- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:569.9-571.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释亚里士多德《论题篇》卷八第11章(161b34–162a12),论述不同论题推论难度的差异、就论证自身评价与针对论题评价的区别、从虚假前提推导真理的合理性,以及论证中不相干成分的处理。
" Οὐ δεῖ δὲ πάντων τῶν προβλημάτων ὁμοίως ἀξιοῦν τοὺς συλλογισμούς." Τὸν διαλεκτικὸν συλλογισμὸν δι’ ἐνδόξων προτάσεων ἀξιῶν γίνεσθαι, νῦν φησιν οὐ πάντων τῶν προβλημάτων ὁμοίως ἐνδόξους εἶναι τὰς προτάσεις· οὐ γὰρ οἷόν τε τοῦτο, ὅτι μηδὲ τὰ προβλήματα πάντα ὅμοια, ἀλλ’ ἔστιν αὐτῶν τὰ μὲν φύσει ῥᾴω καὶ εὐεπιχείρητα, τὰ δὲ χαλεπώτερα καὶ οὐκ εὔπορα πρὸς ἐπιχείρησιν. ἐχόντων δὲ τῶν προβλημάτων ταύτην τὴν διαφορὰν ἀδύνατον πάντα ὁμοίως δι’ ἐνδόξων δείκνυσθαι προτάσεων, ἀλλ’ ἱκανὸν τὸ καθ’ ἕκαστον πρόβλημα, ὃ ἐνδέχεται ἔνδοξον ληφθῆναι, τούτου εὐπορῆσαι· οὐδὲν γὰρ ἧττον διαλεκτικῶς ἔσται δεδειγμένα τῶν διὰ σφόδρα ἐνδόξων δεδειγμένων τὰ δι’ ἧττον τοιούτων δεικνύμενα,1 ὅταν μὴ 〈ᾖ〉 οἷόν τε τὸ πρόβλημα δι’ ἐνδοξοτέρων δειχθῆναι.
“但不应对所有论题的推论都作同样的要求。” 他在要求辩证推论应当通过合乎常理的前提来进行的同时,现在指出并非对于所有的论题前提都同样合乎常理;因为这是不可能的,既然各个论题也并非全都是相似的,而是它们当中有些在本质上更容易且易于展开论述,另一些则更为困难且不便于展开论述。既然论题具有这样的差异,所有论题就不可能都同样通过合乎常理的前提来证明,而是只要在每个论题中能够充分具备可以采纳为合乎常理的前提,这就足够了。因为当某个论题不可能通过更合乎常理的前提来证明时,通过不那么合乎常理的前提所证明的事项,其以辩证方式证明的程度丝毫不亚于通过极其合乎常理的前提所证明的事项。
"Φανερὸν οὖν ὅτι οὐδὲ λόγῳ ἡ αὐτὴ ἐπιτίμησις πρός τε τὸ προβληθὲν καὶ καθ’ αὑτόν." Φανερόν φησι καὶ διὰ τούτου γενέσθαι τὸ μὴ τὴν αὐτὴν ἐπιτίμησιν λόγῳ γίνεσθαι καθ’ αὑτόν τε ἐξεταζομένῳ καὶ εἰ πρὸς τὸ πρόβλημα ἐξετάζοιτο πρὸς ὃ γίνεται. ψεκτὸς γάρ τις δοκῶν εἶναι καθ’ αὑτόν, ὡς πρὸς τὸ πρόβλημα ἐξεταζόμενος ὁ τοιοῦτος οὐ δόξει ψεκτὸς εἶναι· καὶ ἔμπαλιν οὐκ ὢν ψεκτός, εἰ πρὸς τὸ πρόβλημά τις αὐτὸν ἐξετάζοι, ψεκτὸς ἂν εἴη. καθ’ αὑτὸν γὰρ ψεκτός τις ὢν λόγος, διὰ γνωριμωτέρων ἢ δι’ ἐνδοξοτέρων συλλογιζόμενος οὐ δόξει πρὸς τὸ πρόβλημα ἐξεταζόμενος ψεκτὸς εἶναι καὶ ἐπιτιμήσεως ἄξιος τῷ διὰ πλειόνων καὶ ἐνδοξοτέρων δειχθῆναι. ὁ γὰρ ἀναιρῶν τὸ τὰ πάντα καθ’ εἱμαρμένην γίνεσθαι καὶ λόγον2 διὰ τὸ μάτην εἶναι τούς τε ἐπαίνους καὶ τοὺς ψόγους καθ’ αὑτὸν μὲν ἐξεταζόμενος οὐκ ἂν ἄξιος ἐπιτιμήσεως φαίνοιτο. εἰ δέ τις αὐτὸν ἐξετάζοι πρὸς τὸ πρόβλημα, ἐνδεεστέρως ἂν ἔχειν δοκοῖ τῷ διὰ πλειόνων καὶ ἐνδοξοτέρων δύνασθαι τὸ προκείμενον δείκνυσθαι· διὰ γὰρ τοῦ ἀναιρεῖσθαι πᾶν τὸ ἐνδεχόμενον, ἀλλὰ καὶ τὸ ἐφ’ ἡμῖν· οὕτω δὲ καὶ τὸ μὴ εἶναι τὴν ἀρετὴν καὶ τὴν κακίαν ἐφ’ ἡμῖν ἀναιρεῖται, ὡς μάτην εἶναι καὶ τὸ βουλεύεσθαι.
