- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:53.23-55.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德关于属、固有属性和偶性的论据亦适用于定义反驳的论述(102b27)进行注解,通过梳理各问题在反驳上的相通性与在确立上的非对称性,阐明为何不应当为所有问题寻求单一的普遍方法。
" Μὴ λανθανέτω δὲ ἡμᾶς ὅτι τὰ πρὸς τὸ γένος καὶ τὸ ἴδιον καὶ τὸ συμβεβηκὸς πάντα καὶ πρὸς τοὺς ὁρισμοὺς ἁρμόσει λέγεσθαι." Διαίρεσιν ποιησάμενος τῶν προβλημάτων καὶ δείξας ὅτι ἐστὶν αὐτῶν γένη τέσσαρα, καὶ τί ἐστιν ἕκαστον αὐτῶν δηλώσας, καὶ τίς ἐστιν αὐτῶν ἡ πρὸς ἄλληλα διαφορά, μὴ λανθανέτω, φησίν, ἡμᾶς ὅτι τὰ πρὸς τὸ γένος καὶ τὰ πρὸς τὸ ἴδιον καὶ τὰ πρὸς τὸ συμβεβηκὸς λεγόμενα, τοῦτ’ ἔστι δι’ ὧν οἷόν τε εὑρίσκειν τε καὶ δεικνύναι ὅτι μὴ ἴδιον τὸ ἀποδιδόμενον, ὁμοίως δὲ καὶ ὅτι μὴ γένος ἢ ὅτι μὴ συμβεβηκός, πάντα καὶ πρὸς τοὺς ὁρισμοὺς ἁρμόσει λέγεσθαι· δι’ ὧν γὰρ ἕκαστον τούτων ἀναιρεῖται, δι’ αὐτῶν τούτων ἔστι καὶ τὸν ὁρισμὸν ἀνελεῖν. ἀναιρεῖται γὰρ τὸ μὲν συμβεβηκός, ἂν δειχθῇ μὴ ὑπάρχον τῷ πράγματι· τὸ γὰρ μὴ ὑπάρχον τινὶ οὐχ οἷόν τε αὐτῷ συμβεβηκέναι. τὸ δὲ γένος ἀναιρεῖται μέν, εἰ καὶ μὴ ὑπάρχει, ἀλλὰ οἰκεία τοῦ γένους ἀναίρεσις, ἂν μὴ ἐν τῇ οὐσίᾳ καὶ ἐν τῷ τί ἐστι κατηγορῆται. τὸ δὲ ἴδιον, κἂν μὴ ὑπάρχῃ μέν, ἀναιρεῖται, ἀλλὰ οἰκείως γε, ἂν μὴ μόνῳ καὶ παντὶ ὑπάρχῃ· τὸ γὰρ μὴ οὕτως ὑπάρχον οὐκ ἴδιον. δι’ ἑκάστου δὲ τούτων ἀνασκευάζειν οἷόν τε καὶ τὸν ὁρισμόν· ἄν τε γὰρ μὴ ