意见者身上所呈现的那样。因此,将这些前提采纳来用于证明既定论题的人,已经在它们之中预设并设定了存在某种其自身为真的意见;因为“预先要求了意见自身也是真的”这一说法就意味着:存在某种意见自身;而且他也采纳了这一点:被称为“其自身”的每个事物都是最为极端的;由此便得出了既定论题,即存在某种更精确的意见,也就是说比其他意见更是意见。因为更精确的意见比其他意见更是意见;因为在具有其自身之物的地方,便具有最极端和最精确之物;然而在意见中存在其自身之物;因此在意见中存在最极端和最精确之物。[另一种解释。某种意见比另一种意见更是意见。无论如何,这可以通过少数前提如下证明:存在本真的意见和非本真的意见;而凡是本真与非本真的事物,皆有较多与较少。但如果有人要求并采纳更多的前提,进而如下推论:如果每个事物都是可被意见者,那么每个事物自身就更是可被意见者且是其自身真实地可被意见者,即自身可被意见者;因此每个事物自身就是自身可被意见者,即比各个特定的事物更是可被意见者;因此意见自身也将比各个别意见更为精确。]以这种方式证明的人的过失何在,以及这类论证的拙劣何在,他随后补充道:因为他们通过从外部多余地附加进来的前提,使得结论的原因被掩盖起来。
- 8.76εἰ μὲν ὁμοίως
承前省略句,指在前面提出的条件(一者合乎常理而另一者中立,或一者合乎常理而另一者悖于常理)中两者程度处于同等均衡的状态,理解为“如果[双方程度]相当”。
- 8.77παρὰ τὸ διὰ πλειόνων δείκνυσθαι ἐνὸν δι’ ἐλαττόνων
介词 παρά 带有动名词宾格(τὸ δείκνυσθαι)表示原因(“由于……/由于证明……”)。分词 ἐνόν 是非人称动词 ἔνεστι 的宾格绝对结构,带有让步意味(“尽管本可以通过较少前提来证明”)。
- 8.77Τίς δ’ ἡ ἁμαρτία τῶν οὕτω δεικνύντων καὶ τίς ἡ τῶν τοιούτων λόγων μοχθηρία, προστίθησι
由 τίς 引导的间接疑问从句(“以这种方式证明的人的过失何在,以及此类论证的拙劣何在”)前置在句首,充当主句动词 προστίθησι(他补充道)的直接宾语。
