← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§565.10-567.6

妨碍对话合作、提问者责任与论证本身的缺陷

注解亚里士多德《论题篇》第8卷第11章(161a37–161b11),探讨对话中对共同工作的妨碍或争论术态度归咎于双方的机制,并分析因对反题采纳与乞求原论缺乏明确界定而导致的论证缺陷,从而将论证本身的缺点与提问者的责任明确区分开来。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.68

" Ἐπεὶ δὲ φαῦλος κοινωνὸς ὁ ἐμποδίζων τὸ κοινὸν ἔργον." Οὕτω καὶ ἐν τοῖς διαλεγομένοις (οὗτοι δέ εἰσιν οἱ τοῦ γυμνάζεσθαι χάριν τὰς διὰ λόγων συνουσίας ποιούμενοι) * * κοινὸν ἔργον, ἄν τε ὁ ἐρωτῶν ἄν τε ὁ ἀποκρινόμενος τοῦτο ποιῇ, παραβαίνων τὸν τοῦ διαλεκτικοῦ σκοπὸν ἐπιτιμήσεώς ἐστιν ἄξιος. εἰπὼν δὲ καὶ ἐν τῷ λόγῳ καὶ ἐν τοῖς διαλόγοις κοινόν τι ἔργον προκεῖσθαι, [καὶ γὰρ ἐν τῷ διαλέγεσθαι] προσέθηκε πλὴν τῶν ἀγωνιζομένων. διότι δὲ τούτοις κοινόν τι ἔργον οὐ πρόκειται, ἐδήλωσεν· ἀμφότεροι γὰρ οἱ ἀγωνιστικῶς διαλεγόμενοι ἐφίενται φαινομένης νίκης· ἀδύνατον δὲ ἐν τῷ αὐτῷ λόγῳ ἅμα τοὺς ἀντιλέγοντας ἀλλήλους νικᾶν· πλείους γὰρ ἑνὸς ἀδύνατον.1 διαφέρει δὲ οὐδὲν τὸν ἐρωτῶντα ἢ τὸν ἀποκρινόμενον εἶναι τὸν ἐμποδίζοντα τὸ κοινὸν ἔργον· ἑκάτερος γὰρ αὐτῶν ἐριστικῶς ποιεῖται τὴν συνουσίαν· καὶ γὰρ ὁ ἐρωτῶν ἐριστικῶς ἐρωτᾷ, καὶ ὁ ἀποκρινόμενος οὐ δίδωσι τὸ φαινόμενον ἔνδοξον, οὐδὲ καθ’ ὃ ὁ ἐρωτῶν τὴν ἐρώτησιν ποιεῖ, ἐκλαμβάνει ἀλλὰ πάλιν μετάγει ὥστε δῆλον ἐκ τῶν εἰρημένων ὅτι μὴ ὁμοία ἡ ἐπιτίμησις λόγου καθ’ αὑτόν τε καὶ ἐν ἐρωτήσει· οὐδὲν γὰρ κωλύει τὸν μὲν λόγον φαῦλον εἶναι ἐξεταζόμενον καθ’ αὑτόν, τὸν μέντοι ἐρωτῶντα αὐτὸν ὡς ἐνδέχεται βέλτιστα διειλέχθαι πρὸς τὸν ἀποκρινόμενον, εἰ εἴη δυσκολαίνων καὶ μὴ ποιούμενος κατὰ δόξαν τὰς ἀποκρίσεις. [ἄλλως. Οὐδὲν γὰρ κωλύει τὸν μὲν συλλογισμὸν φαῦλον εἶναι αὐτὸν καθ’ αὑτὸν διὰ τὸ ἐξ ἀδόξων προτάσεων συλλογισθῆναι, τὸν δὲ ἐρωτῶντα καλῶς καὶ ἀμεταπτώτως πρὸς τὸν ἀποκρινόμενον διαλεχθῆναι· οὐ γὰρ συνεχώρει αὐτῷ ὁ ἀποκρινόμενος ἐνδόξους προτάσεις ἀλλὰ ἀδόξους. ὥστε οὐ μεμπτέος, εἰ ἐξ ὧν συνεχωρεῖτο, ἐποιεῖτο καὶ τὸν συλλογισμόν· ἀδύνατον γὰρ ἦν ἄλλως συλλογίσασθαι πρὸς τοὺς δυσκολαίνοντας καὶ μὴ καλῶς ἀποκρινομένους. πρὸς γὰρ τοὺς τοιούτους οὐ δυνατὸν τὸν ἐρωτῶντα ποιεῖν συλλογισμοὺς οἵους βούλεται, ἀλλ’ οἵους ἐνδέχεται· ἐκεῖνος γὰρ ἂν βούλοιτο μὲν ἔνδοξον ποιῆσαι συλλογισμόν, τοῦ δὲ μὴ συγχωροῦντος τὰ ἔνδοξα ἀνάγκη συλλογίσασθαι αὐτὸν ὡς ἐνδέχεται καὶ ἐξ ὧν κρατήσει. οὕτως δὲ ποιῶν οὐ μεμπτέος ἂν εἴη].

