← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§553.6-554.27

提问前提的六种划分与回答者的应对规则

亚历山大梳理了亚里士多德在159b37中对提问前提的六种划分(结合三种公认程度与是否与论证相关),并详述了回答者在每种情况下应如何应答与加注说明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.57

" Ἐπεὶ δὲ ἀνάγκη πᾶν τὸ ἐρωτώμενον ἢ ἔνδοξον εἶναι ἢ ἄδοξον ἢ μηδέτερον." Εἰπὼν τὰς τῶν προβλημάτων διαφορὰς καὶ διδάξας πῶς πρὸς ἕκαστον αὐτῶν χρὴ τὰς ἀποκρίσεις ποιεῖσθαι καὶ τίνων στοχάζεσθαι, νῦν περὶ αὐτῶν τῶν ἐρωτωμένων λέγει, καὶ τούτων τὴν διαίρεσιν ποιεῖται, καὶ δείκνυσι πρὸς τίνα χρὴ βλέποντα ἑκάστην τῶν ἐρωτωμένων προτάσεων ἢ διδόναι ἢ μὴ διδόναι· οὕτως γὰρ διὰ τοῦ τοῦτο ποιεῖν δυνησόμεθα τοῦ προκειμένου σκοποῦ τυγχάνειν. ἔστι δὲ καὶ τῶν ἐρωτωμένων τὰ μὲν ἔνδοξα ἐρωτώμενα, ὡς τὸ θεὸν δεῖν σέβειν, γονεῖς τιμᾶν, νόμοις πείθεσθαι, τὴν ἀρετὴν ἀγαθὸν εἶναι, τὰ δὲ ἄδοξα, τὰ δὲ οὐδέτερα. καὶ αὕτη μὲν ἡ τῶν ἐρωτήσεων διαίρεσις παραπλησία τῇ τῶν προβλημάτων· καὶ γὰρ ἐκεῖνα κατὰ ταῦτα διεῖλε. προστίθησι δὲ τῇ τῶν ἐρωτήσεων διαιρέσει καὶ τὸ ἢ πρὸς τὸν λόγον αὐτὰς εἶναι ἢ μή. ἔστι δὲ πρὸς μὲν τὸν λόγον ταῦτα ὅσα συντελεῖ εἰς τὸν περὶ τοῦ προβλήματος γινόμενον συλλογισμόν, οὐ πρὸς τὸν λόγον δὲ ὅσα μηδὲν εἰς τὸ προκείμενον συντελεῖ ἀλλ’ ἔστι μάτην ἐρωτώμενα. οὔσης τοίνυν τῆς τῶν ἐρωτωμένων διαφορᾶς ἐν τούτοις, ἀνάγκη πᾶσαν ἐρώτησιν ἢ ἔνδοξόν τε εἶναι καὶ πρὸς τὸν λόγον ἢ ἔνδοξον μὲν μὴ πρὸς τὸν λόγον δέ, ἢ ἄδοξον μὲν πρὸς τὸν λόγον δὲ ἢ ἄδοξον καὶ οὐ πρὸς τὸν λόγον, ἢ οὔτε ἔνδοξον οὔτε ἄδοξον οὖσαν πρὸς τὸν λόγον εἶναι ἢ οὐ πρὸς τὸν λόγον. πῶς οὖν χρὴ πάλιν καθ’ ἑκάστην τῶν κατὰ τὰς τοιαύτας ἐρωτήσεις διαφορῶν ποιεῖσθαι τὴν ἀπόκρισιν, λέγει. ἂν μὲν οὖν ἔνδοξος ᾖ ἡ ἐρώτησις μὴ πρὸς τὸν λόγον δέ, δεῖ, φησί, τὸν ἀποκρινόμενον διδόναι αὐτὴν λέγοντα ὅτι ἔστιν ἔνδοξος· οὕτως γὰρ αὐτὸς μὲν