← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§55.20-57.14

将四问题归于定义的困难与个别方法

亚历山大援引泰奥弗拉斯托斯的尝试,论证了若企图将四个问题归并于定义这一单一普遍方法之下,必将导致极度的局限或极度的繁复与晦涩,从而阐明了为每个问题分别设立特有方法的合理性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.24#2

ὥστε οὐ μόνον τὰ πρὸς κατασκευὴν τῶν ἄλλων χρήσιμα πρὸς τοὺς ὅρους, ἀλλ’ οὐδὲ τὰ πρὸς ἀνασκευὴν τούτων ῥηθέντα χρήσιμα πάντα πρὸς τὴν τοῦ ὁρισμοῦ ἀνασκευήν. διὰ μὲν οὖν ταῦτα οὔτε οἷόν τε ὁρικὰ πάντα λέγειν τὰ προβλήματα οὔτε μίαν τινὰ καθόλου μέθοδον περὶ αὐτῶν εὑρεῖν. καὶ Θεόφραστος δὲ ἐν τοῖς αὑτοῦ Τοπικοῖς καθόλου μίαν μέθοδον παραδιδόναι σπουδάσας ἐχώρισε μὲν τῶν ἄλλων τὸ συμβεβηκὸς ὡς μὴ ὑπαγόμενον τῷ ὅρῳ, τὰ ἄλλα δὲ πειραθεὶς τῷ ὁρισμῷ ὑποτάσσειν ἀσαφεστέραν ἐποίησε τὴν πραγματείαν. ἀλλὰ καὶ εἰ εὑρεθείη, φησί, μέθοδός τις μία, ἀλλὰ παντελῶς ἀσαφής τε καὶ δύσχρηστος ὁ τρόπος ἂν εἴη. ἢ γὰρ δεήσει τὸν δεῖξαι βουλόμενόν τι παρὰ τὸν ὁρισμὸν διὰ τούτων μόνων αὐτὸ δεικνύναι, ἃ δύναται καὶ εἰς τὴν τοῦ ὁρισμοῦ κατασκευὴν συντελεῖν, οἷον τὸν τὸ συμβεβηκὸς δεικνύντα δεικνύναι ὅτι ὑπάρχει, οὐκέτι δὲ καὶ ὅτι ἐνδέχεται καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν ἔξω τοῦ ὁρισμοῦ τὰ οὕτως ὑπάρχοντα· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. δύσχρηστος δὴ καὶ ἀπεστενωμένη περὶ ἑκάστου ἡ ἐπιχείρησις γίνεται, καὶ ἔτι τὰ οἰκειότατα ἀφήρηκε καὶ οἷς τῶν ἄλλων ἕκαστον αὐτῶν διαφέρει, ἐπειδὴ μὴ τὰ τοιαῦτα οἷόν τέ ἐστιν ὁρικὰ λέγειν. ἢ ἂν λέγοι τις1 πάντα μὲν ἐν τοῖς ὁρισμοῖς εἶναι, καὶ τὰ ἑκάστου τούτων ἀνασκευαστικὰ καὶ κατασκευαστικά, μὴ ὁμοίως μέντοι ἔχειν, ἀλλὰ τὰ μέν τινα τῶν τοῦ συμβεβηκότος ἀνασκευαστικῶν ἀνασκευαστικὰ εἶναι καὶ τοῦ ὅρου, ὡς τὸ μὴ ὑπάρχειν, τὰ δὲ ἔμπαλιν ἔχειν· ἀνασκευαστικὰ γὰρ ὄντα τοῦ συμβεβηκότος εἰς κατασκευὴν τοῦ ὅρου χρησιμεύει· τὸ γὰρ ὑπάρχον μέν, μὴ οὕτως δὲ ὡς οἷόν τε ὑπάρχειν τε καὶ μή, ἀναιρετικὸν μὲν τοῦ συμβεβηκότος, χρήσιμον δὲ πρὸς τὴν τοῦ ὅρου κατασκευήν· δεῖ γὰρ τὰ ἐν τῷ ὁρισμῷ μὴ οὕτως ὑπάρχειν ὡς δύνασθαι καὶ ὑπάρχειν καὶ μή. ὁμοίως καὶ ἐπὶ τοῦ γένους ὁ μὲν ἀνασκευάζων αὐτὸ διὰ τοῦ μὴ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι τῷ αὐτῷ καὶ τὸν ὁρισμὸν