← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§551.10-553.5

中立或特定限定问题中前提的承认准则

亚历山大注解了亚里士多德《论题篇》卷八第5章(159b9–20)中的规则,阐明在问题处于中立状态以及问题属于特定限定的公认(基于特定哲学家或回答者本人的观点)时,回答者应当承认哪些前提。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.54

" Φανερὸν ὡς ἀδόξου μὲν ὄντος ἁπλῶς τοῦ κειμένου οὐ δοτέον τῷ ἀποκρινομένῳ.1" Ἀντὶ τοῦ ‘οὐκ ὀφείλει ὁ ἀποκρινόμενος συγχωρεῖν τῷ ἐρωτῶντι τὰ ἀδοξότερα τοῦ βουλομένου παρὰ τοῦ ἀποκρινομένου συναχθῆναι συμπεράσματος.’

“显而易见,在既设命题绝对违背公认时,回答者不应当[什么都]给出……” 这相当于说:“回答者不应当向提问者承认那些比企图从回答者那里得出的结论更违背公认的前提。”

§8.55

" Καὶ τῶν μὴ δοκούντων ὅσα ἧττόν ἐστιν ἄδοξα τοῦ συμπεράσματος· ἱκανῶς γὰρ ἂν δόξειε διειλέχθαι." Τὸ ἱκανῶς γὰρ ἂν δόξειε διειλέχθαι σημαντικόν ἐστι τοῦ ‘οὐ γὰρ δόξει παραβαίνειν τὴν διαλεκτικὴν συνουσίαν ὁ ἀποκρινόμενος οὕτως’· δεῖ γὰρ τοὺς γυμνασίας χάριν τὰς συνουσίας ποιουμένους συνεργεῖν ἀμφοτέρους πρὸς τὸ διαλεκτικὸν γίνεσθαι τὸν συλλογισμόν. ἐπὶ τῶν τοιούτων δὲ προβλημάτων ὁ τοῖς ἐνδόξοις μόνοις συγχωρῶν διαλεκτικῶς ἐμποδίσει τὸ προκείμενον· οὐ γὰρ ῥᾴδιον διαλεκτικὰς προτάσεις [ἐνδόξους] εὑρεῖν.

“在不被公认的事物中,也当给出那些比结论违背公认程度较轻的事物;因为这样他就显得进行了充分的讨论。” “因为这样他就显得进行了充分的讨论”这句话的意思是:“这样做的回答者就不会显得违背了辩证聚谈”;因为为了演练而进行聚谈的双方,应当共同协作以使推论具有辩证性质。然而在这类问题上,只承认公认前提的人,就会以辩证方式阻碍既定结论的得出;因为要找到公认的辩证前提并不容易。

