- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:559.11-561.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释了亚里士多德《论题篇》160b14–160b23的内容,结合具体事例阐明了回答者通过自问自答进行预先演练的必要性、如何避免招致荒谬或败坏品格的不得人心之假设,以及在得出虚假结论的推论中应如何通过指出真正导致错误的虚假前提来破解论证。
" Ὑπέχειν δὲ καὶ θέσιν καὶ ὁρισμὸν αὐτὸν ἑαυτῷ." Δεῖ, φησί, τὸν μέλλοντα περὶ ἐπιχειρήσεως προβλήματός τινος ἢ ὁρισμοῦ παρίστασθαι ὑπέχειν τινὰ λόγον καὶ ἀποκρίνεσθαι πρῶτον παρ’ ἑαυτῷ, προεπιχειρήσαντα εἰς αὐτὸ καὶ προδιαλαβόντα δι’ ὧν οἷόν τε αὐτὸ ἀναιρεῖν καὶ ταξάμενον πῶς χρὴ πρὸς αὐτὰ ἀποκρίνεσθαι. ῥᾷον γὰρ τὰς ἀποκρίσεις ποιεῖσθαι προεπεσκεμμένον1 περὶ τούτων πῶς ἀποκρίνεσθαι χρή· πρὸς γὰρ ταῦτα ἀποκρίνεσθαί τε καὶ ἐνίστασθαι χρὴ ἐξ ὧν ἐπιχειροῦσιν οἱ ἐρωτῶντες ἀναιρεῖν τὸ κείμενον. τὸ δ’ αὐτὸ εἶπε δεῖν ποιεῖν καὶ περί τινος ἐρωτᾶν μέλλοντα.
“也应当对自己承担起命题和定义。” 他说,打算就某一难题或定义的立论而挺身而出的人,必须首先在自己心中承担起某种论辩并作出回答,预先对它进行立论反驳,预先把握通过何种手段可以推翻它,并安排好应当如何针对它们进行回答。因为对于就这些事情预先考察过应当如何回答的人来说,作出回答会更容易;因为必须针对提问者试图用以推翻所设前提的根据来作出回答并提出异议。他说,打算就某事进行提问的人也必须做同样的事。
"Ἄδοξον δὲ ὑπόθεσιν εὐλαβητέον ὑπέχειν." Παραινεῖ καὶ ἀδόξῳ ὑποθέσει μὴ παρεστάναι, ὑπόθεσιν τὸ πρόβλημα καὶ τὴν θέσιν λέγων. ἄδοξος δὲ ὑπόθεσίς ἐστι διχῶς· καὶ γὰρ δι’ ἣν ἀνάγκη τινὰ λέγειν ἄτοπα καὶ παράδοξα· τῷ γὰρ πάντα κινεῖσθαι καθ’ Ἡράκλειτον λέγοντι συμβήσεται τὸ αὐτὸ τὸ κινεῖσθαι ἀναιρεῖν, εἴ γε ἡ μὲν κίνησις τοῦ τινὸς μεταβάλλοντος ἢ κατὰ τόπον ἢ κατὰ ποσὸν ἢ ποιόν, κατὰ δὲ τοὺς πάντα ῥεῖν λέγοντας οὐδὲν οἷόν τε τὸ αὐτὸ οὐδὲ πρὸς ὀλίγον ὑπομεῖναι. ἔτι εἰ πάντα κινεῖται συνεχῶς, οὐδ’ αὐτὸ τοῦτο τὸ πάντα κινεῖσθαι μένει. τῷ δὲ μηδὲν κινεῖσθαι λέγοντι ἕποιτ’ ἂν μὴ εἶναι κίνησιν παρὰ τὰ ἐναργῆ. τὰ μὲν οὖν τῶν προβλημάτων διὰ τοῦτό ἐστιν ἄδοξα, τὰ δὲ τῷ εἶναι2 χείρονος ἤθους τὴν αἵρεσιν αὐτῶν καὶ ὑπεναντίαν ταῖς τῶν ἀνθρώπων βουλήσεσιν· οὐ γὰρ ὡς γυμνασίας χάριν τοῖς μεταχειριζομένοις τὰ τοιαῦτα προσέχουσιν οἱ ἀκούοντες, ἀλλ’ ὡς αἱρουμένους αὐτὰ μισοῦσιν αὐτούς.