“因为妨碍共同工作的人是恶劣的同伴。” 在进行对话的人当中(这些人是为了锻炼而通过论证进行交往的人)也是如此,[……共同的工作],无论提问者还是回答者做出这种事,都因逾越辩证家的目标而应当受到批评。他在说过在论证和对话中都有某种共同工作摆在面前之后,又补充道“除争胜者之外”。他阐明了为什么对于这些人而言没有共同工作摆在面前;因为争胜性对话的双方都企求表面上的胜利,但在同一个论证中相互反驳的双方不可能同时获胜;因为不可能有多于一人[获胜]。而妨碍共同工作的人是提问者还是回答者,并没有任何区别;因为他们之中的每一方都在以争论术的方式进行交往。实际上,提问者争论术地提问,回答者也不认同表面上合乎常理的意见,既不按照提问者提出问题的含义来理解,反而又转移论点。因此从上述内容显然可知,论证就其自身的批评与在提问中的批评是不相似的;因为没有任何理由阻止论证在就其自身受检验时是劣质的,而提问者本人在面对回答者时已经尽可能妥善地进行了交谈,只要回答者怀有敌意且未能依据常理作出回答。[异文。因为没有任何理由阻止推论本身由于从不合常理的前提中推出而就其自身而言是劣质的,而提问者面对回答者却进行了良好且不可动摇的交谈;因为回答者当时认同于他的不是合乎常理的前提,而是不合常理的前提。因此,如果提问者是从那些被认同的前提中进行推论的,他就不应当受到谴责;因为面对那些怀有敌意且未能妥当回答的人,不可能以其他方式进行推论。因为面对这样的人,提问者不可能做出他所希望的那种推论,而只能做出可能做出的推论;因为提问者固然希望做出合乎常理的推论,但既然对方不认同合乎常理的前提,他就必然只能尽可能地根据能让自己取胜的前提来进行推论。而这样做的人是不应当受到谴责的]。

§8.69

"Ἐπεὶ δέ ἐστιν ἀδιόριστον πότε τὰ ἐναντία λαμβάνουσι." Λέγει γίνεσθαι καὶ ἐν τῷ διαλέγεσθαι καθ’ αὑτὸ ἁμαρτίας ἐν λόγοις καὶ παρὰ τὴν ἄγνοιαν καὶ ὅτι οὐ διώρισται πότε τὰ ἀντικείμενα καὶ πότε τὰ ἐν ἀρχῇ λαμβάνουσι· διὰ γὰρ τὸ ἀγνοεῖν τοῦτο πολλάκις ἐν τοῖς λόγοις ἁμαρτάνουσι. καὶ ταῦτα συμβαίνει καὶ ἐφ’ ἑαυτῶν λέγοντας καὶ ἀποκρινομένους· ὁ γὰρ λέγων πάντα εἶναι καθ’ εἱμαρμένην καὶ εἶναί τινα ἐνδεχόμενα καὶ ἐφ’ ἡμῖν τὰ ἀντικείμενα αὑτῷ λέγων λανθάνει. ἀλλὰ καὶ ὁ ἄπειρον λέγων ὑπὸ ἀπείρου περιέχεσθαι τὰ ἀντικείμενα ἑαυτῷ λέγων ἀγνοεῖ· τὸ γὰρ αὐτὸ ἄπειρον καὶ πεπερασμένον λέγει. ἀλλὰ καὶ ὁ ἀδιαφόρως περαίνων ἀσυλλογίστως λέγων τὸ ἐν ἀρχῇ λαμβάνει·2 ἀξιοῖ γὰρ ὃ συνάγει, τοῦτο λαμβάνειν. παρὰ δὴ τὴν ἄγνοιαν τούτων συμβαίνει καὶ ἐν τῷ διαλέγεσθαί τινα ἁμαρτίαν. θέμενος γὰρ ἀγαθὸν εἶναι τὸν πλοῦτον, ἂν οὕτω τύχῃ, ἐρωτηθείς, εἰ ᾧ ἔστιν εὖ καὶ κακῶς χρῆσθαι, τοῦτο οὐκ ἔστιν ἀγαθόν, συγχωρεῖ. ἢ τοῦτο οὐ συγχωρεῖ, ἀλλ’ ἀνανεύσας συνεχώρησε τὸ ἀγαθὸν ἀγαθὸν ποιεῖν, ὅ ἐστιν ἐναντίον τῇ θέσει. φαῦλοι δὲ λόγοι καὶ παρὰ τὸ μὴ διωρίσθαι τὰ τοιαῦτα γίνονται. πολλάκις δὲ καὶ τῆς τοιαύτης κατὰ τοὺς λόγους ἁμαρτίας αἴτιος ὁ ἀποκρινόμενος, τοῖς μὲν 〈μὴ〉 οὕτως ἐρωτωμένοις οὐ συγχωρῶν, τοῖς δ’3 ἤτοι ἀντικείμενα τῷ κειμένῳ λαμβάνουσιν ἢ τὸ ἐν ἀρχῇ αἰτουμένοις εὐθὺς συγχωρῶν. διὸ οὐκ ἂν αἰτίαν ἐν τοῖς τοιούτοις ἔχοι ὁ ἐρωτῶν ὡς ἐρωτῶν τοιαῦτα. δῆλον οὖν ἐκ τῶν εἰρημένων ὅτι μὴ ὁμοία ἡ ἐπιτίμησις τοῖς τε λόγοις καὶ τοῖς ἐρωτῶσιν.