§8.56

"Ὁμοίως δέ, εἰ μήτ’ ἄδοξος μήτ’ ἔνδοξός ἐστιν ἡ θέσις." Εἰ μήτ’ ἔνδοξος μήτ’ ἄδοξος εἴη ἡ θέσις, πάλιν δεῖ τὸν ἀποκρινόμενον τά τε ἁπλῶς ἔνδοξα τιθέναι καὶ τὰ ἐνδοξότερα τοῦ μήτε ἐνδόξου μήτε ἀδόξου· διὰ γὰρ τῶν τοιούτων δεικνύοιτ’ ἂν διαλεκτικῶς· τοιοῦτον γὰρ δεῖ τὸ συμπέρασμα γίνεσθαι τὸ ἀντικείμενον τῇ τοιαύτῃ θέσει ὁποία καὶ ἡ θέσις. οὐ δὲ πρὸς τὰ τοιαῦτα ῥᾴδιον εὐπορεῖν ἐνδόξων. Πρὸς τὸ προκείμενον.2 ἐπεὶ τῶν προβλημάτων, ὑπὲρ ὧν ὑπέχει ὁ ἀποκρινόμενος λόγον, τὰ μὲν ἁπλῶς ἢ ἔνδοξα ἢ ἄδοξά ἐστι τὰ δὲ ὡρισμένως, καὶ [τῶν] ὡρισμένως ἢ τῷ ἄλλῳ τινὶ ἐνδόξῳ δοκεῖν οὕτως ἢ αὐτῷ τῷ ἀποκρινομένῳ λέγοντι ‘ἐμοὶ τοῦτο δοκεῖ ἔνδοξον’, ἂν μὲν οὖν τὸ πρόβλημα τὸ προκείμενον ἁπλῶς ἔνδοξον ἢ ἁπλῶς ἄδοξον ᾖ, δεῖ τὸν ἀποκρινόμενον πρὸς τὰ ἁπλῶς ἔνδοξα ὁρῶντα τὴν σύγκρισιν τῶν ἐρωτωμένων τε καὶ συγχωρουμένων ποιεῖσθαι. οὔσης γὰρ τῆς θέσεως ἁπλῶς ἀδόξου, ἐπειδὴ τὸ συμπέρασμα ἁπλῶς ἔνδοξον γίνεσθαι δεῖ ἐκ τῶν ἁπλῶς ἐνδόξων, τοῖς ἐνδοξοτέροις χρὴ συγχωρεῖν. οὔσης δὲ ἐνδόξου ἁπλῶς, ἐπειδὴ τὸ συμπέρασμα ἁπλῶς ἄδοξον γίνεσθαι δεῖ, πάλιν [ἁπλῶς] τοῖς τε ἁπλῶς ἐνδόξοις χρὴ συγχωρεῖν καὶ τοῖς ἧττον ἀδόξοις τῶν ἁπλῶς ἀδόξων. εἰ δὲ μὴ εἴη ἁπλῶς ἔνδοξον ἢ ἄδοξον ἀλλ’ ὡρισμένως, ἐπεὶ τὸ ὡρισμένως ἔνδοξον ἢ ἄδοξον διττόν, τὸ μὲν αὐτῶν ἄλλῳ, τὸ δὲ τῷ ἀποκρινομένῳ, ἂν μὲν ᾖ τῷ ἀποκρινομένῳ δοκοῦν, δεῖ τὰς ἀποκρίσεις ποιεῖσθαι πρὸς τὰ αὐτῷ δοκοῦντα· δεῖ γὰρ τὸν δεικνύντα τὸ ἀντικείμενον τοῦ δοκοῦντος αὐτῷ συλλογισμὸν ἐκ τῶν τῷ θεμένῳ τὴν θέσιν δοκούντων ποιεῖσθαι. ἐὰν δὲ ᾖ τὸ πρόβλημα ἄλλῳ τινὶ δοκοῦν, ᾧ παρίσταται ὁ ἀποκρινόμενος, δεῖ, φησίν, αὐτὸν τῆς ἐκείνου δόξης στοχαζόμενον καὶ διδόναι ἃ δίδωσι καὶ ἀρνεῖσθαι 〈ἃ ἀρνεῖται〉, σκοπὸν ἔχοντα τοιαῦτα συγχωρεῖν ἅ ἐστιν ἐνδοξότερα τοῦ δειχθησομένου. οἱ γοῦν παριστάμενοι τῇ Ἡρακλείτου δόξῃ τῇ λεγούσῃ τὸ ἀγαθὸν καὶ τὸ κακὸν εἶναι ταὐτὸν οὐ συγχωροῦσι τῷ λέγοντι μὴ δύνασθαι τὰ ἐναντία συνυπάρχειν, οὐχ ὡς αὐτοῖς μὴ δοκοῦν, ἀλλ’ ὡς Ἡρακλείτῳ οὕτως οὐκ ἐδόκει,3 προστιθέντες δηλονότι τοῦτο. τὸ αὐτὸ δὲ τοῦτο ποιοῦσι καὶ οἱ παρ’ ἀλλήλων δεχόμενοι τὰς θέσεις· στοχάζονται γὰρ τῆς ἐκείνων δόξης, καὶ ὡς ἐκεῖνοι ἀπεκρίνοντο, οὕτω καὶ αὐτοὶ πειρῶνται τὰς ἀποκρίσεις ποιεῖσθαι· ὡς ποιεῖ ἐν τῷ Πλάτωνος Φιλήβῳ ὁ Πρώταρχος διαδεξάμενος παρὰ Φιλήβου τὸ πρόβλημα. φανερὸν οὖν φησι γεγονέναι τίνων δεῖ στοχάζεσθαι τὸν ἀποκρινόμενον, εἴτε ἁπλῶς εἴη ἔνδοξον τὸ κείμενον εἴτε τινί.

