← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§567.7-569.8

对论证自身的五种批评及赫尔米努斯说辨析

亚历山大阐释了亚里士多德在《论题篇》卷八第11章中提出的对论证就其自身的五种批评(非推论性且前提虚假、推导出其它结论、补充劣质前提、冗余、前提可信度低于结论),并指出了注疏家赫尔米努斯的分类划分方案的缺陷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.70

" Καθ’ αὑτὸν δὲ τῷ λόγῳ πέντε εἰσὶν ἐπιτιμήσεις." Δείξας ὅτι μὴ αἱ αὐταὶ ἐπιτιμήσεις καθ’ αὑτόν τε ἐξεταζομένῳ λόγῳ καὶ ἐρωτωμένῳ, νῦν, πόσαι καὶ ἐπὶ τίσιν αἱ καθ’ αὑτὸν ἐπιτιμήσεις λόγῳ γίνονται, λέγει. πέντε δέ φησιν εἶναι, ὧν πρώτη, ὅταν ἐκ τῶν ἠρωτημένων μηδὲν συμπεραίνηται,1 μήτε τὸ προκείμενον μήτε ἄλλο τι, τουτέστιν ἂν ἀσυλλόγιστα ᾖ, καὶ ἔτι ψευδεῖς ὦσιν αἱ κείμεναι προτάσεις ἢ ἄδοξοι, πᾶσαι ἢ τινὲς αὐτῶν, ἐφ’ αἷς ἐπιφέρεται τὸ συμπέρασμα, πρὸς δὲ τούτοις μήτ’ ἀφαιρεθέντων τινῶν μήτε προστεθέντων συνάγηται τὸ συμπέρασμα· τὸ γὰρ ψευδεῖς καὶ ἀδόξους λαμβάνοντα προτάσεις μηδὲν συνάγειν παντάπασιν ἄτοπον. τοιοῦτον ἐν τῇ Φυσικῇ ἀκροάσει ἔδειξε λόγον ὄντα καὶ τὸν Μελίσσου καὶ τὸν Παρμενίδου· “καὶ γὰρ ψευδῆ λαμβάνουσι καὶ εἰσὶν ἀσυλλόγιστοι”. τοιοῦτος γὰρ ὁ λέγων ‘τὸ παρὰ τὸ ὂν οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν, ἓν ἄρα τὸ ὄν’· οὐ γὰρ τοῦτο συνάγεται. οὗτος μὲν 〈οὖν〉οὐ δοκεῖ τὸ προκείμενον συνάγειν, ἀλλ’ ἄλλο τι συνάγει συλλογιστικῶς· τὸ γὰρ ‘παρὰ τὸ ὂν οὐδέν’. ὁ δὲ λέγων ‘εἰ τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ γενόμενον οὐκ ἔχει· ἀλλὰ μὴν τὸ γενόμενον ἀρχὴν ἔχει’ οὔτε τὸ προκείμενον οὔτε ἄλλο τι συλλογίζεται πρὸς τῷ καὶ τὰ λαμβανόμενα ψευδῆ τε καὶ ἄδοξα λαμβάνειν· διὸ εἶπεν ἐπ’ αὐτοῦ ἐν τῇ Φυσικῇ “μᾶλλον δὲ ὁ Μελίσσου φορτικός”. ὅταν οὖν, φησί, μήτε λαμβανομένων ἅ ἐστιν ἰσοδύναμα τοῖς κειμένοις, μήτε προστιθεμένων τινῶν μήτε ἀφαιρουμένων, μήτε τῶν μὲν ἀφαιρουμένων τῶν δὲ προστεθέντων, δύνηται συνάγεσθαι συλλογιστικῶς, ὑπὸ τὴν προειρημένην ἐπιτίμησιν ὁ λόγος ἂν εἴη. ταῦτα δὲ προστέθεικε τὴν κυρίως ἀσυλλόγιστον συμπλοκὴν λαμβάνων καὶ μηδὲ βοηθείας τινὸς τυχεῖν δυναμένην πρὸς τὸ δοκεῖν μὴ εἶναι ἀσυλλόγιστον· ὁποῖός ἐστιν ὁ Μελίσσου λόγος ὁ προειρημένος. δευτέραν τίθησιν ἐπιτίμησιν, εἰ αἱ μὲν προτάσεις συλλογιστικῶς κείμεναι εἶεν καὶ ὁ λόγος εἴη συλλογιζόμενός τι, μὴ μέντοι τὸ προκείμενον, ἐκ τοιούτων τε καὶ οὕτως ὡς εἴρηται πρότερον, τουτέστιν ἢ ψευδῶν ἢ ἀδόξων ἐν τῇ πρώτῃ ἐπιτιμήσει. καὶ εἴη ἂν μετὰ τὴν πρώτην ἐπιτίμησιν, ἥτις ἐγένετο ἐπὶ τῷ πάντα ἡμαρτημένως ἔχοντι λόγῳ, δευτέρα ἡ ἐπὶ συλλογιζομένῳ μὲν οὔτε δὲ τὸ προκείμενον οὔτε δι’ ἀληθῶν τε καὶ ἐνδόξων. τοιοῦτος ἂν εἴη ὁ Παρμενίδου λόγος, δεικνὺς μέν τι καὶ συνάγων, ἀλλ’ οὐ τὸ προκείμενον, καὶ ἔτι διὰ ψευδῶν. τρίτη ἐπιτίμησις, εἰ προστιθεμένου τινὸς συνάγοιτο τὸ προκείμενον συλλογιστικῶς, τὸ μέντοι προστιθέμενον χεῖρόν τε εἴη τῶν κειμένων καὶ ἠρωτημένων καὶ ἧττον ἔνδοξον τοῦ συμπεράσματος. δεῖ γὰρ τὰ γνωριμώτερα ἐν τοῖς λόγοις παραλείπεσθαι· ὅταν οὖν τὸ παραλειπόμενον ἀγνωστότερόν τε τῶν κειμένων καὶ ἀδοξότερον τοῦ συμπεράσματος, ἐπιτιμήσεως ὁ λόγος ἄξιος. τετάρτη ἐπιτίμησις, ἂν ἀφαιρουμένου ἀπὸ τοῦ λόγου ἐκ τῶν λειπομένων συνάγηται συλλογιστικῶς· ὡς ἔχουσιν οἱ παρέλκοντες λόγοι. εἰ γὰρ δεῖ τὸ συναγόμενον κατὰ συλλογισμὸν τῷ ταῦτα εἶναι συνάγεσθαι, ἐν οἷς λόγοις ἀφαιρεθέντων τινῶν τὰ αὐτὰ συνάγεται, δῆλον ὅτι οὐ τῷ τὰ εἰλημμένα εἶναι τὸ συμπέρασμα. πέμπτην ἐπιτίμησίν φησιν εἶναι, εἰ ἐξ ἀδοξοτέρων καὶ ἧττον πιστῶν τοῦ συμπεράσματος ὁ λόγος εἴη ἢ ἐξ ἀληθῶν μὲν χαλεπωτέρων δὲ δειχθῆναι τοῦ προβλήματος. ὑφ’ ἕνα δὲ τρόπον ἐπιτιμήσεως ἀμφότερα τὰ προειρημένα ἔταξεν, ἐπειδὴ ἐν ἀμφοτέροις, τῷ τε ἀδοξότερα τὰ λαμβανόμενα εἶναι καὶ τῷ χαλεπώτερα δειχθῆναι, ἕν ἐστι τὸ ἁμαρτανόμενον, τὸ ἧττον εἶναι πιστὰ τὰ λαμβανόμενα τοῦ συμπεράσματος. ἀδοξότερα μὲν οὖν τὰ λαμβανόμενα ἐν τῷ λόγῳ εἰσίν, εἰ βωμοί εἰσι, θεοί· πλείονος δὲ λόγου δεόμενα, εἴ τις δεικνύει τὴν ψυχὴν ἀθάνατον διὰ τὸ κίνησιν αὐτὴν αὐτοκίνητον εἶναι· τό τε γὰρ τὴν ψυχὴν κίνησιν δεῖξαι χαλεπόν, τό τε κίνησιν οὖσαν κινεῖσθαι χαλεπώτερον. Ἑρμῖνος μέντοι τὴν ἀπὸ τῆς προσθέσεως καὶ τῆς ἀφαιρέσεως ἐπιτίμησιν μίαν φησὶν εἶναι, τὴν δ’ ἀπὸ τοῦ δι’ ἀδοξοτέρων ἢ δι’ ἀληθῶν πλείονος δεομένων λόγου εἰς δύο ἐπιτιμήσεις διαιρεῖ. τοῦτο δὲ ποιῶν ποιεῖ καὶ τὴν δευτέραν ἐπιτίμησιν τὴν αὐτὴν τῇ τετάρτῃ. ἢ δὶς παραλαμβανόμενον τὸ ἐξ ἀδοξοτέρων·2 καὶ γὰρ ἡ δευτέρα τοῦτο εἶχεν, εἰ καὶ μὴ τὸ προκείμενον συλλογίζεται ἀλλ’ ἄλλο τι.

