← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§556.24-558.1

推论前提的二分与对归纳的应答策略

针对亚里士多德将推论前提区分为“直接构成推论的前提”和“借由归纳等确立推论前提的前提”,亚历山大阐释了回答者的应对策略:承认各个公认的个别事例,但针对随之得出的普遍结论提出异议。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.60#1

" Ἐπεὶ δὲ πᾶσα πρότασις συλλογιστικὴ ἢ τούτων τίς ἐστιν ἐξ ὧν ὁ συλλογισμὸς ἢ τίνος τούτων ἕνεκα." Συλλογιστικὴν μὲν πρότασιν λέγει τὴν συντελοῦσαν εἰς τὸν προκείμενον συλλογισμόν, ἣν εἶπε πρὸ ὀλίγου “πρὸς τὸν λόγον”. λέγει δὲ τῶν συλλογιστικῶν προτάσεων, τουτέστι τῶν μὴ μάτην ἐρωτωμένων, τὰς μὲν εἶναι τοιαύτας ἐξ ὧν ὁ συλλογισμός, τουτέστιν ἐφ’ αἷς τὸ συλλογιστικῶς δεικνύμενον συμπεραίνεται, ἃς κἂν κυρίως τις εἴποι προτάσεις συλλογιστικάς, τὰς δὲ τῶν συλλογιστικῶν ἕνεκα προτάσεων ἐρωτᾶσθαι· τοιαῦται δέ εἰσιν αἱ εἰς σύστασιν τῶν συλλογιστικῶν προτάσεων λαμβανόμεναι, αἵ εἰσιν ἐν ταῖς ἐπαγωγαῖς. εἰρηκὼς δὲ πῶς χρὴ * * * * * πρὸς τὰς μὴ συλλογιστικὰς μὲν τῶν συλλογιστικῶν δὲ χάριν ἐρωτωμένας, δῆλόν φησιν εἶναι, ὅταν ἑτέρου χάριν λαμβάνωνταί τε καὶ προτείνωνται καὶ μὴ τοῦ συμπεράσματος, τῷ πλείω τὰ ὅμοια ἐρωτᾶν, † ὃ δι’ ἐπαγωγῆς ἢ ὁμοιότητος ὡς ἐπὶ τὸ πολὺ πειρῶνται τὰς συλλογιστικάς τε καὶ καθόλου προτάσεις παραλαμβάνειν, ὅταν μὴ ὦσιν αὐτόθεν τιθέμενοι. ἐξηγούμενος δέ, τίνα ἐστὶ τὰ πλείω ὅμοια, ἐπήγαγε τὸ ἢ δι’ ἐπαγωγῆς ἢ ὁμοιότητος ὡς ἐπὶ τὸ πολὺ τὸ καθόλου λαμβάνουσιν· ἐν μὲν γὰρ ταῖς ἐπαγωγαῖς πλείω ὅμοια ἐρωτᾶται. εἰπὼν δὲ τὸ ἢ δι’ ἐπαγωγῆς προσέθηκε τὸ ἢ δι’ ὁμοιότητος· τῷ γὰρ πολλὰ ὅμοια λαμβάνεσθαι δείκνυσιν ἡ ἐπαγωγὴ τὸ καθόλου διὰ τῶν καθ’ ἕκαστα. ἢ εἰπὼν τὴν ἐπαγωγὴν ὡς κοινότερον τὴν ὁμοιότητα ἐπήνεγκε· δι’ ὁμοιότητος γὰρ καὶ αἱ παραδειγματικαὶ προτάσεις δεικνύουσιν, οὐ μόνον αἱ ἐπακτικαί, ἀλλὰ καὶ αἱ διὰ παραβολῆς καὶ δι’ ἀναλογίας. τὸ δὲ ὡς ἐπὶ τὸ πολὺ προσέθηκεν, ὅτι πολλάκις καὶ διὰ προσυλλογισμοῦ κατασκευάζονται αἱ τοιαῦται προτάσεις· ἀλλὰ καὶ ὡς ἐναργεῖς τινες προτάσεις παραλαμβάνονται. πρὸς δὲ τὰς συντελούσας μὲν εἰς τὸν προκείμενον συλλογισμὸν προτάσεις καὶ διὰ τοῦτο δοκούσας εἶναι συλλογιστικὰς οὐ διὰ συλλογισμοῦ 〈δὲ〉 δεικνυούσας, δεῖ, φησίν, οὕτως ἀποκρίνεσθαι· τὰ μὲν καθ’ ἕκαστα πάντα θετέον, φησίν, ἂν ἀληθῆ ᾖ καὶ ἔνδοξα δι’ ὧν ἡ ἐπαγωγή, πρὸς δὲ τὸ καθόλου πειρατέον τὸ τοῖς καθ’ ἕκαστα ἐπιφερόμενον ἐνίστασθαι.1 οὐ γὰρ ὥσπερ ἐπὶ τοῦ συλλογισμοῦ ἐξ ἀνάγκης ἕπεται τοῖς τεθεῖσι τὸ ἐπ’ αὐτοῖς συμπέρασμα, οὕτω καὶ τοῖς ἐπακτικῶς λαμβανομένοις ἀναγκαίως ἕπεται τὸ καθόλου· οὐ γάρ, εἰ ἄνθρωπος καὶ κύων καὶ βοῦς τὴν κάτω γένυν κινεῖ, ἤδη καὶ πᾶν ζῷον.2 πρὸς δὴ τοῦτό φησι δεῖν πειρᾶσθαι φέρειν ἔνστασιν. οὐ γὰρ δὴ χωρὶς ἐνστάσεώς τινος χρὴ πρὸς τὸ συμπέρασμα ἀνανεύειν. τὸ γὰρ χωρὶς ἐνστάσεως, ἢ οὔσης ἢ δοκούσης, κωλύειν τὸν λόγον περαίνεσθαι δυσκολαίνειν ἐστί, φησίν, οὖσαν μὲν ἔνστασιν λέγων τὴν ὡς ἀληθῶς κωλύουσαν τὸ συμπέρασμα· οἷον πᾶν τὸ ἔκ τινων εἴς τι μεταβάλλον κινεῖται· οὐ γάρ, εἰ ἡ κατὰ τὸ ποσὸν καὶ ἡ κατὰ τόπον καὶ ἡ κατὰ τὸ ποιόν, ἤδη καὶ πᾶσα· ἡ γὰρ γένεσις καὶ ἡ φθορὰ μεταβολαὶ μὲν ἔκ τινός εἰσιν, οὐ μὴν καὶ κινήσεις· τὸ μὲν γὰρ κινούμενον εἶναι δεῖ καὶ σώζεσθαι τὸ αὐτό· ἐπὶ δὲ τούτων τῶν μεταβολῶν οὐ σώζεται 〈τὸ〉 αὐτὸ τὸ μεταβάλλον.