“同样,如果论题既非违背公认亦非公认。” 如果论题既非公认亦非违背公认,回答者就必须再次确立绝对公认的事物,以及比既非公认亦非违背公认之物更为公认的事物;因为通过这类事物,命题才能以辩证方式得到证明;因为与这类论题相对立的结论,必须变得与论题本身具有相同的性质。但对于此类问题,要充分具备公认的前提并不容易。 回到既定的论题:既然在回答者为其承担论证的问题中,有些是绝对公认或违背公认的,有些是特定限定如此的,而在特定限定的问题中,要么是由于某位其他著名学者如此认为,要么是由于回答者本人说“在我看来这是公认的”——那么,如果既定的问题是绝对公认或绝对违背公认的,回答者就必须着眼于绝对公认的事物,对所被提问和所承认的事项进行权衡比较。因为在论题绝对违背公认时,既然结论必须由绝对公认的前提得出而成为绝对公认的,就应当承认更为公认的前提。而在论题是绝对公认时,既然结论必须成为绝对违背公认的,就必须再次承认绝对公认的前提以及比绝对违背公认之物违背程度较轻的前提。但如果论题不是绝对公认或违背公认,而是特定限定如此的,既然特定限定公认或违背公认的情况是双重的——一种是对他人而言,另一种是对回答者本人而言——那么如果是回答者本人所认为的,他就必须依据自己所认为的来进行回答;因为证明与他所认为的事物相对立之结论的人,必须根据设定该论题者所认为的前提来进行推论。他说,但如果该问题是回答者所维护的其他某人所持的观点,他就必须瞄准那个人的意见,给出那个人给出的前提,否定那个人否定的前提,以承认那些比将要被证明之物更为公认的前提为目标。无论如何,维护赫拉克利特关于“善与恶是同一的”这一观点的人,不会向主张“相反之物不能并存”的人让步,这并不是因为他们自己不这样认为,而是因为赫拉克利特不曾这样认为,他们显然会补充说明这一点。那些相互承接论题的人也正是这样做的;因为他们以先行者的意见为目标,正如先行者那样回答,他们自己也努力那样去回答;正如柏拉图的《斐勒布篇》中普罗塔克从斐勒布手中接过问题时所做的那样。因此他说,无论既设的事项是绝对公认的还是对特定人而言公认的,回答者应当以什么为目标,已经显而易见了。

语法注3 条
  1. 8.54οὐ δοτέον τῷ ἀποκρινομένῳ

    动词性形容词 δοτέον 连用的与格 τῷ ἀποκρινομένῳ 表示施事(“回答者不应当给出”)。亚历山大将其转述为 οὐκ ὀφείλει ὁ ἀποκρινόμενος συγχωρεῖν τῷ ἐρωτῶντι(“回答者没有义务向提问者承认”),明确了句子的主语与施事结构。

  2. 8.56Πρὸς τὸ προκείμενον

    这是一个独立的过渡短语(“回到既定的论题”),将讨论从前面对中立问题难以寻得公认前提的简短评述,拉回到对回答者规则的全面系统性总结。

  3. 8.56οὐχ ὡς αὐτοῖς μὴ δοκοῦν, ἀλλ’ ὡς Ἡρακλείτῳ οὕτως οὐκ ἐδόκει

    在形成对比的主观理由从句中,前半部分采用了 ὡς 连用独立宾格分词(μὴ δοκοῦν),后半部分则采用了 ὡς 连用直陈式过去未完成时(οὐκ ἐδόκει)。这种结构表明,维护他人论点的人之所以拒绝某些前提,并非基于自身的判断,而是基于其所代表的思想家的历史观点。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:551.10-553.5