ἀνασκευάζει, ὁ δὲ διὰ τοῦ ἐν τῷ τί ἐστι κατηγορούμενον μὴ ἐπὶ πλέον αὐτοῦ εἶναι διὰ τούτων κατασκευάσει·2 αὐτὰ γάρ ἐστι κατασκευαστικὰ τοῦ ὁρισμοῦ· δεῖ γὰρ ἐπὶ τῶν ὁρισμῶν καὶ τοῦτο δείκνυσθαι, ὅτι μὴ ἐπὶ πλέον. καὶ ὁ τὸ ἴδιον δὲ ἀνασκευάζων διὰ τοῦ ἐπ’ ἴσης μὲν εἶναι σημαίνειν δὲ τὸ τί ἦν εἶναι ἄντικρυς τοῖς τοῦ ὁρισμοῦ κατασκευαστικοῖς χρῆται πρὸς ἀναίρεσιν τοῦ ἰδίου. ὡς δὲ τὰ τούτων ἀνασκευαστικὰ ὄντα αὐτοῦ ἦν κατασκευαστικά, οὕτως πάλιν καί τινα τῶν ἀνασκευαζόντων τὸν ὅρον πρὸς τὴν τούτων ἐστὶ κατασκευὴν χρήσιμα. ὁ γὰρ ἀναιρῶν τὸν ὅρον διὰ τοῦ οἷόν τε ὑπάρχειν τε καὶ μὴ ὑπάρχειν κατασκευάσει διὰ τούτων τὸ συμβεβηκός· ὁμοίως καὶ ὁ ἀναιρῶν διὰ τοῦ ἐν τῷ τί ἐστι κατηγορούμενον ἐπὶ πλέον εἶναι τὸ γένος κατασκευάσει· καὶ ὁ διὰ τοῦ ἐπ’ ἴσης ὂν μὴ σημαίνειν τὸ τί ἦν εἶναι ἀνασκευάζων τὸν ὅρον τὸ ἴδιον κατασκευάζει. καὶ πάλιν ὁ κατασκευάζων ὅτι τὸ τί ἦν εἶναι σημαίνει ὁ ἀποδεδομένος λόγος καὶ διὰ τοῦτο ὁρισμός ἐστιν, ἀνασκευάζει τῶν ἄλλων ἕκαστον. ὁ δὴ τούτῳ τῷ τρόπῳ πειρώμενος πάντα μιᾷ μεθόδῳ ὑπάγειν ἀσαφῆ καὶ δύσχρηστον ἐνστήσεται πραγματείαν. ἐκείνως μὲν οὖν ἦν ἀδύνατον τὸ εὑρεῖν· οὕτως δὲ ἀσαφὴς καὶ δύσχρηστος εἴη ἂν ἡ μέθοδος, ὡς ἐδιδάξαμεν, εἰ καὶ εὑρεθείη. εἰ δὲ ἰδίᾳ καθ’ ἕκαστον τῶν ἐκκειμένων τεσσάρων γενῶν ἀποδίδοιτό τις μέθοδος, ῥᾴων ἂν καὶ σαφεστέρα εἴη, ἐκ τῶν περὶ ἕκαστον οἰκείων γενομένη καὶ διακεκριμένη καὶ ἔχουσα ὅρον εὐσύνοπτον· εὐκολώτερον γὰρ καὶ σαφέστερον ἰδίᾳ περὶ τοῦ συμβεβηκότος λέγειν δι’ ὧν αὐτὸ κατασκευάζειν ἢ ἀνασκευάζειν οἷόν τε, ἢ ὡς πρὸς τὸν ὁρισμὸν ἐπιχειροῦντας λέγειν ‘ταῦτα μὲν τῶν περὶ τοῦ ὁρισμοῦ λεγομένων κατασκευαστικὰ τοῦ συμβεβηκότος ἐστί, ταῦτα δὲ ἀνασκευαστικά’· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. διό φησιν ‘ὥσπερ εἴρηται, καθόλου μὲν εἰς τὰ προειρημένα γένη τέσσαρα τὴν διαίρεσιν ποιητέον (τὸ γὰρ τύπῳ τοῦ καθόλου δηλωτικόν), τῶν δὲ ἄλλων τὰ μάλιστα οἰκεῖα ἑκάστῳ προσαπτέον τε καὶ ὑπακτέον, τῷ μὲν ὅρῳ τὴν τῶν σαφεστέρων ὀνομάτων ἐκ τῶν ἀσαφεστέρων μετάληψιν καὶ τὴν περὶ ταὐτοῦ ζήτησιν, τῷ δὲ γένει τὰ ἀπὸ τῶν διαφορῶν, καὶ τῷ ἰδίῳ τὰ ποτὲ καὶ πρός τι ἴδια, τῷ δὲ συμβεβηκότι τὰ συγκριτικά’.

