- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:563.10-565.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
根据亚里士多德《论题篇》第8卷第11章,亚历山大阐明了对论证本身的评价与问答语境中对论证的评价之间的区别,说明了回答者的不合作如何迫使辩论沦为针对个人的争胜性辩难,并强调在进行辩证转换时必须依赖公认的前提(常理),而非争辩术的谬误。
" Ἐπιτίμησις δὲ λόγου κατ’ αὐτόν τε τὸν λόγον καὶ ὅταν ἐρωτᾶται οὐχ’ ἡ αὐτή." Ὅτι οὐχ ἡ αὐτὴ ἐπιτίμησις γίνεται λόγῳ καθ’ αὑτόν τε ἐξεταζομένῳ καὶ ὅταν ὡς ἐν ἐρωτήσει γινόμενος εὐθύνηται. καθ’ αὑτὸν μὲν γὰρ ἐξεταζόμενος ὁ λόγος ἐπιτιμᾶται, ἂν ἀσυλλόγιστος ᾖ, ἂν διὰ ψευδῶν δεικνύῃ, ἂν δι’ ἀγνωστοτέρων, ὡς μικρὸν προελθὼν ἐρεῖ· λέγει γὰρ πέντε ἐπιτιμήσεις εἶναι τῶν καθ’ αὑτὸ ἐξεταζομένων λόγων. οὐκ ἐπὶ τοῖς αὐτοῖς δὲ ἐπιτιμᾶται καὶ ὁ ἐρωτῶν καὶ ὁ ἀποκρινόμενος. τοῦ γὰρ μὴ καλῶς ἐρωτᾶν πολλάκις οὐχ ὁ ἐρωτῶν αἴτιος ἀλλ’ ὁ ἀποκρινόμενος, ὅταν μὴ συγχωρῇ τοῖς τοιούτοις ἐξ ὧν ἔστι καλῶς ἐπιχειρῆσαι, τουτέστι διαλεκτικῶς, πρὸς τὴν θέσιν. τὸ γὰρ καλῶς καὶ διαλεκτικῶς τὰς ἐπιχειρήσεις γίνεσθαι καὶ τὸν συλλογισμὸν οὐκ ἐπὶ τῷ ἐρωτῶντί ἐστι μόνῳ, ὥσπερ οὐδ’ ἐπὶ τῷ ἀποκρινομένῳ μόνῳ, ἀλλ’ ἐπ’ ἀμφοτέροις· κοινὸς γὰρ ὁ διαλεκτικὸς συλλογισμὸς γίνεται ἀμφοτέρων· γυμνασίας 〈γὰρ〉 χάριν διαλέγονται. διὸ δεῖ συντελεῖν εἰς αὐτὸν ἑκάτερον τὸ παρ’ αὑτοῦ· συντελοῖεν δ’ ἄν, ἐὰν ὁ μὲν ἐρωτῶν οὕτως ἐρωτᾷ ὡς προείρηται, ὁ δὲ ἀποκρινόμενος πάλιν οὕτως ἀποκρίνηται ὡς ὑπέθετο· διὰ τοῦτο γὰρ εἶπε δεῖν τὸν ἀποκρινόμενον συγχωρεῖν τοῖς ἐνδόξοις. ὅταν οὖν μὴ δεόντως ἀποκρίνηται, αὐτὸς παρέχει τὴν ἀνάγκην τοῦ μὴ διαλεκτικῶς ποιεῖσθαι τὰς ἐρωτήσεις πρὸς τὸ προκείμενον, ὡς τὰ ἀντικείμενα οἷς ἐρωτᾷ τε καὶ βούλεται λαβεῖν διδόναι.1 διὸ ἀναγκαῖόν ἐστι πρὸς τὸν λέγοντα, τουτέστι πρὸς τὴν ἀπόκρισιν, ποιεῖσθαι τοὺς λόγους ἀλλὰ μὴ πρὸς τὴν θέσιν. οὗ αὐτὸς πάλιν ἐξήγησιν ἐπενεγκὼν δυσκολαίνοντες οὖν, φησίν, ἀγωνιστικὰς καὶ οὐ διαλεκτικὰς ποιοῦνται τὰς διατριβάς· τὸ γὰρ ἀγωνιστικῶς διαλέγεσθαι καὶ ἐκ παντὸς