“对论证就其自身而言,则有五种批评。” 在表明了对就其自身受检验的论证与在提问中的论证而言批评并不相同之后,他现在说明对论证就其自身而言的批评有多少种以及因何而发。他说有五种,其中第一种是:当从被提问的前提中得不出任何结论,既得不出既定的论题也得不出任何其他结论,也就是说推论不能成立时,而且作为结论所依据而提出的那些前提,其全部或部分是虚假的或不合常理的,此外无论删减某些前提还是增补某些前提都推不出结论;因为采纳虚假且不合常理的前提却推不出任何东西,是完全荒谬的。他在《物理学》中表明了梅利梭斯的论证和巴门尼德的论证正是此类:“因为他们采纳虚假之物,并且不能成立推论”。因为这样的人会说“存在之外者是非存在,非存在为无,故存在是一”;因为这并不是被推导出来的。这个人似乎并没有推导出既定的论题,而是推论性地推导出了另一件事,即“存在之外什么也没有”。另一方面,说“若生成之物有开端,则未生成之物无开端;然而生成之物有开端”的人,不仅采纳虚假且不合常理的前提,而且既未推导出既定的论题也未推导出任何其他结论;这就是为什么他在《物理学》中关于此人说“毋宁说梅利梭斯的论证更为粗鄙”。因此他说,当无论采纳与设定之物等价的前提,还是增补或删减某些前提,抑或删减某些而增补另一些前提,都无法通过推论进行推导时,该论证就属于上述批评。他补充这些规定,是因为他把这种结合视作严格意义上不能成立推论的结合,并且无法获得任何有助于使其显得并非不可推论的补救;前述梅利梭斯的论证正是如此。他提出的第二种批评是:如果前提是以推论方式设定的,论证也确实推导出了某种结论,然而推导出的却不是既定的论题,并且是出于前述的此类前提且以前述的方式做出的,也就是说如同第一种批评中所述,是从虚假或不合常理的前提中做出的。在针对完全充满错误的论证所作的第一种批评之后,第二种批评将针对的是虽然进行了推论,但既未推导出既定论题,也未通过真实且合乎常理的前提来进行推论的论证。巴门尼德的论证便是如此,它确实论证并推导出了某种结论,但并不是既定的论题,而且还是通过虚假前提做出的。第三种批评是:若增补某种前提,既定的论题就能通过推论被推导出来,然而所增补的前提却比那些设定并被提问的前提更差,并且比结论更不合常理。因为在论证中应当省略那些更为人熟知的前提;因此,当被省略的前提比设定的前提更不为人知,且比结论更不合常理时,该论证就应当受到批评。第四种批评是:若从论证中删减某项前提,从剩余的前提中仍能推论性地推导出结论;冗余的论证便是如此。因为如果推论中所推导出的结论必须是因为这些前提成立而推导出的,那么在那些删减了某些前提之后仍能推导出相同结论的论证中,结论显然并不是由于所采纳的那些前提成立而得出的。他说第五种批评是:如果论证出自比结论更不合常理且更不可信的前提,或者出自虽然真实却比论题更难证明的前提。他把上述两者归入同一种批评方式之下,因为在这两者中——无论是在采纳的前提更不合常理中,还是在更难证明中——错误的核心只有一个,即采纳的前提比结论更不可信。论证中采纳的前提更不合常理的情况如“如果有祭坛,就有诸神”;而需要更多论证的情况如有人因灵魂是自我运动的运动而证明灵魂是不朽的;因为证明灵魂是运动本已困难,而证明它作为运动还能被运动则更为困难。然而赫尔米努斯说,因增补而来的批评和因删减而来的批评属于同一种,而他把因出自更不合常理的前提或出自需要更多论证的真实前提而来的批评划分为两种批评。但他这样做,就使第二种批评也变得与第四种批评相同了。否则,“出自更不合常理的前提”就被采纳了两次;因为第二种批评也包含了这一点,即便它所推导出的不是既定论题而是别的结论。

语法注2 条
  1. 8.70ὧν πρώτη, ὅταν ἐκ τῶν ἠρωτημένων μηδὲν συμπεραίνηται

    属格关系代词 ὧν 指先行词 πέντε[ἐπιτιμήσεις],省略了系词 ἐστίν 并以 πρώτη 作表语。由 ὅταν 引导的时间从句整体充当解释第一种批评内容的表语部分。

  2. 8.70ἢ δὶς παραλαμβανόμενον τὸ ἐξ ἀδοξοτέρων

    紧接在 ἢ 之后的短语提出了另一个不能令人接受的推论,以替代前文“赫尔米努斯使第二种批评与第四种相同”的结论。此处为省略了限定动词(如 γίνεται 或 ποιεῖ)的破格句(anacoluthon),中性分词 παραλαμβανόμενον 与冠词短语 τὸ ἐξ ἀδοξοτέρων 构成主干,表述“否则‘出自更不合常理的前提’这一条就被采用了两次”之意。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:567.7-569.8