← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§561.3-563.9

通过原因之知进行解决与阻碍推论的四种异议

对亚里士多德《论题篇》第八卷第十章(160b33–161a1)的评注。亚历山大借助几何学作图的例子说明,破解虚假论证需要对原因的认识(160b33),随后分析了阻止论证得出结论的四种异议方式(161a1):推翻导致虚假的前提、针对提问者本人、针对提问的前提以及利用时间限制阻挠论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.64

" Λέλυκε μὲν οὖν πάντως ὁ ἀνελὼν παρ’ ὃ γίνεται τὸ ψεῦδος." Λύειν μὲν οὖν τὸν λόγον τοῦτόν φησι τὸν ἀναιροῦντα τὴν πρότασιν παρ’ ἣν τὸ τοιοῦτον συμπέρασμα. οὐ μὴν πάντως τὸν λύοντα ψευδῆ λόγον τῷ ἀναιρεῖν τὴν πρότασιν παρ’ ἣν τὸ τοιοῦτον ἤδη φησὶ καὶ εἰδέναι τὴν λύσιν· ἐνδέχεται γάρ τινα οὕτως ἀναιρεῖν τὴν πρότασιν τὴν αἰτίαν τοῦ συμπεράσματος ὡς ψευδῆ μόνον, οὐχ ὡς ἐν αὑτῇ τὴν αἰτίαν ἔχουσαν τοῦ εἶναι τὸ τοιοῦτον συμπέρασμα. ὁ δὴ οὕτως ἀναιρῶν λύσει μὲν τὸν λόγον, οὐκ εἴσεται δὲ αὐτοῦ τὴν λύσιν· ἐν πᾶσι γὰρ ἡ τῆς αἰτίας γνῶσις ἡ τῆς ἐπιστήμης αἰτία· ἰατρὸς γὰρ ἐπιστήμων οὐχ ὁ ἰώμενος μόνον ἀλλ’ ὁ καὶ τὴν αἰτίαν καθ’ ἣν ἰᾶται γνωρίζων. παρέθετο δὲ εἰς δεῖξιν τοῦ τοὺς αἰτίαν εἰδότας δι’ ἣν ψεῦδος τὸ συμπέρασμα, τούτους εἰδέναι καὶ τὴν λύσιν, ἀλλ’ οὐ τοὺς δεικνύντας μόνον τὴν πρότασιν ψευδῆ, τοὺς τοῖς ψευδογραφοῦσι κατὰ γεωμετρίαν πειρωμένους ἐνίστασθαι.1 καὶ γὰρ ἐπὶ τούτων οὐκ ἀπόχρη τὸ ἐνστῆναι τῇ λέξει πρὸς τὸ λῦσαι τὸ ψευδογράφημα, κἂν ψεῦδος ᾖ πρὸς ὃ ἐνίσταται, ἀλλὰ καὶ διὰ τί ψεῦδός ἐστι τὸ λαμβανόμενον καὶ πῶς πρὸς τοῦτο ἡ παραγωγὴ ἔχει, 〈δεῖ〉 δεικνύναι· οὕτως γὰρ γνώριμον γίνεται ὅτι εἰδὼς καὶ ὁρῶν τὸ ἀπαντησόμενον ἐκ τοῦ τοῦτο ληφθῆναι ποιεῖται τὴν ἔνστασιν ἀλλ’ οὐκ ἀπὸ τύχης.

“因此,推翻了导致虚假之根源的人完全破解了论证。” 因此他说,破解这一论证的人,正是推翻了导致产生如此结论的那个前提的人。然而他并非断言,通过推翻导致如此结论的前提而破解虚假论证的人,就必然已经知道了破解之道;因为一个人完全有可能仅仅将作为结论原因的前提当作虚假之物推翻,而不是将它视作自身内含有产生如此结论的原因之物予以推翻。这样推翻它的人确实会破解论证,但不会知道它的破解之道;因为在一切事物中,对原因的认识乃是科学知识的原因;确实,有学识的医生不仅是施行医治的人,而且是认识依凭何种原因进行医治的人。为了证明那些知道导致结论为虚假的原因的人也知道破解之道,而不是仅仅证明前提虚假的人知道这一点,他引述了那些试图对几何学中作虚假图形论证者提出异议的人。因为在这些情况下,仅仅对言辞提出异议并不足以破解虚假的图论,即使被提出异议之处确实是虚假的;而必须指明所假定之物为何是虚假的,以及推论对这一点具有何种关系;因为这样才能让人清楚地知道,他是由于知晓并预见到由于假定此点而将产生的后果才提出异议,而不是出于偶然。