“由此显然,针对所提出的论题与针对论证自身,即便对同一个论证而言批评也并不相同。” 他说,由此也显明,同一个论证在就其自身受检验时,与如果针对它所针对的论题受检验时,所受到的批评并不相同。因为一个就其自身而言显得应受指责的论证,在针对该论题受检验时就不会显得应受指责;相反,一个不应受指责的论证,如果有人针对论题来检验它,就会变成应受指责的。因为一个就其自身而言应受指责的论证,若通过更为人熟知或更合乎常理的前提进行推论,在针对论题受检验时就不会显得应受指责并值得批评,[而另一个论证]则会因为本来可以通过更多且更合乎常理的前提来证明[而值得批评]。因为那个以赞扬和责备皆属徒劳为由而否定万物依命运与理法而生这一观点的论证,若就其自身受检验,并不会显得值得批评。但如果有人针对论题来检验它,它就会显得有所欠缺,因为既定的论题本来可以通过更多且更合乎常理的前提来证明;因为随着所有可能之事的被否定,我们力所能及之事也被否定了,这样一来,美德与恶习不在我们力所能及之内这一点也被否定了,从而深思熟虑也成了徒劳。
"Εἴη δ’ ἄν ποτε λόγος καὶ συμπεπερασμένος μὴ συμπεπερασμένου χείρων." Καὶ τοῦτο δεικτικὸν τοῦ μὴ τὴν αὐτὴν ἐπιτίμησιν εἶναι καθ’ αὑτόν τε τῷ λόγῳ καὶ πρὸς τὸ πρόβλημα ἐξεταζομένῳ. καθ’ αὑτὸν μὲν γὰρ χείρων ἐστὶν ὁ λόγος ὁ μὴ διὰ τῶν κειμένων συμπεραινόμενος τὸ προκείμενον τοῦ διὰ τῶν λαμβανομένων συλλογιστικῶς τι δεικνύοντος. εἰ δὲ πρὸς τὸ πρόβλημα ἐξετάζοιτο, φανείη ἄν ποτε ὁ λόγος ὁ μὴ συμπεραινόμενος τοῦ συμπεραινομένου καλλίων· ὅταν γὰρ ὁ μὲν συμπεραινόμενος δι’ αἰτήσεων τινων συμπεραίνηται εὐήθων, τοῦ προβλήματος μὴ ὄντος εὐήθους καὶ μὴ δυναμένου δι’ εὐήθων δείκνυσθαι, ὁ δὲ μὴ συμπεραινόμενος προσδέηται μὲν προτάσεώς τινος ἀλλ’ ἐξ ἀνάγκης τοῖς κειμένοις ἑπομένης καὶ ἐναργοῦς, ἡ δὲ ἰσχὺς τοῦ λόγου ἐν τῇ εἰλημμένῃ 〈ᾖ〉 ἀλλὰ μὴ ἐν τῇ λειπούσῃ.3
“有时得出了结论的论证甚至可能劣于未得出结论的论证。” 这也证明了对论证就其自身受检验与针对论题受检验而言,批评并不相同。因为就其自身而言,未通过设定的前提推导出既定论题的论证,确实劣于通过所采纳的前提推论性地证明了某种结论的论证。但如果针对论题来检验,未得出结论的论证有时可能显得比得出了结论的论证更为优越;因为当得出结论的论证是通过某些幼稚的前提来得出结论,而该论题并不是幼稚的且不能通过幼稚的前提来证明,至于未得出结论的论证虽然还需要补充某个前提,但该前提必然随从于所设定的前提且显而易见,论证的力量在于已经采纳的前提而不在于欠缺的前提时,情况便是如此。
"Τοῖς δὲ διὰ ψευδῶν ἀληθὲς συμπεραινομένοις οὐ δίκαιον ἐπιτιμᾶν." Γράφεται καὶ δίκαιον καὶ οὐ δίκαιον. καὶ τὰ προστιθέμενα ἔοικε μᾶλλον ἀκόλουθα εἶναι τῷ οὐ δίκαιον. ἐπεὶ γάρ, ὡς δέδεικται ἐν τοῖς Ἀναλυτικοῖς, ἔστιν οὐ μόνον δι’ ἀληθῶν ἀλλὰ καὶ διὰ ψευδῶν συλλογίσασθαι, ὅταν τὰ ψευδῆ, δι’ ὧν τις ἀληθῆ δεικνύει, ἔνδοξα καὶ εὐπαρακολούθητα ᾖ μᾶλλον τῶν ἀληθῶν, οὐ δίκαιον ἐπιτιμᾶν τοῖς διαλεκτικῶς δεικνύουσι τὸ προκείμενον. ἐὰν δὲ ᾖ δίκαιον ἐπιτιμᾶν, λέγοι ἂν ὅτι ἄξιον ἐπιτιμᾶν τούτοις, οἷς ἐνὸν δι’ ἀληθῶν τὸ προκείμενον δεικνύειν αἱροῦνται μᾶλλον διὰ ψευδῶν.
