← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§558.2-559.10

虚假异议、反驳论证与刁难的定义

作为对亚里士多德《论题篇》卷八160a35的注释,亚历山大讨论了针对归纳的看似成立的异议之例(几何学均等与比例均等),界定了“异议”与“反驳论证”的区别,并阐明了既无异议又无反驳论证而单纯拒绝结论的“刁难”(dyskolia)的本质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.60#2

δοκοῦσαν δὲ ἔνστασιν λέγει ὁ [γὰρ] πρὸς τὸν δεικνύντα1 ἴσα εἶναι δι’ ἐπαγωγῆς τὰ μήτε ὑπερβάλλοντα μήτε ἐλλείποντα ἐνιστάμενος καὶ λέγων τὴν κατὰ ἀνάλογον τιμὴν ἴσην μὲν εἶναι, εἴ γε ὁ δίκαιος καὶ τὸ δίκαιον ἴσον, οὐ μὴν τοιαύτην εἶναι ὥστε μήτε ὑπερβάλλειν μήτε ἐνδεῖν· ἐν γὰρ τῇ τοιαύτῃ νομῇ τοῖς μὲν πλέον τοῖς δὲ ἔλαττον νέμεται. φαινόμενον δέ ἐστιν· οὐ γὰρ ταὐτὸν τὸ ἁπλῶς ἴσον, περὶ οὗ ὁ λόγος ἦν, καὶ τὸ μετὰ προσθήκης τῆς κατὰ ἀναλογίαν. Εἰπὼν δὲ δυσκολαίνειν τοὺς χωρὶς ἐνστάσεως ἀνανεύοντας πρὸς τὸ συμπέρασμα, τί ἐστι δυσκολαίνειν, ὕστερον λέγει φήσας ἔστι γὰρ ἡ ἐν λόγοις δυσκολία ἀπόκρισις παρὰ τοὺς εἰρημένους τρόπους συλλογισμοῦ φθαρτική. δυσκολαίνει γὰρ ὁ μὴ διὰ προσηκουσῶν ἀποκρίσεων φθείρων καὶ κωλύων γίνεσθαι συλλογισμόν· τίνες δὲ αἱ προσήκουσαι ἀποκρίσεις, εἴρηται. εἰπὼν δὲ δυσκολαίνειν τοὺς χωρὶς ἐνστάσεως ἀνανεύοντας πρὸς τὸ συμπέρασμα, λέγει ἔτι μᾶλλον τοῦτο ποιεῖν, εἰ μηδ’ ἀντεπιχειρεῖν πρὸς τὸ δεικνύμενον ἔχων τις καὶ δεικνύναι αὐτὸ διὰ τινων ὅτι μὴ ἀληθὲς μὴ συγχωροίη αὐτῷ. ἔστι δὲ τὸ ἀντεπιχειρεῖν τὸ πρὸς τὰ λεγόμενα μὲν μὴ φέρειν ἔνστασιν, ἐπιχειρεῖν δὲ δι’ ἄλλων τινῶν καὶ αὐτὸν πάλιν συλλογίζεσθαι ὅτι μὴ ἀληθὲς τὸ δεικνύμενον. ὁ γὰρ πρὸς μὲν τὸν δεικνύντα λόγον ὅτι ἡ ψυχὴ οὐκ ἀθάνατος διὰ τὸ εἶδος αὐτὴν ἔνυλον εἶναι, μηδὲν δὲ ἔνυλον εἶδος χωριστὸν εἶναι τῆς ὕλης, μὴ ἐνιστάμενος, δεικνύναι δὲ πειρώμενος δι’ ἄλλων τινῶν πάλιν αὐτὴν ὅτι ἔστιν ἄφθαρτος, ἤτοι διὰ τοῦ λαμβάνειν ὅτι αἱ μὲν μαθήσεις ἀναμνήσεις ἢ ὅτι αὐτοκίνητος, ἀντεπιχειρεῖ, οὐκ ἐνίσταται. εἰπὼν δ’ ἔτι μᾶλλον δυσκολαίνειν τοὺς μὴ ἀντεπιχειροῦντας * * * *· οὐ γάρ, εἴ τινα λόγον ἐναντίον ταῖς κοιναῖς ἐννοίαις δύσλυτον ὄντα παρέχεταί τις ἀντεπιχειρῶν πρὸς τὰ δεικνύμενα, ἤδη διὰ ταύτην τὴν αἰτίαν οὐ χρὴ τιθέναι τὰ ἐναργῆ τῷ δεικνύντι.2 οὐ γάρ, εἰ δεικνύντος τινὸς δι’ ἐπαγωγῆς, ὅτι πᾶν ζῷον κινητόν ἐστι καὶ κινεῖται, ἀντεπιχειρῶν τις τὸν Ζήνωνος λόγον * τὸν ἀναιροῦντα κίνησιν διὰ τὸ δεῖν τὸν κινούμενόν τι διάστημα πρῶτον αὐτοῦ τὸ ἥμισυ διελθεῖν, τοῦτο δὲ μὴ οἷόν τε τῷ κἀκείνου πάλιν ὀφείλειν αὐτὸν τὸ ἥμισυ διελθεῖν, κἀκείνου πάλιν ὁμοίως, ἀπείρων δὲ ὄντων τῶν ἡμίσεων ἀδύνατον εἶναι πάντα αὐτὰ διεξελθεῖν (τὸ γὰρ μέγεθος ἐπ’ ἄπειρον διαιρετόν, ἀδύνατον δὲ ἐν πεπερασμένῳ τὰ ἄπειρα διελθεῖν), οὐ δεῖ διὰ τοῦτο μὴ συγχωρεῖν [μὴ εἶναι κίνησιν], οὐδ’ εἰ τῆς ἐπαγωγῆς τι δι’ ἐναργῶν γίνεται. εἰπὼν δὲ μηδὲ τὸ ἀντεπιχειρεῖν ἱκανὸν εἶναι πρὸς τὸ κωλῦσαι τὸ διὰ τῆς ἐπαγωγῆς συμπέρασμα, ἐπήνεγκεν ὅτι ὁ μήτε ἐνίστασθαι ἐπὶ τίνων οὐχ οὕτως μήτε ἀντεπιχειρεῖν ἔχων καὶ μὴ συγχωρῶν τῷ συμπεράσματι δυσκολαίνει. δυσκολία δέ ἐστιν ἀπόκρισις παρὰ τὰς διαλεκτικὰς ἀποκρίσεις συλλογισμοῦ φθαρτική· ὁ γὰρ δυσκολαίνων οὐκ ἐᾷ τὸν ἐρωτῶντα συλλογίσασθαι ὃ βούλεται. καὶ ἔστιν ὁ τρόπος οὗτος τῆς δυσκολίας ἄλλος παρὰ τοὺς εἰρημένους· μήτε γὰρ ἀντιτιθεὶς ὁ ἀποκρινόμενος ὅτι ὁμώνυμόν ἐστι τὸ ἐρωτηθὲν ἢ ὅτι μεταφορικὸν ἢ ἀσαφές, ἀλλὰ μόνον ἀνανεύων κωλύει3 τὸν συλλογισμὸν καὶ τὴν διάλεξιν.

