- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:555.1-556.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《论题篇》第8卷第2章(160a14–160a17),指出依凭比结论更违背公认的前提进行推论的提问者不合乎辩证法,并详述回答者在面对含糊或多义的提问时的应对法则(承认不理解、预先区分含义、反驳意义转嫁)以及面对明晰提问时的回答规范。
" Ὅσοι δὲ ἐξ ἀδοξοτέρων τοῦ συμπεράσματος ἐπιχειροῦσι." Ὅτι μὴ δεῖ τὸν διαλεκτικῶς ἀποκρινόμενον ταῖς ἀδόξοις προτάσεσι συγχωρεῖν δείξας, ἐκ τούτου, φησί, δῆλον ὅτι μηδὲ οἱ τὰ τοιαῦτα ἐρωτῶντες καὶ δι’ ἀδοξοτέρων τὰ ἐνδοξότερα πειρώμενοι συλλογίζεσθαι διαλεκτικῶς ἐρωτῶσιν· οἷς γὰρ ἂν μὴ 〈ᾖ〉 [τοῦτο] συγχωρεῖν διαλεκτικῶς, τούτοις βούλεσθαι χρῆσθαι οὐ διαλεκτικοῦ.1
“凡从比结论更为违背公认的前提来进行论证的人……” 他说,在指出了辩证地回答的人不应当承认违背公认的命题之后,由此显而易见的是,那些提出此类问题并试图通过更为违背公认的前提来推论出更为公认的结论的人,同样不是辩证地在提问;因为企图使用那些不可能辩证地予以承认的前提,这绝非辩证家的做法。
"Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀσαφῶς καὶ πλεοναχῶς λεγομένων ἀπαντητέον." Πῶς ἐπὶ τῶν ἀσαφῶς καὶ πλεοναχῶς λεγομένων καὶ πῶς ἐπὶ τῶν σαφῶς καὶ ἁπλῶς ἀποκριτέον, νῦν διδάσκει. ἐπεὶ γὰρ γίνονταί τινες ἐρωτήσεις ἀσαφεῖς καὶ διά τινων πλεοναχῶς λεγομένων, πῶς χρὴ τὸν ἀποκρινόμενον πρὸς τὰς τοιαύτας ἐρωτήσεις ἐνίστασθαι, λέγει νῦν. τὸ ὁμοίως δὲ εἰπὼν οὐχ ὅτι ὡς προείρηται (περὶ γὰρ ἄλλων προείρηται), ἀλλὰ τὸ ὁμοίως λέγοι ἂν ‘κατὰ τὸν προειρημένον τρόπον.’ ἐπεὶ γὰρ οὐ κεκώλυται ὁ ἀποκρινόμενος, ἂν μὴ νοῇ τὸ λεγόμενον, αὐτὸ τοῦτο ὁμολογεῖν, ἀλλ’ οὐδ’ ἀνάγκην ἔχει πολλαχῶς τινος λεγομένου ἢ ἁπλῶς ὁμολογῆσαι ἢ ἁπλῶς ἀρνήσασθαι, ἀλλὰ καὶ διελέσθαι καὶ διαστείλασθαί τι τῶν ἐρωτωμένων ἐξουσίαν ἔχει, οὕτως οὖν ἀσαφοῦς ὄντος οὐκ ὀκνητέον ὁμολογεῖν μὴ συνιέναι· τῶν γὰρ οὕτως ἐρωτώντων ἡ ἁμαρτία, οὐ τῶν ὁμολογούντων μὴ συνιέναι. συμβαίνει γὰρ πολλάκις παρὰ τὸ συγχωρεῖν τι ὂν ἀσαφὲς ἐλέγχεσθαι·2 οἷον ἐὰν ἐρωτῶντός τινος 〈εἰ〉 πᾶν τὸ πεπερασμένον πρός τι περαίνει, μὴ νοήσας ὁ ἀποκρινόμενος συγχωρήσῃ· συμβήσεται γὰρ αὐτῷ συγχωρεῖν τὸ παντὸς