εὐδοκιμήσει συγχωρῶν τοῖς ἐνδόξοις, ἀδοξήσει δ’ ὁ ἐρωτῶν μὴ δυνάμενος τῷ δοθέντι χρῆσθαι πρὸς τὸ προκείμενον καὶ ταῦτα ὄντι ἐνδόξῳ. ἐὰν δὲ ἄδοξον ᾖ τὸ ἐρωτώμενον καὶ μὴ πρὸς τὸν λόγον, δοτέον μὲν καὶ τοῦτο τῷ δοθέντι αὐτῷ μηδὲν ἕξειν χρῆσθαι τὸν ἐρωτήσαντα.1 ὑπὲρ μέντοι τοῦ μὴ δοκεῖν ἠλίθιον εἶναι συγχωροῦντα τοῖς ἀδόξοις αὐτὸ τοῦτο ἐπισημαντέον, ὅτι ἄδοξον μέν ἐστι, τίθησι δὲ αὐτὸ τοῦ λόγου χάριν καὶ τοῦ μαθεῖν πῶς ἐξ αὐτοῦ τὸ προκείμενον δείκνυται· καὶ γὰρ οὕτως πάλιν ἐν ἀδοξίᾳ γενέσθαι ποιεῖ τὸν ἐρωτήσαντα. ἂν δὲ ᾖ καὶ ἔνδοξον τὸ ἐρωτώμενον καὶ πρὸς τὸν λόγον, δεῖ, φησί, τὸν ἀποκρινόμενον ὁμολογεῖν μὲν τὸ ἐρωτώμενον ἔνδοξον εἶναι, λέγειν δὲ λίαν αὐτὸ ἐγγὺς εἶναι τοῦ προκειμένου καὶ τρόπον τινὰ διὰ τοῦ ἐρωτωμένου τὸ ἐν ἀρχῇ λαμβάνεσθαι· οὕτως γὰρ οὔτε ἐνίστασθαι τοῖς ἐνδόξοις δόξει οὔτε τι πάσχειν ὑπὸ τοῦ ἐρωτωμένου τῷ ὁμοιότητα αὐτοῦ δεικνύναι πρὸς τὸ δεικνύμενον. εἰ δὲ ἄδοξον μὲν εἴη τὸ ἐρωτώμενον πρὸς τὸν λόγον δέ, δεῖ, φησί, τὸν ἀποκρινόμενον λέγειν ὅτι τεθέντος μὲν αὐτοῦ δείκνυται τὸ προκείμενον, εὔηθες μέντοι τὸ ἐρώτημα καὶ ὑπὸ μηδενὸς νοῦν ἔχοντος τεθέν. εἰ δὲ μήτ’ ἔνδοξον μήτ’ ἄδοξον εἴη τὸ ἐρωτώμενον, εἰ μὲν μηδὲν εἴη πρὸς τὸν λόγον, δοτέον αὐτὸ τῷ μηδὲν ἕξειν αὐτῷ χρῆσθαι τὸν ἐρωτῶντα λαβόντα· εἰ δὲ εἴη πρὸς τὸν λόγον, τοῦτο αὐτὸ δεῖ, φησίν, ἐπισημαίνεσθαι τὸν ἀποκρινόμενον, ὅτι συγχωρηθέντος αὐτοῦ ἀναιρεῖσθαι συμβαίνει τὸ κείμενον. λέγει δὲ ὅτι ὁ διδοὺς τὰς τοιαύτας ἀποκρίσεις καὶ προορῶν τὸ συμβησόμενον οὐδὲν δόξει δι’ αὐτὸν πάσχειν2 (εἶπε γὰρ ἔργον εἶναι 〈τοῦτο〉 τοῦ καλῶς ἀποκρινομένου), ὅ τε ἐρωτῶν δυνήσεται συλλογίζεσθαι διαλεκτικῶς, συγχωρουμένων αὐτῷ τῶν ἐνδοξοτέρων τοῦ συμπεράσματος. ἔστι δὲ διαλεκτικὴ συνουσία, ὅταν μηδέτερος τῶν ἐν τῷ λόγῳ τι παρανομῇ, ἀλλὰ τὸ αὐτῷ προσῆκον ποιῇ.