“由于他们何时采纳对立面是未加界定的。” 他说,在对话本身中也会在论证上产生错误,这既由于无知,也因为他们何时采纳对立面以及何时乞求原论,是未加界定的;因为出于对此的无知,他们在论证中屡屡犯错。这些情况既发生在自说自话的人身上,也发生在作答的人身上;因为如果有人一方面说万物皆依命运而定,另一方面又说有些事情是偶然的并取决于我们,他就没有意识到自己在对自己说出对立之论。此外,说无限者被无限者所包容的人,也没有意识到自己在对自己说出对立之论;因为他等于在说同一事物既是无限的又是有限的。而且,不加区分地得出结论、非推论性地进行论述的人,也是在乞求原论;因为他要求把自己所推导的结论当作前提取来使用。正是由于对这些事情的无知,在对话中才会发生某种错误。例如,有人设定财富是善的,倘若碰巧被问及是否“凡是可以被良好或拙劣地使用的东西,这不是善”,他便表示认同。或者他不认同这一点,而是摇头拒绝,转而认同“善产生善”,而这与设定的论题正相反对。劣质的论证也会由于诸如此类的事情未加界定而产生。而在论证中的这种错误,其原因往往也在于回答者:对于那些并非如此提问的前提他不予认同,而对于那些采纳与既定论题相对立之事或乞求原论的提问,他却立刻予以认同。因此在这种情况下,提问者不会由于提出这样的问题而承担责任。由此从上述内容显然可知,对论证的批评与对提问者的批评并不相同。

语法注3 条
  1. 8.68πλείους γὰρ ἑνὸς ἀδύνατον

    紧承前句不定词短语 ἀδύνατον δὲ ἐν τῷ αὐτῷ λόγῳ ἅμα τοὺς ἀντιλέγοντας ἀλλήλους νικᾶν,在此承前省略了不定词 νικᾶν(或 νικῶντας εἶναι),结构意为“因为不可能有多于一人[获胜]”。

  2. 8.69ὁ ἀδιαφόρως περαίνων ἀσυλλογίστως λέγων τὸ ἐν ἀρχῇ λαμβάνει

    分词短语 ὁ ἀδιαφόρως περαίνων(“不加区分得出结论者”)充当主语,其后的 ἀσυλλογίστως λέγων 作方式分词(“以非推论的方式论述着”),修饰主要谓语短语 τὸ ἐν ἀρχῇ λαμβάνει(“乞求原论”)。

  3. 8.69τοῖς μὲν 〈μὴ〉 οὕτως ἐρωτωμένοις οὐ συγχωρῶν, τοῖς δ’

    与格分词短语 τοῖς μὲν 〈μὴ〉 οὕτως ἐρωτωμένοις 与 τοῖς δ’ ἤτοι ἀντικείμενα... αἰτουμένοις 均由分词 συγχωρῶν(“认同、让步”)支配,作其与格间接宾语;借助 μέν... δέ 的对仗结构说明前面 αἴτιος ὁ ἀποκρινόμενος 的具体缘由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:565.10-567.6