τοῦ πεπερασμένου ἐκτός τι εἶναι· διὸ οὐκ ἄν συνεχώρησε νοήσας τί σημαίνει τὸ πρός τι περαίνειν. εἰ μέντοι γνώριμον μὲν τὸ λεγόμενον εἴη, πολλαχῶς δὲ λέγοιτο, ἄν μὲν ἐπὶ πάντων οὕτως ἔχειν φαίνηται τῶν σημαινομένων διαιρουμένῳ, συγχωρητέον ἁπλῶς· τὸ γὰρ σωφρονεῖν αἱρετόν ἐστι κατὰ πάντα τὰ σημαινόμενα τοῦ αἱρετοῦ· καὶ γὰρ καλὸν καὶ ἡδὺ καὶ συμφέρον. ἄν δὲ μὴ ἐπί τινος, ἀρνητέον πάλιν ἁπλῶς· τὸ γὰρ ἓν εἶναι τὸ ὂν κατ’ οὐδὲν τῶν ὑπὸ τοῦ ἑνὸς σημαινομένων ἀληθές· οὔτε γὰρ γένει οὔτε εἴδει οὔτε ἀριθμῷ. ἂν δὲ ἐφ’ ὧν μὲν ἀληθὲς ᾖ τὸ λεγόμενον ἐφ’ ὧν δὲ ψεῦδος, τοῦτο αὐτὸ μηνυτέον, ὅτι πολλαχῶς λέγεται τῷ τὸ μέν τι οὕτως ἔχειν τῶν σημαινομένων τὸ δ’ οὔ· τὸ γὰρ τὸν κύνα ὑλακτικὸν εἶναι ἐπὶ μὲν τοῦ ζῴου πεζοῦ ἀληθεύει, οὐκ ἀληθὲς δὲ ἐπὶ τοῦ θαλασσίου. ἀξιοῖ δὲ κατ’ ἀρχὰς τὴν διαίρεσιν ποιεῖσθαι, μὴ μετὰ τὸ συμπέρασμα· τότε γὰρ ἄδηλον γίνεται, εἰ καὶ τὴν ἀρχὴν γνωρίζων, ὅτι πολλαχῶς λέγεται, οὕτω συνεχώρησεν 〈ἤ〉 ὡς κατὰ 〈μόνον κατὰ〉 τὸ ἀληθὲς τῶν σημαινομένων ὑπ’ αὐτοῦ διδούς.3 ἐὰν δέ, φησί, μὴ προειδῇ τὸ ἀμφίβολον, τουτέστι τὸ πολλαχῶς λεγόμενον (εἶδος γάρ τι τῶν πολλαχῶς λεγομένων τὸ ἀμφίβολον, ὡς εἴρηται ἐν τοῖς Σοφιστικοῖς ἐλέγχοις), ἐὰν οὖν μὴ προειδῇ τὸ διττὸν τοῦ λεγομένου, ἀλλὰ κατὰ τὸ ἀληθὲς ὡς μόνον συγχωρήσας εἰς τὸ ἕτερον ψεῦδος ὂν περιτραπῇ, ὁμολογητέον καὶ ῥητέον ὅτι μὴ πρὸς τοῦτο βλέπων συνεχώρησεν, ἀλλὰ πρὸς ἐκεῖνο καθ’ ὃ ἦν ἀληθὲς τὸ λεγόμενον. ὅταν γὰρ ᾖ πλείω τὰ σημαινόμενα καὶ διάφορα (τὸ γὰρ πλειόνων ὄντων οὐ τῷ ἀριθμῷ λέγει ἀλλὰ κατὰ τὴν φύσιν διαφόρων), ῥᾳδία ἡ ἀμφισβήτησις [τοῖς λέγουσιν] ὅτι μὴ κατὰ τοῦτο συνεχώρησεν· οἷον τὸ τὸν τυφλὸν ὁρᾶν ἢ τὸν σιγῶντα λαλεῖν. ἄν μέντοι σαφὲς ᾖ καὶ ἁπλοῦν τὸ ἐρωτώμενον, ἀξιοῖ ἁπλῶς ἢ ναὶ ἢ οὒ λέγειν τοὺς καλῶς ἀποκρινομένους, δεικνὺς πάλιν διὰ τούτων ὅτι μὴ πρὸς αὐτὰ χρὴ τὰ ἐρωτώμενα ἀμφισβητεῖν τὸν διαλεκτικῶς ἀποκρινόμενον.
