← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§549.16-551.9

论题的公认性分类与回答者承认前提的规则

针对亚里士多德的开篇论述(159a38),亚历山大阐明了问题的公认性分类(绝对公认、特定限定公认、违背公认及中立),并解释了回答者在维护不同类型的论题时应当承认何种程度的前提之辩证规则及其理由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.53

" Ἀνάγκη δὴ τὸν ἀποκρινόμενον ὑπέχειν λόγον." Ἄνωθεν ἀρξάμενος, τίνων δεῖ στοχάζεσθαι τὸν ἐν ταῖς διαλεκτικαῖς συνουσίαις ἀποκρινόμενον, λέγει. ἐπεὶ τοίνυν πᾶς ὁ ἀποκρινόμενος καὶ ὑπέχων λόγον τινὶ θέμενός τινα θέσιν καὶ πρόβλημά τι περὶ τούτου ὑπέχει λόγον, τοῦτο δ’ ἀνάγκη ἢ ἔνδοξον ἢ ἄδοξον εἶναι ἢ μηδέτερον, τουτέστιν μήτ’ ἔνδοξον μήτ’ ἄδοξον, καὶ ἔνδοξον καὶ ἄδοξον ἢ ἁπλῶς ἢ ὡρισμένως· ἔστι δ’ ἁπλῶς μὲν ἔνδοξα τὰ κατὰ τὴν πάντων δόξαν ἢ τῶν πλείστων, ὡς τὸ τὴν ὑγείαν αἱρετὸν εἶναι, ὡρισμένως δ’ ἔνδοξα τὰ τῷδέ τινι τῶν ἐνδόξων ἑπόμενα, οἷον Πλάτωνι ἢ Ἀριστοτέλει ἢ Γαληνῷ ἢ καὶ αὐτῷ τῷ ἀποκρινομένῳ· ἄδοξα δ’ ἁπλῶς μὲν τὰ τοῖς ἐνδόξοις ἀντικείμενα· τοιαῦτα δ’ ἂν εἴη τὰ παρὰ τὰς τῶν πάντων ἢ τῶν πλείστων δόξας λεγόμενα· ὡρισμένως δὲ τὰ μαχόμενα τοῦ τινὸς ὄντος ἐνδόξου τῇ δόξῃ, ὡς φέρε εἰπεῖν τὴν ψυχὴν μὴ εἶναι ἀθάνατον, ἐπεὶ μάχεται τῇ Πλάτωνος δόξῃ· οὔτε δὲ ἔνδοξον οὔτε ἄδοξόν ἐστι πρόβλημα περὶ οὗ ἤτοι οὐδετέρως δοξάζουσιν, οἷον τὸ περιττοὺς ἢ ἀρτίους εἶναι τοὺς ἀστέρας, ἢ περὶ οὗ ἐπ’ ἴσης ἀμφοτέρως, οἷον περὶ τοῦ ἄπειρον εἶναι ἢ μὴ εἶναι, ἢ τὸ εἶναι ἐπιστήμας τὰς ἀρετὰς ἢ πάλιν μὴ εἶναι. διαφέρειν δ’ οὐδὲν ἔφη, ἄν τε ἁπλῶς τὸ πρόβλημα ἔνδοξον ἢ ἄδοξον ᾖ, ὑπὲρ οὗ τὸν λόγον ὁ ἀποκρινόμενος ὑπέχει, ἄν τε ὡρισμένως· ἐπ’ ἀμφοτέρων γὰρ ὁ αὐτὸς τρόπος τοῦ καλῶς ἀποκρίνεσθαι. τίς δέ ἐστιν, αὐτὸς ἑξῆς λέγει. ἐπεὶ γὰρ ὁ ἐρωτῶν διαλεκτικῶς εἰς ἀντίφασιν περιάγειν τὸν ἀποκρινόμενον βούλεται τοῦ προβλήματος ᾧ παρίσταται, ἔστι δὲ τοῦ μὲν ἀδόξου προβλήματος ἔνδοξον τὸ ἀντικείμενον, τοῦ δὲ ἐνδόξου ἄδοξον, ἂν μὲν ἄδοξον ἁπλῶς ᾖ τὸ κείμενον πρόβλημα, ᾧ παρίσταται ὁ ἀποκρινόμενος, δῆλον μὲν ὅτι δεῖ ἁπλῶς ἔνδοξον εἶναι τὸ τούτῳ ἀντικείμενον· τοιοῦτον