他所谓的看似成立的异议,是指这样一种人的异议:面对通过归纳证明既不过度也不不足的事物是相等的人,他提出异议并说,按比例的价值固然是相等的——如果正义的人与正义的事物确实是相等的话——,却绝非既不过度也不不足;因为在这样的分配中,某些人分得较多,某些人分得较少。但这只是表面上的;因为原本论证所涉及的无条件意义上的相等,与带有按比例这一附加条件的相等并不是同一回事。在说了没有异议而拒绝结论的人是刁难之后,他随后通过说“因为论辩中的刁难是背离所述方式而破坏推论的回答”,解释了什么是刁难。因为凡并非通过适当回答而破坏并阻止推论形成的人就是在刁难;而什么是适当的回答,已经说明过了。在说了没有异议而拒绝结论的人是刁难之后,他说,如果某人甚至无法对被证明之事进行反驳论证,也无法通过某些根据证明它不真实,却仍不予承认,那么他这样做就更加严重了。而反驳论证,是指不对所说之物提出异议,而是通过其他某些根据由自己再次试图推论出被证明之事并不真实。因为面对证明灵魂并非不灭(因为灵魂是质料性形式,而任何质料性形式都不可与质料分离)的论证,不提出异议,却试图通过其他某些根据再次证明灵魂是不灭的——无论通过假定学习即回忆,还是通过假定它是自身运动的——,这样的人就是在反驳论证,而不是在提出异议。在说了不进行反驳论证的人更加刁难之后……;因为不能由于某人在对被证明之事进行反驳论证时提出了某种违背共同概念且难以破解的论证,就立即因为这一原因而不应当向证明者承认显而易见的事实。因为不能由于当某人通过归纳证明一切动物皆能运动且都在运动时,某人反驳论证……芝诺否定运动的论证,理由是运动经过某一距离者必须首先穿过其一半,但这不可能,因为他又必须穿过那一半的一半,其一半亦同样如此,而既然诸半段是无限的,要穿过所有这些半段就是不可能的(因为量度是无限可分的,但在有限时间内穿过无限的事物是不可能的),就应当为了这个原因而不承认[运动的存在],即便归纳的某些部分是通过显明的事实构成的也是如此。在说了甚至反驳论证也不足以阻止通过归纳得出的结论之后,他补充说,既无法指出在哪些事例上并非如此以提出异议,又无法进行反驳论证,却不赞同结论的人,就是在刁难。而刁难是背离辩证性回答而破坏推论的回答;因为刁难者不让提问者推论出他想要的东西。刁难的这种方式是除上述各方式之外的另一种方式;因为回答者甚至没有提出所问之物具有同名异义、是隐喻的或是不明确的,而仅仅通过拒绝就阻止了推论和论辩。