“同样地,对于含糊不清和在多种意义上表述的事物也必须加以应对。” 他现在指明,对于含糊不清且在多种意义上表述的事物应当如何回答,以及对于明晰且单一的事物又应当如何回答。因为既然会出现某些含糊不清且借由在多种意义上表述的词语所提出的问题,他现在便阐明回答者应当如何针对这类提问提出异议。他说“同样地”,并不是说“正如前面所说的那样”(因为前面所说的涉及其他事物),而是说“同样地”或许意指“按照前述的方式”。因为回答者如果不能理解所说的话,承认这一事实本身并没有被禁止,而且在某事物在多种意义上表述时,他也毫无必然性非得单纯承认或单纯否定,反而拥有对被提问的事物进行划分和区分的权能,所以在提问含糊不清时,绝不可迟疑于承认自己不理解;因为过错在于这样提问的人,而不在于承认自己不理解的人。因为往往会由于承认了某种含糊不清的事物而导致被反驳;例如如果有人提问是否一切有限之物都相对于某物而有限,回答者在未加理解的情况下予以承认;因为其结果将是他承认了在一切有限之物的外界还有某种东西;因此,如果他理解了“相对于某物而有限”意味着什么,他就不会予以承认了。然而,如果所说的话是人们熟知的,但却是在多种意义上表述的,那么对于做出划分的人来说,如果在一切含义上看来都是如此,就应当单纯地予以承认;因为节制在“值得选择”的一切含义上都是值得选择的;因为它既是美好的,又是令人愉悦的,也是有益的。但如果它在任何含义上都不是如此,就应当再次单纯地予以否定;因为“存在是一”在“一”所表示的任何含义上都不是真的;因为无论在属上、种上还是数量上它都不是一。但如果所说的话在某些含义上为真而在另一些含义上为假,就必须明确指出这一点:它是在多种意义上表述的,理由是在所表示的含义中有些是如此,而有些则不然;因为“狗会吠叫”对于陆生动物而言是真实的,但对于海狗而言则不是真的。他要求在开始时就做出划分,而不是在得出结论之后;因为在那时,究竟是他从一开始就知晓它是在多种意义上表述的并因而予以承认,还是他以为仅仅按照其所表示的真含义而给出,就会变得不明确了。他说,但是如果他没有预见到歧义性,即在多种意义上表述的东西(因为正如在《辨谬篇》中所说的那样,歧义性是在多种意义上表述之物的一种),如果他没有预见到所说之物的双重含义,而是将真实的含义当作唯一含义并按照它予以承认,随后却被转嫁到另一个为假的含义上,那么他就必须承认并说明,自己并非着眼于这一含义而予以承认,而是着眼于所说之物为真的那一含义而承认的。因为每当所表示的含义有多个且彼此不同时(因为他说含义有多个不是在数量上而言,而是在本性上各异),争辩自己并非按照这一含义予以承认是很容易的;例如“盲人看见”或“沉默者说话”。然而,如果被提问的事物明晰且单一,他要求回答良好的人单纯地说“是”或“否”,以此再次表明,辩证地回答的人不应当对被提问的前提本身提出异议。
- 8.58οἷς γὰρ ἂν μὴ 〈ᾖ〉 [τοῦτο] συγχωρεῖν διαλεκτικῶς, τούτοις βούλεσθαι χρῆσθαι οὐ διαλεκτικοῦ.
关系从句 οἷς... 倒置于其先行指示代词 τούτοις 之前。主句以不定式短语 τούτοις βούλεσθαι χρῆσθαι(企图使用这些)作主语,以表示属性特征的属格 οὐ διαλεκτικοῦ [ἐστι](绝非辩证家的做法)作表语。在关系从句内部,与格关系代词 οἷς 充当 συγχωρεῖν 的宾语补足语,依存于补足的表示可能性的非人称动词(ᾖ)。
- 8.59παρὰ τὸ συγχωρεῖν τι ὂν ἀσαφὲς ἐλέγχεσθαι
介词 παρά 支配带有谓词性分词 ὂν 的冠词加宾格不定式 τὸ συγχωρεῖν,表示原因或契机(“由于承认……”),修饰非人称动词 συμβαίνει 的主语不定式 ἐλέγχεσθαι(被反驳)。
- 8.59τότε γὰρ ἄδηλον γίνεται, εἰ καὶ τὴν ἀρχὴν γνωρίζων, ὅτι πολλαχῶς λέγεται, οὕτω συνεχώρησεν 〈ἤ〉 ὡς κατὰ 〈μόνον κατὰ〉 τὸ ἀληθὲς τῶν σημαινομένων ὑπ’ αὐτοῦ διδούς.
由 εἰ(“是否……”)引导的间接疑问从句中包含了一个析取性对比结构。第一项是带有状语分词 γνωρίζων 的直陈式过去动词 συνεχώρησεν,第二项是在析取连词 ἤ 之后补出的主格分词结构 ὡς... διδούς(ὡς 搭配分词表示主观意图),二者构成了对先前承认动机的对照。