“必须警惕承担不得人心的假设。” 他劝告也不要为不得人心的假设挺身而出,他把难题和命题称为假设。而假设之所以不得人心有两种方式:其一,由于它而必须说出荒谬和反常的论点;因为对于按照赫拉克利特说万物皆动的人来说,如果运动确实属于在空间、数量或性质上发生变化的某种事物,但按照那些说万物皆流的人,任何事物甚至不可能片刻保持同一,那么取消运动本身这一结果就会发生在他身上。此外,如果万物持续不断地运动,连“万物皆动”这一说法本身也不能存留。另一方面,对于说没有任何事物运动的人来说,违背明显事实的运动不存在这一结论将会随之而来。因此,难题中有些是因为这个原因而不得人心,另一些则是由于对它们的选择属于更低劣的品格,并且与人类的意愿直接对立;因为听众并不认为处理这类论题的人是为了锻炼,而是把他们当成选择这些观点的人来厌恶他们。
"Ὅσοι δὲ τῶν λόγων ψεῦδος συλλογίζονται, λυτέον." Ἐπεὶ ἀνάγκη, εἰ τὸ συμπέρασμα ψεῦδός ἐστι, τούτου καὶ τῶν προτάσεων τινὰ ἢ τινὰς ψευδεῖς εἶναι, δῆλον ὅτι, εἰ μὲν εἴη [ἡ] πρότασις ψευδής, παρ’ ἐκείνην καὶ τὸ συμπέρασμα ψευδές, ὡς ἐπὶ τοῦ ‘τὸ ποιὸν σῶμα, ἡ δὲ ποιότης ποιόν, ἡ ποιότης ἄρα σῶμα’· τοῦ γὰρ ἐν τῷ συμπεράσματι ψεύδους αἰτία ἡ πρότασις ἡ τὸ ποιὸν σῶμα λαβοῦσα· ἡ γὰρ ἑτέρα ἀληθής. ἐπεὶ δὲ ἐνδέχεται καὶ πλείω τινὰ ψευδῆ εἰλῆφθαι, οὐ τὸν ὁτιοῦν τῶν κειμένων δείξαντα ψεῦδός φησι λύειν τὸν λόγον ἀλλὰ τὸν ἐκεῖνο3 παρ’ ὃ τὸ συμπέρασμα γέγονε τοιοῦτον· οὐ γὰρ πᾶσα ψευδὴς ληφθεῖσα πρότασις αἰτία ψευδοῦς συμπεράσματος, ἐπεὶ δέδεικται ὅτι καὶ ἐκ ψευδῶν προτάσεων ἀληθές τι συνάγεται. σαφὲς δὲ τὸ λεγόμενον διὰ τοῦ παραδείγματος πεποίηκεν· ὁ γὰρ συνάγων τὸν Σωκράτη γράφειν διὰ προτάσεων ἀμφοτέρων ψευδῶν ‘Σωκράτης κάθηται, πᾶς ὁ καθήμενος γράφει’ οὐ παρὰ τὸ τὸν Σωκράτη λαβεῖν καθήμενον τὸ ψεῦδος συνάγει· καὶ γὰρ εἰ εἴη ἀληθής, οὐδὲν ἧττον ἦν ψευδὲς τὸ συμπέρασμα· οὐκ ἔστιν οὖν αἰτία τοῦ ψεύδους, οὐδ’ ὁ ταύτην δεικνὺς ψευδῆ λύει τὸν λόγον, ἀλλ’ ὁ τὴν λέγουσαν πᾶς ὁ καθήμενος γράφει· αὕτη γὰρ ἀεὶ ψευδής. τούτου δὲ σημεῖον, ὅτι εἰ παρὰ τὴν ‘Σωκράτης κάθηται’ ἦν, μεταπεσόντος ἐκείνου μετέπιπτεν ἂν καὶ τὸ συμπέρασμα· νῦν δὲ ὡς ἂν ἔχῃ αὕτη, τὸ συμπέρασμα ψεῦδος.
“凡是推论出虚假的论证,都必须予以破解。” 既然如果结论是虚假的,那么这一推论的前提中必然有一个或几个也是虚假的,显然,如果[某个]前提是虚假的,结论也是因为那个前提才是虚假的,正如在“具有性质者是物体,性质是具有性质者,所以性质是物体”这一论证中;因为结论中虚假的原因,是那个假定“具有性质者是物体”的前提,因为另一前提是真实的。但既然也有可能假定了多个虚假的前提,他说,并非指出所设前提中任意一个为虚假的人破解了论证,而是指出结论之所以变成如此所依赖的那个前提的人[破解了论证];因为并非每一个被假定的虚假前提都是虚假结论的原因,因为已经证明,从虚假的前提中也能推导出某种真实的东西。他通过例子使所说的话清晰明了;因为通过“苏格拉底正坐着,凡坐着的人都在书写”这两个皆为虚假的前提推导出苏格拉底正在书写的人,并不是因为假定了苏格拉底正坐着而推导出虚假;因为即使它是真实的,结论也同样是虚假的。因此,它并不是虚假的原因,证明这一点为虚假的人并没有破解论证,而证明主张“凡坐着的人都在书写”这一前提〔为虚假〕的人才破解了论证;因为这个前提始终是虚假的。这一点的证据是,如果是由于“苏格拉底正坐着”这个前提,那么当那个情况发生改变时,结论本来也会改变;但现在无论这个前提如何,结论都是虚假的。
- 8.61ῥᾷον γὰρ τὰς ἀποκρίσεις ποιεῖσθαι προεπεσκεμμένον
宾格分词 προεπεσκεμμένον 在带 ῥᾷον [ἐστι] 的无人称句构中,充当不定式 ποιεῖσθαι 的逻辑主语(即“对于预先考察过的人来说,作出……更容易”)。
- 8.62τὰ μὲν οὖν τῶν προβλημάτων διὰ τοῦτό ἐστιν ἄδοξα, τὰ δὲ τῷ εἶναι
这一呼应结构对应前文的 διχῶς(“有两种方式”)。第一个原因由介词短语 διὰ τοῦτο 表达,第二个原因则以并列的带冠词与格不定式短语 τῷ εἶναι(表原因的与格)表达。
- 8.63οὐ τὸν ὁτιοῦν τῶν κειμένων δείξαντα ψεῦδός φησι λύειν τὸν λόγον ἀλλὰ τὸν ἐκεῖνο
φησί 统摄带宾格的不定式结构(λύειν τὸν λόγον),其中 οὐ τὸν... δείξαντα 与 ἀλλὰ τὸν [δείξαντα] ἐκεῖνο 充当对比的主语。ψεῦδος 作 δείξαντα 的宾语补足语(宾格表述语,即“指出……为虚假”)。