“然而,既然一切被提问的事物必然要么是公认的,要么是违背公认的,要么二者皆非……” 在阐述了诸问题的差异并指导了应当如何针对其中每一个进行回答以及应当以什么为目标之后,他现在讨论被提问的前提本身,对它们进行划分,并指出应当着眼于什么来给出或不给出每一个被提问的命题;因为如此通过这样做,我们将能够达到既定的目标。在被提问的事物中,有些是公认的提问,例如应当敬畏神、尊敬父母、服从法律、德性是善,而另一些则是违背公认的,还有一些是中立的。提问的这种划分与诸问题的划分是相似的;因为他对那些问题也是按照这些标准来划分的。但在提问的划分中,他还补充了它们是否与论证相关这一项。与论证相关的事物,是所有那些有助于就该问题进行推论的事物;而不与论证相关的事物,则是所有那些对既定论题毫无助益而是徒劳提问的事物。因此,既然被提问之物的差异存在于这些维度中,那么必然每一个提问要么既是公认的且与论证相关,要么是公认的但不与论证相关,要么是违背公认的但与论证相关,要么是违背公认的且不与论证相关,要么在既非公认亦非违背公认的情况下,与论证相关或不与论证相关。于是他阐述了应当如何针对这类提问所包含的每一种差异来重新进行回答。他说,如果提问是公认的但不与论证相关,回答者应当在说明它是公认的同时将它给出;因为这样他自己会因承认公认的事物而获得好评,而提问者则会因无法将已给出的前提用于既定论题而陷入劣势,尽管这前提是公认的。如果被提问的事物是违背公认的且不与论证相关,这也应当给出,理由是提问者即便得到了它也无法使用它。然而,为了不至于因承认违背公认之事而被视为愚蠢,必须特别指出这一点:它固然是违背公认的,但自己是为了论证的缘故以及为了弄清如何从它证明既定论题才确立它的;因为这样一来,他又会让提问者陷入难堪境地。他说,如果被提问的事物既是公认的且与论证相关,回答者应当承认被提问之事是公认的,但说明它与既定论题过于切近,并在某种方式上是通过被提问之物在窃取论题;因为通过指出它与所要证明之物的相似性,他既不会显得在抗拒公认之事,也不会显得因被提问之物而蒙受任何损害。他说,如果被提问的事物违背公认但与论证相关,回答者应当说,虽然它一旦确立既定论题就会得到证明,但这提问是愚蠢的,任何有理智的人都不会确立它。如果被提问的事物既非公认亦非违背公认:如果它与论证毫无关系,就应当将它给出,理由是提问者得到它也无法使用它;如果它与论证相关,他说,回答者就必须特别指出这一点:一旦承认它,既设的命题就会被推翻。他说,给出此类回答并且预见到将要发生的结果的人,不会显得因自身的缘故蒙受任何损害(因为他说过这是优秀回答者的职责),而提问者也由于被承认了比结论更为公认的前提,从而能够进行辩证推论。而所谓辩证聚谈,就是在论辩中双方都没有任何违规之举,而是各自履行了适合于自己的职责。

语法注2 条
  1. 8.57τῷ δοθέντι αὐτῷ μηδὲν ἕξειν χρῆσθαι τὸν ἐρωτήσαντα

    由与格定冠词 τῷ 引导的名词化不定词结构(宾格加不定式结构:τὸν ἐρωτήσαντα ... ἕξειν)表示原因。δοθέντι αὐτῷ 中,αὐτῷ(“它”)是受 χρῆσθαι 支配的与格代词,与表示让步或条件的分词 δοθέντι 一致(“即便它被给出”)。全句意为“理由是即便它被给出,提问者也无法加以使用”。

  2. 8.57οὐδὲν δόξει διʼ αὐτὸν πάσχειν

    在前置词短语 διʼ αὐτόν(διά + 宾格)中,代词 αὐτόν 代替反身代词 ἑαυτόν 指代主语回答者自身。动词 πάσχειν 在论辩与辩证术语境中常指“(因被反驳等)蒙受损失、陷入劣势”,整个短语意为“不会显得因他自身的过失而蒙受任何损害”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:553.6-554.27