§8.65

"Ἔστι δὲ λόγον κωλῦσαι συμπεράνασθαι τετραχῶς." Εἰπὼν πῶς ἔστι λύειν τὸν ψευδῆ λόγον, νῦν λέγει πῶς καὶ κατὰ πόσους τρόπους ἐνιστάμενον ἔστι τὴν ἀρχὴν κωλῦσαι συμπεράνασθαί τινα λόγον· οὐ γὰρ ταὐτὸν λῦσαί τε καὶ κωλῦσαι· λύεται μὲν γὰρ ὁ ἤδη συμπεπερασμένος, κωλύεται δὲ πρὸ τοῦ συμπεραίνεσθαι. διὸ ἡ μὲν λύσις μοναχῶς, ἡ δὲ κώλυσις τετραχῶς. ὁ γὰρ ἀνελὼν παρ’ ὃ γίνεται τὸ ψεῦδος κωλύει τὸν λόγον· διαφέροι δ’ ἂν οὗτος τοῦ λύοντος καίτοι τὴν αὐτὴν ἀναιρῶν πρότασιν, ὅτι ἐκεῖνος μὲν ἤδη κειμένου τοῦ συμπεράσματος τοῦτο ποιεῖ, οὗτος δέ, ἵνα μή τι ἐπενεχθῇ, προλαμβάνει. ἔστι δέ τις κώλυσις λόγου καὶ ἡ πρὸς αὐτὸν γινομένη τὸν ἐρωτῶντα ἔνστασις ἀλλ’ οὐ πρὸς τὸν λόγον· ἔστι δέ, εἴ τις αὐτὸν μὲν τὸν λεγόμενον λόγον οὐκ ἐμποδίζει, τῷ δὲ τὸν ἐρωτῶντα ἀπορεῖν τῆς πρὸς τὴν ἔνστασιν λύσεως κωλύεται ὁ λόγος ἐπὶ τὸ προκείμενον ἐλθεῖν συμπέρασμα. τρίτος τρόπος ἐνστάσεως, ὅταν ἀληθῆ μὲν ᾖ τὰ λαμβανόμενα, τῷ δὲ κακῶς ἠρωτῆσθαι καὶ ἢ ἐλλείπειν τι αὐτὰ ἢ μὴ κατὰ σχέσιν συγκεῖσθαι συλλογιστικὴν μηδὲν φαίνηται συνάγοντα· ὁ γὰρ πρὸς ταῦτα ἐνιστάμενος καὶ δεικνὺς μὴ συναγόμενον ὑπ’ αὐτῶν τὸ ὡς συμπέρασμα ἐπιφερόμενον πρὸς τὰ ἠρωτημένα τὸν λόγον ποιεῖται. ἂν μὲν οὖν τῆς ἐνστάσεως γινομένης πρὸς τὸν οὕτως ἠρωτημένον λόγον ὑπὸ τοῦ ἀποκρινομένου μηκέτι δύνηται προάγειν αὐτὸν ὁ ἐρωτῶν, οὕτως οὐ πρὸς τὸν λόγον· ὅταν γὰρ μὴ ἀναιρῆται μὲν ὁ λόγος ὑπὸ τῆς γινομένης ἐνστάσεως ἀληθὴς ὤν, μὴ δύνηται δὲ ὁ ἐρωτῶν λύειν τὴν ἔνστασιν, πρὸς τὸν ἐρωτῶντα λέγεται, ὡς εἴρηται πρὸ ὀλίγου. ἐὰν δὲ τῆς ἐνστάσεως γινομένης 〈ὡς〉 ἐκ τῶν εἰλημμένων οὐ συνάγεται τὸ ἐπενεχθὲν μεῖζον 〈ὂν〉 τῶν δεικνύντων τὸν λόγον, μεταλαμβάνῃ τὰ εἰλημμένα εἰς τὰ ἰσοδυναμοῦντα2 ἢ ἀντιστροφαῖς τισι προτάσεων χρώμενος ἢ προστιθείς τινα πρότασιν καθόλου, οὕτως ἂν ἡ ἔνστασις πρὸς τὰ ἠρωτημένα εἴη γινομένη· οὕτω γὰρ τὰ ἠρωτημένα, ὡς τὴν ἀρχὴν ἐλαμβάνετο, οὐδὲν συνῆγε. τετάρτην ἔνστασίν φησιν εἶναι τὴν πρὸς τὸν χρόνον· ὅταν γὰρ 〈ᾖ〉 ἡ ἔνστασις πλείονος δεομένη χρόνου ἢ κατὰ τὴν παροῦσαν συνουσίαν, κωλύεται τὸ προκείμενον ὁ ἐρωτῶν συμπεράνασθαι· δεῖ μὲν γὰρ πρῶτον λῦσαι τὴν ἔνστασιν· δεῖσθαι δὲ τὴν λύσιν μακροτέρου λόγου τοῦ χρόνου καθ’ ὃν ἡ συνουσία γίνεται. χειρίστην δέ φησιν εἶναι τὴν τοιαύτην τῶν ἐνστάσεων· κακοτεχνούντων γὰρ τὸ τὸν μὲν λόγον μηκύνειν ἐκκρούειν δὲ τὸ προκείμενον κατὰ τὴν εἰς χαλεπώτερον πρόβλημα μετάθεσιν. εἰπὼν δὲ τέσσαρα εἴδη ἐνστάσεως εἶναι, καθ’ ἃ οἷόν τε κωλύεσθαι λόγον τινὰ συμπεραντικόν, μόνην τὴν ἔνστασίν φησι λύσιν εἶναι τοῦ ἐρωτωμένου λόγου τὴν πρώτην (αὕτη δὲ ἦν ἀναίρεσις τῆς παρ’ ἣν γίνεται τὸ ψεῦδος), τὰς δὲ λοιπὰς τρεῖς κωλύσεις τινὰς καὶ ἐμποδισμοὺς τοῦ συμπεράσματος.