πειρᾶσθαι τρόπου καὶ διὰ τῶν τυχόντων περιτρέπειν τὸν ἀποκρινόμενον οὐ πρὸς τὴν θέσιν ἐστὶν ἀλλὰ πρὸς τὸν ἀποκρινόμενον ποιεῖσθαι τοὺς λόγους. οὐκ αὐτὸς οὖν ἐπιτιμήσεως ἄξιος καίτοι κακῶς καὶ οὐ διαλεκτικῶς ἐρωτῶν, ἀλλ’ ὁ τὴν αἰτίαν παρέχων τῆς τοιαύτης ἐκτροπῆς· ὁποῖός ἐστιν ὁ ἐν τῷ Πλάτωνος Γοργίᾳ Καλλικλῆς, μηδὲν μήτε τῶν ἀληθῶν μήτε τῶν ἐνδόξων συγχωρῶν. μίαν μὲν οὖν αἰτίαν ταύτην εἶπε τοῦ μὴ τὴν αὐτὴν ἐπιτίμησιν γίνεσθαι λόγου καθ’ αὑτόν τε καὶ ἐρωτωμένου. προστίθησι δὲ τούτοις, ὅτι καθ’ αὑτοὺς μὲν λόγοι ἐξεταζόμενοι, ἂν ὦσι ψευδεῖς, * * * * * οὐκέτι ἐπιτιμῶνται τῷ γυμνασίας χάριν ποιεῖσθαι τοὺς λόγους2 ἀλλ’ οὐ διδασκαλίας. ἐνταῦθα δῆλον ὅτι οὐ δεῖ τἀληθῆ μόνον συλλογίζεσθαι ἀλλὰ καὶ τὰ ψευδῆ. τούτου δ’ αἴτιον, ὅτι πειρᾶται μὲν ὁ διαλεκτικὸς τὸ τιθέμενον δι’ ἐνδόξων ἀνασκευάζειν· ὅταν οὖν ἀληθὲς ᾖ τὸ κείμενον, δῆλον ὅτι τὸ ἀντικείμενον αὐτοῦ πρόκειται δεῖξαι τῷ ἐπιχειροῦντι· διὸ ἀνάγκη ψευδεῖς εἶναι καὶ τὰς τοῦτο δεικνυούσας προτάσεις· οὐ γὰρ οἷόν τε ἐξ ἀληθῶν ψεῦδός τι δειχθῆναι· δεῖ οὖν τὰ ψευδῆ προτείνειν. ἐνίοτε δέ, κἂν ψευδής, φησίν, ἡ θέσις ᾖ, διὰ ψευδῶν ἀναιρετέον αὐτήν, ἄν ᾖ τῷ ἀποκρινομένῳ μᾶλλον δοκοῦντα τὰ ψευδῆ τῶν ἀληθῶν· ἐκ γὰρ τῶν ἐκείνῳ δοκούντων καὶ τῶν ὑπ’ ἐκείνου τιθεμένων καὶ συγχωρουμένων προϊόντος τοῦ λόγου μᾶλλον ἔσται πεπεισμένος.
“对论证本身的批评与当它被提问时的批评并不相同。” 也就是说,对就其自身受检验的论证所作的批评,与对作为处于提问中而受到审查的论证所作的批评,并不相同。因为就其自身受检验的论证,如果它是非推论性的、如果它是通过虚假前提进行证明的、或者如果它是通过更不为人知的前提进行证明的,就会受到批评,正如他稍后将要说的那样;因为他说对于就其自身受检验的论证有五种批评。但是提问者与回答者并不因同样的理由而受批评。因为未能良好地提问,其原因往往不在于提问者,而在于回答者,只要回答者不认同那些能够据以良好地——即辩证地——针对论题进行论难的前提。因为良好且辩证地进行论难和推论并不单单取决于提问者,正如也不单单取决于回答者一样,而是取决于双方;因为辩证推论是双方共同的工作,他们是为了演练而交谈的。因此,双方都应当为推论贡献属于自己的一份;如果提问者按照前文所述的方式提问,而回答者又按照自己所设定的方式回答,他们就会有所贡献;正是为此,他说回答者必须认同合乎常理的意见。因此,当回答者未能妥当地回答时,他自己便制造了无法针对所设论题辩证地提出问题的必然性,以致于给出了与提问者所询问并希望获得的前提相反的回答。因此,提问者不得不针对说话者——即针对其回答——而不是针对论题展开论述。