δὴ τοῦ ἐλέγχου τοῦ ἀδόξου προβλήματος τὸ συμπέρασμα δεῖ γίνεσθαι. ἐπεὶ δὲ ὁ καλῶς συλλογιζόμενος καὶ δεικνύς τι διαλεκτικῶς ἐκ γνωριμωτέρων αὐτὸ καὶ ἐνδοξοτέρων δείκνυσι, δῆλον ὅτι καὶ ὁ τὸ ἁπλῶς ἔνδοξον δεικνὺς δι’ ἐνδοξοτέρων αὐτὸ ἂν καλῶς δεικνύοι. δεῖ δή, φησί, τὸν ὑπὲρ τοιαύτης θέσεως ἀποκρινόμενον μήτε τοῖς μὴ ἁπλῶς δοκοῦσι συγχωρεῖν, τουτέστι μηδὲν διδόναι ὃ μὴ ἁπλῶς ἐστιν ἔνδοξον, κἂν ἁπλῶς δέ τι ἔνδοξον ᾖ, μὴ μέντοι τοῦ ὀφείλοντος γενέσθαι συμπεράσματος ἐνδοξότερον, μηδὲ τοῦτο συγχωρεῖν· οὐ γὰρ διαλεκτικοῦ τὸ συγχωρεῖν τῷ ἐρωτῶντι συλλογίζεσθαί τι ἔνδοξον δι’ ἧττον ἐνδόξων. ταῦτα δὲ λέγων δοκεῖ ὑπεναντίως τῇ προθέσει τοῦ ἀποκρινομένου λέγειν· πρόκειται μὲν γὰρ αὐτῷ μὴ περιαχθῆναι εἰς τὴν ἀντίφασιν· ὁ δὲ ταῦτα ἀξιοῖ συγχωρεῖν αὐτὸν ἐξ ὧν τὸ ἀντικείμενον τῇ ἀδόξῳ θέσει συναχθήσεται. ἢ ἐκ πάντων μὲν ὧν ὁ ἐρωτώμενος [οὐ] συγχωρεῖ, οὐ συναχθήσεται ὑπὸ τοῦ ἐρωτῶντος,1 εἴ γε ἐρωτᾷ δι’ ὧν ἂν λάθοι συνάξων τὸ ἀντικείμενον τοῦ διαλεκτικῶς ἀποκρινομένου μὴ συγχωροῦντος, ἀλλὰ δι’ ἐνδοξοτέρων τοῦ προκειμένου. μόνοις οὖν τοιούτοις συγχωρητέον, ὧν εἴπερ εὐπορεῖ ὁ ἐρωτῶν, συνάγοιτο ἂν τὸ προκείμενον. εἰ δὲ μή, εἴη ἂν διαλεκτικῶς κωλυόμενος ὑπὸ τοῦ ἀποκρινομένου συνάγειν, ἀξιοῦντος αὐτὸν δι’ ἐνδοξοτέρων αὐτὸ δεικνύναι τῷ ἔνδοξον εἶναι τὸ δεῖν τὰ δεικνύμενα διὰ γνωριμωτέρων δείκνυσθαι.2 ὥστε ἐν οἷς λόγοις ἔνδοξον ἁπλῶς τὸ συμπέρασμα δεῖ γίνεσθαι, ἐν τούτοις δεῖ τὸν ἀποκρινόμενον μόνα ταῦτα τιθέναι ἃ ἔνδοξά ἐστιν ἁπλῶς καὶ ἐνδοξότερα τοῦ δι’ αὐτῶν συμπεράσματος. εἰ δ’ εἴη πάλιν ἔνδοξος ἁπλῶς ἡ θέσις, δῆλον μὲν ὅτι τὸ ἀντικείμενον αὐτῇ ἄδοξον ἔσται. δεῖ δέ, φησί, τὸν ἀποκρινόμενον πάλιν ἔνδοξα διδόναι, ἀλλὰ καὶ τῶν ἀδόξων ὅσα ἧττον ἄδοξά ἐστι τοῦ ἐσομένου συμπεράσματος· οὕτως γὰρ πάλιν ἔσται τοιαῦτα συγχωρῶν δι’ ὧν μόνων οἷόν τε καλῶς συλλογίζεσθαι τὸ προκείμενον τὸν ἐρωτῶντα [διὰ γνωριμωτέρων καὶ ἐνδοξοτέρων]· τοῦ γὰρ ἀδόξου τὰ ἔνδοξα γνωριμώτερα καὶ τὰ ἧττον ἄδοξα.