语法注3 条
  1. 8.60δοκοῦσαν δὲ ἔνστασιν λέγει ὁ [γὰρ] πρὸς τὸν δεικνύντα

    句首 δοκοῦσαν δὲ ἔνστασιν λέγει 之后,通过分词短语引出异议的内容或提出者。若按校勘删去抄本中的 γάρ,则 ὁ ἐνιστάμενος καὶ λέγων ... 在句法上既可理解为 λέγει 的主语(“提出异议并说……的人是在陈述看似成立的异议”),亦可理解为对“看似成立的异议”所作的同位语式解说。

  2. 8.60οὐ γάρ, εἴ τινα λόγον ἐναντίον ταῖς κοιναῖς ἐννοίαις δύσλυτον ὄντα παρέχεταί τις ἀντεπιχειρῶν πρὸς τὰ δεικνύμενα, ἤδη διὰ ταύτην τὴν αἰτίαν οὐ χρὴ τιθέναι τὰ ἐναργῆ τῷ δεικνύντι.

    这是一种典型的反驳句式:“οὐ γάρ, εἰ ... ἤδη ... οὐ χρὴ ...”(“因为不能由……就立即为了这个原因而不应当……”)。条件从句设定反驳者的难题,主句则断然否定能据此拒绝承认显而易见的事实。

  3. 8.60μήτε γὰρ ἀντιτιθεὶς ὁ ἀποκρινόμενος ὅτι ὁμώνυμόν ἐστι τὸ ἐρωτηθὲν ἢ ὅτι μεταφορικὸν ἢ ἀσαφές, ἀλλὰ μόνον ἀνανεύων κωλύει

    主语 ὁ ἀποκρινόμενος 由并列的分词短语 μήτε ... ἀντιτιθεὶς ... ἀλλὰ μόνον ἀνανεύων 修饰,并最终落实到主要动词 κωλύει 上。否定分词与肯定分词构成对比,刻画了该回答者妨碍推论的具体方式(未提出合法的辩证反驳,而单纯予以拒绝)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:558.2-559.10