“批评那些通过虚假前提得出真理结论的人是不正当的。” 原文也有作“正当”的,也有作“不正当”的。而其后所补充的内容似乎更符合“不正当”。因为正如在《分析篇》中所证明的那样,不仅可以通过真实前提而且可以通过虚假前提来进行推论,所以当某人用来证明真理的虚假前提比真实前提更合乎常理且更容易理解时,批评那些以辩证方式证明既定论题的人就是不正当的。但如果批评是“正当”的,那么他的意思就是:对于那些本可以通过真实前提证明既定论题却宁愿选择通过虚假前提来证明的人,批评他们是应当的。
"Ὅταν δὲ ἀπόδειξις ᾖ τινος ὁ εἰρημένος λόγος, εἴ τί ἐστιν ἄλλο πρὸς τὸ συμπέρασμα μηδαμῶς ἔχον." Ὅταν ὁ λεγόμενος συλλογισμὸς ἀπόδειξις ᾖ τινος, τουτέστιν ἐξ ἀληθῶν καὶ οἰκείων τοῦ δεικνυμένου δεικνύῃ αὐτό, πρὸς μέν τι ἄλλο οἰκεῖον τῷ γενομένῳ συμπεράσματι συντελοῖ ἂν ὁ τοιοῦτος συλλογισμός. εἰ γὰρ εἴη τὸ γινόμενον ἐπ’ αὐτῷ συμπέρασμα συντελοῦν εἰς ἄλλου τινὸς ἀπόδειξιν, εἴη ἂν πρὸς τὸ διὰ τοῦ συμπεράσματος αὐτοῦ δεικνύμενον συντελῶν καὶ ὁ λόγος, ὃς ἦν ἀπόδειξις τῆς συντελούσης εἰς τὸν δεύτερον γινόμενον λόγον προτάσεως· τοιοῦτοι γὰρ οἱ προσυλλογισμοί. ἐὰν δὲ φαίνηταί τι συντελῶν, σόφισμα ἔσται καὶ οὐκ ἀπόδειξις· εἰ γάρ τι εἴη μηδεμίαν οἰκειότητα ἔχον πρὸς τὸ τῆς ἀποδείξεως συμπέρασμα, οὐκ ἔσται πρὸς ἐκεῖνο συντελῶν ὁ εἰρημένος συλλογισμός.
“当所陈述的论证是某事的证明时,如果还有其他与结论毫无关系的事物。” 当所说的推论是某事的证明时,也就是说它是从真实且属于被证明之物所特有的前提中证明该事物时,这样的推论就会对与所得出的结论具有特有联系的某种其他事物有所助益。因为如果在它之中得出的结论有助于对某种其他事物的证明,那么作为有助于第二种生成之论证的前提之证明的原论证,也会对通过该结论自身所证明的事物有所助益;前推论正是如此。但如果它只是看似有所助益,它就将是诡辩而不是证明;因为如果存在某种与该证明的结论毫无特有联系的事物,那么所陈述的推论就不会对那个〔事物〕有所助益。
- 8.71οὐδὲν γὰρ ἧττον διαλεκτικῶς ἔσται δεδειγμένα τῶν διὰ σφόδρα ἐνδόξων δεδειγμένων τὰ δι’ ἧττον τοιούτων δεικνύμενα
该句的主语是中性复数实质化分词短语 τὰ δι’ ἧττον τοιούτων δεικνύμενα(“通过不那么合乎常理的前提所证明的事项”),谓语动词是完成被动将来时 ἔσται δεδειγμένα。属格短语 τῶν διὰ σφόδρα ἐνδόξων δεδειγμένων 作为比较属格从属于 οὐδὲν ἧττον(“丝毫不亚于”)。
- 8.72τὸ τὰ πάντα καθ’ εἱμαρμένην γίνεσθαι καὶ λόγον
定冠词 τὸ 将随后的整个不定式分句 τὰ πάντα καθ’ εἱμαρμένην γίνεσθαι καὶ λόγον 实质化,作为分词 ὁ ἀναιρῶν 的直接宾语。名词 λόγον 为宾格,与 εἱμαρμένην 并列作为介词 καθ’ 的宾语(呼应斯多亚派学说,“依命运与理法”)。
- 8.73ἡ δὲ ἰσχὺς τοῦ λόγου ἐν τῇ εἰλημμένῃ 〈ᾖ〉 ἀλλὰ μὴ ἐν τῇ λειπούσῃ
该分句构成了 ὅταν 条件从句的末尾部分;其主语是 ἡ ἰσχὺς τοῦ λόγου,谓语则是由 ἐν 引导的介词短语,省略了系动词(如 ᾖ)。转折短语 ἀλλὰ μή 明确限定了论证力量的所在(“在于已采纳的前提,而不在于欠缺的前提”)。