因此,不仅对确立其他项有用的论据并非都对定义有用,而且关涉这些项的反驳所说的一切也并非都对定义的反驳有用。正是由于这些原因,既不可能把所有问题都称为定义性的,也不可能发现关于它们的一种单一的普遍方法。泰奥弗拉斯托斯在他自己的《论题篇》中也曾致力于传授一种单一的普遍方法,他将偶性作为不从属于定义之物而与其他项分开,但由于试图将其他各项从属于定义,他使该论述变得更加晦涩了。然而,他说,即使能发现某种单一的方法,其样式也将是完全晦涩且难以使用的。因为要么想证明定义之外的某物的人必须仅仅通过那些也能有助于确立定义的事物来证明它——例如证明偶性的人必须仅证明它属于,而不再证明它能够既属于又不属于(因为以此种方式属于者处于定义之外;在其他各项上也是同样);这样,关于每一项的探究就变得难以使用且受到极度局限,而且他还除去了最特有的东西以及它们各自借以与其他项相区别的根据,因为这类东西不能被称为定义性的——;要么有人可能会说,一切都在定义之中,每一项的反驳和确立论据也是如此,但它们并不是以同样的方式关联,而是偶性的某些反驳论据也是定义的反驳论据(如不属于),而另一些则具有相反的关系;因为它们虽是偶性的反驳论据,却有助于确立定义;因为属于、但并非以能够既属于又不属于的方式属于者,固然推翻了偶性,却对确立定义是有用的;因为定义之中的事物绝不能以能够既属于又不属于的方式属于。同样,在属的问题上,通过不在“何所是”中被述说而反驳它的人,也正是通过同一点反驳了定义,但通过在“何所是”中被述说者并不超出该事物的外延而[反驳属]的人,将通过这些来确立[定义];因为这些正是定义的确立论据;因为在定义的情形中这也必须被表明,即其外延并不超出。而通过具有同等外延却表示“本是其所是”来反驳固有属性的人,正是直接使用定义的确立论据来推翻固有属性。正如作为这些项的反驳论据之物是定义的确立论据一样,反过来,某些反驳定义之物同样对这些项的确立是有用的。因为通过能够既属于又不属于而推翻定义的人,将通过这些来确立偶性;同样,通过在“何所是”中被述说者超出外延而推翻定义的人,将确立属;而通过虽有同等外延却不表示“本是其所是”而反驳定义的人,确立了固有属性。再者,确立所给出的表述表示“本是其所是”并因此是定义的人,反驳了其他各项中的每一项。因此,企图以此种方式将一切归入一种方法之下的人,将建立起晦涩且难以使用的论述。因此,以前一种方式是不可能发现[方法]的;而以这种方式,正如我们所阐明的,即使被发现了,该方法也将是晦涩且难以使用的。但是,如果针对所提出的四个属中的每一个分别给出某种方法,它就会更容易且更清晰,因为它出自关于每一项所特有的内容,被清楚地区分开,并且具有易于通览的界限;因为分别关涉偶性说明凭借什么能够确立或反驳它,要比犹如针对定义来进行探究而说“关涉定义所说的这些内容是偶性的确立论据,而这些是反驳论据”更加容易且清晰;在其他各项上也是同样。因此他说:“正如已经说过的,在大体上必须对上述四个属进行划分(因为‘概略地’表示普遍),而在其余各项中,必须把最特有于每一项的内容附加并归属给它:把由较晦涩的名称替换为较清晰的名称以及关于同一性的探求归于定义,把来自种差的论据归于属,把暂时的和相对的固有属性归于固有属性,把比较性的论据归于偶性。”

语法注2 条
  1. 1.24ἢ γὰρ δεήσει... ἢ ἂν λέγοι τις...

    展示试图寻求单一普遍方法时所产生的两种不利后果的选言结构。第一个选言肢(ἢ γὰρ δεήσει...)表明仅限于有助于定义之物会导致探究极度局限,而第二个选言肢(ἢ ἂν λέγοι τις...)则表明若企图将所有论据都归入定义,则会陷入充满正反倒错的复杂体系之中。

  2. 1.24ὁ δὲ διὰ τοῦ ἐν τῷ τί ἐστι κατηγορούμενον μὴ ἐπὶ πλέον αὐτοῦ εἶναι διὰ τούτων κατασκευάσει

    与前文并列分句“ὁ μὲν ἀνασκευάζων...”相呼应的结构。主语是“通过在‘何所是’中被述说者不超出事物外延来[反驳属]的人”,动词“κατασκευάσει”的宾语依上下文应补入“定义”(τὸν ὁρισμόν)。这表明推翻属的条件在此转变成为了确立定义的论据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:55.20-57.14