“既然每个推论的前提要么是构成推论的前提之一,要么是为了这些前提中的某一个……” 他所谓的推论的前提,是指有助于既定推论的前提,即他不久前所说的“针对论证的前提”。他说,在推论的前提中,也就是并非徒劳提问的前提中,一类是推论由此构成的前提,即在此之上推论性证明的事物得以得出结论的前提,人们亦可名副其实地称之为推论的前提;而另一类则是为了推论的前提而被提问的。后者是为了确立推论的前提而被接受的前提,即存在于归纳中的前提。他在说明了对于那些本身并非推论的前提而是为了推论的前提而被提问的前提应当如何……之后,他说,当它们是为了其他事物而非为了结论而被接受并提出时,这一点就显明了,这是由于提问了多个相似的事例,当推论的普遍前提未能直接得到承认时,人们大抵试图通过归纳或相似性来获取它们。为了解释什么是多个相似的事例,他补充了“他们大抵通过归纳或相似性来获取普遍前提”;因为在归纳中被提问的是多个相似的事例。在说了“或通过归纳”之后,他又加上了“或通过相似性”;因为通过接受许多相似的事例,归纳借由个别事例来显示普遍前提。或者说,在谈到归纳之后,他将相似性作为更为普遍的概念提出;因为范例性的前提同样也是通过相似性来显示的,不仅归纳性的前提如此,通过比喻和类比的前提也是如此。他加上“大抵”是因为此类前提往往也通过先行推论来确立,但有时也被作为显明的前提来接受。针对那些有助于既定推论因而看似推论的前提、却并非通过推论来证明的前提,他说应当这样回答:如果进行归纳所依据的各个个别事例皆为真且符合公认,就必须承认所有这些个别事例,但对于跟在个别事例之后被引出的普遍前提,则必须试图提出异议。因为并不像在推论中结论必然从所设定的前提中随之产生那样,普遍前提也会必然从归纳所接受的事例中随之产生;因为不能由人、狗和牛移动下颌,就直接推断一切动物都如此。他说,正是在这方面必须试图提出异议。因为确实不应当在没有任何异议的情况下拒绝结论。他说,在没有任何真切的或看似成立的异议的情况下阻止论证得出结论就是刁难,他所谓的“真切的异议”是指真正能阻止结论的异议;例如“凡从某物变至某物者皆在运动”;因为不能由数量、空间和性质的变化是运动,就直接推断一切变化都是运动;因为产生和消灭固然是从某物而来的变化,却绝不是运动;因为运动之物必须存在并保持自身同一,但在这类变化中,变化之物并不能保持自身同一。

语法注2 条
  1. 8.60πρὸς δὲ τὸ καθόλου πειρατέον τὸ τοῖς καθ’ ἕκαστα ἐπιφερόμενον ἐνίστασθαι

    此处出现语序倒装(hyperbaton)结构。动词性形容词 πειρατέον 支配不定式 ἐνίστασθαι(“提出异议”),而前置的介词短语 πρὸς δὲ τὸ καθόλου(“针对普遍前提”)以及同位语性质的中性冠词短语 τὸ τοῖς καθ’ ἕκαστα ἐπιφερόμενον(“在个别事例之后引出的普遍结论”)共同构成 ἐνίστασθαι 的对象。

  2. 8.60οὐ γάρ, εἰ ἄνθρωπος καὶ κύων καὶ βοῦς τὴν κάτω γένυν κινεῖ, ἤδη καὶ πᾶν ζῷον

    条件句中的动词省略结构。在条件从句 εἰ... 中,第三人称单数动词 κινεῖ 与距离最近的主语 βοῦς 发生呼应一致。在归结从句 ἤδη καὶ πᾶν ζῷον 中,谓语动词(κινεῖ τὴν κάτω γένυν)被省略,由句首的否定词 οὐ 统摄,意为“并不随之推导出一切动物都[移动下颌]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:556.24-558.1