他自己对此进一步解释道:“因此,怀有敌意的人使他们的论辩变成争胜性的而非辩证性的”;因为争胜性地交谈、竭尽一切手段并通过任意抓取的前提来驳倒回答者,乃是针对回答者而非针对论题展开论述。因此,提问者尽管提问拙劣且不合辩证术,但他本人并不应受指责,而是那个为这种偏离提供原因的人应受指责;正如柏拉图《高尔吉亚篇》中的卡里克勒斯那样,他既不认同任何真实之事,也不认同任何合乎常理之事。因此,他说这是论证本身与被提问的论证不受相同批评的一个原因。此外他又补充道,尽管就其自身受检验的论证若是虚假的[会受批评,但在被提问时],却由于是为了演练而非为了教学进行论述这一缘故而不再受批评。在此显然不仅必须推导真实之事,而且也必须推导虚假之事。其原因在于,辩证家试图通过合乎常理的意见来驳斥所设定的主张;因此,当设定的主张为真时,显然对于尝试论难者而言,证明其矛盾对立面成了既定目标;为此,证明这一点的诸前提也必然是虚假的;因为绝不可能从真前提证明出虚假之事;所以必须提出虚假前提。他说,有时即使论题是虚假的,如果虚假前提在回答者看来比真实前提更加可信,也应当通过虚假前提来推翻它;因为从在他看来正确的事情以及由他设定和认同的事情出发,随着论证的推进,他将更加信服。
"Δεῖ δὲ τὸν καλῶς μεταβιβάζοντα διαλεκτικῶς καὶ μὴ ἐριστικῶς." Ἢ ἀπὸ ἀληθῶν ἐπὶ ψεῦδος ἢ ἀπὸ ψευδῶν εἰς ἀληθὲς μεταφέροντά τινα λόγον,3 ὡς τὸ ἀντικείμενον δεῖξαι διὰ τοῦ ἀντικειμένου, δεῖ, φησί, τὸν 〈διαλεκτικὸν〉 διαλεκτικῶς δι’ ἐνδόξων μὴ ἐριστικῶς παραλογιζόμενον δεῖξαι μηδὲ δι’ ἐπιπολαίων τινῶν καὶ φαινομένων. ὡς γὰρ τὸν γεωμέτρην διὰ γεωμετρικῶν ἀρχῶν δεῖ τὰς δείξεις ποιεῖσθαι, οὕτω καὶ τὸν διαλεκτικὸν 〈διὰ〉 διαλεκτικῶν· αὗται δέ εἰσιν αἱ ἔνδοξοι, ἄν τε ἀληθὲς ἄν τε ψεῦδος ᾖ τὸ δεικνύμενον.
“善于转换论证的人应当辩证地而非争论术地进行转换。” 无论将某个论证从真前提转换为假结论,还是从假前提转换为真结论,以便通过对立面来证明对立面,他说,辩证家都必须通过合乎常理的意见辩证地证明,而不可通过争论术的谬误推论或肤浅表面的前提来进行证明。因为正如几何学家必须通过几何学原理进行证明一样,辩证家也必须通过辩证原理进行证明;而这些原理就是合乎常理的意见,不论被证明之事是真是假。
- 8.66ὡς τὰ ἀντικείμενα οἷς ἐρωτᾷ τε καὶ βούλεται λαβεῖν διδόναι
由 ὡς 引导不定式(διδόναι)构成的结果从句,主语承前指不当应答的回答者(αὐτός),表明其导致的结果是给出了与提问者所求相反的答案。关系代词 οἷς 因被吸引为隐含先行词(τούτοις)的与格形式,代替了由 ἐρωτᾷ 和 λαβεῖν 支配的宾格。
- 8.66οὐκέτι ἐπιτιμῶνται τῷ γυμνασίας χάριν ποιεῖσθαι τοὺς λόγους
底本在此处标有脱文( *),但从上下文与前句(καθ’ αὑτοὺς μὲν...)的对比可知,主句表明在问答辩论中(当使用假前提时)“不再受批评”,其原因由带冠词不定式构成的因果与格短语(τῷ γυμνασίας χάριν...)说明,即出于演练之目的。
- 8.67Ἢ ἀπὸ ἀληθῶν ἐπὶ ψεῦδος ἢ ἀπὸ ψευδῶν εἰς ἀληθὲς μεταφέροντά τινα λόγον
亚历山大用同义分词 μεταφέροντα 对引文中的 μεταβιβάζοντα(及物分词,阳性单数宾格)进行释义。该分词修饰补出的不定式主语 〈διαλεκτικὸν〉,构成非人称动词 δεῖ 支配的“宾格加不定式”结构(δεῖ τὸν διαλεκτικὸν... δεῖξαι)。