“因此,回答者必然要承担论证……” 他从根本原则讲起,陈述了在辩证聚谈中回答者应当以什么为目标。既然凡是回答、即针对某人承担论证的人,都是在设定了某种论题和某种问题之后才就此承担论证的,而这问题必然要么是公认的,要么是违背公认的,要么是介于两者之间的(即既非公认亦非违背公认),且公认的和违背公认的要么是绝对而言的,要么是特定限定而言的。绝对公认的事物是符合所有人或大多数人意见的事物,比如健康是值得选择的;而特定限定公认的事物则是依从某位著名学者意见的事物,比如依从柏拉图、亚里士多德、盖伦,甚至是回答者本人的意见。绝对违背公认的事物则是与公认意见相对立的事物;此类事物应当是违背所有人或大多数人意见的言论;而特定限定违背公认的事物则是与某位著名人物的意见相冲突的事物,例如说灵魂不是不朽的,因为这与柏拉图的意见相冲突。既非公认亦非违背公认的问题,则是指人们对此要么全无倾向性意见的问题(比如群星的数量是奇数还是偶数),要么在此两可之间意见均等的问题(比如无限是否存在,或者德性究竟是不是知识)。他还说,回答者为其承担论证的问题究竟是绝对公认或违背公认的,还是特定限定如此的,并没有差别;因为在这两种情况下,良好答辩的方式是相同的。至于这种方式究竟是什么,他自己在接下去的部分作了解说。因为辩证提问者想要将回答者牵引至与其所维护的问题自相矛盾的境地,而违背公认的问题的对立命题是公认的,公认的问题的对立命题是违背公认的,所以如果回答者所维护的既设问题是绝对违背公认的,那么与其对立的命题显然必须是绝对公认的;对违背公认之问题的反驳结论必然应当是这样的。而且,既然妥善推论并以辩证方式证明某事的人,总是根据更为人所熟知、更为公认的前提来证明它,那么显而易见,证明绝对公认之事的人,也当通过比它更为公认的前提妥善地证明它。因此他说,为这类论题答辩的人,既不能承认非绝对公认的事物(即不得给出任何不是绝对公认的前提),而且即使某事是绝对公认的,只要它并不比应当得出的结论更为公认,也不应承认它;因为容许提问者通过公认程度较低的前提来推论出某种公认的事物,并不符合辩证者的品格。但他这样讲,似乎与回答者的初衷相悖;因为回答者的初衷是不被牵引至矛盾境地,而亚里士多德却要求他去承认那些足以推出与违背公认的论题相对立命题的前提。或者不如说:从回答者所承认的一切前提中,提问者并不能得出结论,只要提问者是通过企图暗中得出对立结论的前提来提问,而辩证答辩者并不承认这些,而是〔只能〕通过比既定结论更为公认的前提〔得出结论〕。因此,只有倘若提问者确实充分拥有它们、既定结论便能被推出的这类前提,才应当被承认。如果并非如此,提问者的推导就会受到回答者的辩证阻碍,因为回答者要求他通过比结论本身更为公认的前提来证明它,其依据正在于“被证明的事项应当通过更为人熟知的事项来证明”这一原则本身就是公认的。因此,在结论应当是绝对公认的论证中,回答者必须只确立那些绝对公认且比通过它们得出的结论更为公认的前提。反之,如果论题是绝对公认的,那么与其对立的命题显然将是违背公认的。他说,回答者应当再次给出公认的前提,但在违背公认的前提中,也应当承认那些比即将得出的结论违背公认程度较轻的前提;因为这样一来,回答者所承认的,将再次是提问者借以妥善推论既定结论所不可或缺的唯一一类前提[即通过更为人熟知且更为公认的前提];因为相对于违背公认的事物而言,公认的事物以及违背公认程度较轻的事物是更为人所熟知的。

语法注2 条
  1. 8.53ἢ ἐκ πάντων μὲν ὧν ὁ ἐρωτώμενος [οὐ] συγχωρεῖ, οὐ συναχθήσεται ὑπὸ τοῦ ἐρωτῶντος

    连词 ἤ 引出了注释者对前文疑难(即回答者被要求承认会导致自身被反驳的前提这一矛盾)的解答。若省去校勘者置于括号中的否定词 οὐ,文意即为“提问者并不能从回答者所承认的一切前提中得出推论(因为回答者只承认比结论更为公认的前提)”,这与后文的 ἀλλὰ δι’ ἐνδοξοτέρων τοῦ προκειμένου 完全呼应。

  2. 8.53τῷ ἔνδοξον εἶναι τὸ δεῖν τὰ δεικνύμενα διὰ γνωριμωτέρων δείκνυσθαι

    带冠词与格不定式短语 τῷ ἔνδοξον εἶναι... 作原因状语,说明前文分词短语 ἀξιοῦντος...(“要求他……去证明”)的依据。其主语是名词性短语 τὸ δεῖν...(“被证明的事物应当通过更为人熟知的事物来证明”这一原则),与谓语 ἔνδοξον εἶναι(“是公认的”)相结合。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:549.16-551.9