“阻止论证得出结论的方式有四种。” 在说明了如何破解虚假的论证之后,他现在说明如何以及通过多少种方式可以通过提出异议而从一开始阻止一个论证得出结论;因为破解与阻止并不是一回事;已经得出结论的论证被破解,而在得出结论之前的论证在得出结论前被阻止。因此破解只有一种方式,而阻止则有四种方式。因为推翻导致虚假产生之根源的人阻止了论证;这个人虽然推翻的是同一个前提,但与破解论证的人有所不同,区别在于:后者是在结论已经确立之后做这件事,而前者是为了不致引出任何后续结论而预先采取防范。言论遭受阻止的另一种情况,是针对提问者本人而非针对论证本身提出的异议;这种情况是指,如果某人并不阻碍陈述的论证本身,但由于提问者对异议的破解束手无策,论证因而被阻止达到既定的结论。异议的第三种方式是:所假定的前提虽然真实,但由于提问不当,要么缺少某些内容,要么没有按照三段论的关系组合,从而显得什么也没有推导出来;因为对这些提出异议并指出作为结论引出的命题并没有被它们推导出来的人,是针对所提问的前提展开论辩的。因此,如果在回答者对这样提问的论证提出异议时,提问者无法再推进它,在这种情况下并不是针对论证;因为当论证作为真实之物并未被提出的异议推翻,但提问者却无法破解异议时,正如不久前所说,这是针对提问者而言的。但如果当异议提出:由于引出的结论大于证明该论证的前提,从而无法从假定中推导出来时,他将假定的前提转换为等价的命题,或者采用前提的某些换位,或者添加某个全称前提,这样一来异议就是针对所提问的前提而产生的;因为所提问的前提照最初假定的那样,什么也没有推导出来。他说第四种异议是针对时间的异议;因为当异议所需的时间超过了当前会谈所允许的时间时,提问者就被阻止得出既定的结论;因为必须首先破解异议,但破解需要的论述比会谈所发生的时间更长。他说在异议中这种是最恶劣的;因为拉长论述,并通过转移到更困难的难题来阻挠既定的议题,乃是采用卑劣伎俩者的行径。在指出使推论性论证可能受阻的四种异议之后,他说只有第一种异议(即推翻导致虚假产生的原因)才是对被提问论证的破解,而其余三种只是对结论的某种阻止和妨碍。

语法注2 条
  1. 8.64παρέθετο δὲ εἰς δεῖξιν τοῦ τοὺς αἰτίαν εἰδότας δι’ ἣν ψεῦδος τὸ συμπέρασμα, τούτους εἰδέναι καὶ τὴν λύσιν, ἀλλ’ οὐ τοὺς δεικνύντας μόνον τὴν πρότασιν ψευδῆ, τοὺς τοῖς ψευδογραφοῦσι κατὰ γεωμετρίαν πειρωμένους ἐνίστασθαι.

    主要动词 παρέθετο 的直接宾语是句末的对格短语 τοὺς ... πειρωμένους ἐνίστασθαι,中间插入了表示目的的介词短语 εἰς δεῖξιν τοῦ ... εἰδέναι。在冠词定语不定式从句 τοῦ ... εἰδέναι 内部,τούτους 充当不定式的对格主语(逻辑主语),而其前面的 τοὺς αἰτίαν εἰδότας ... 则是前置的宾格(prolepsis),与 τούτους 构成同位关系。

  2. 8.65ἐὰν δὲ τῆς ἐνστάσεως γινομένης 〈ὡς〉 ἐκ τῶν εἰλημμένων οὐ συνάγεται τὸ ἐπενεχθὲν μεῖζον 〈ὂν〉 τῶν δεικνύντων τὸν λόγον, μεταλαμβάνῃ τὰ εἰλημμένα εἰς τὰ ἰσοδυναμοῦντα

    独立属格短语 τῆς ἐνστάσεως γινομένης 紧接着表示异议内容的从属分句 ὡς ... οὐ συνάγεται ...,而条件分句 ἐὰν ... 的主要谓语动词是现在时虚拟语气 μεταλαμβάνῃ。根据上下文,μεταλαμβάνῃ 的省略主语是提问者(ὁ ἐρωτῶν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:561.3-563.9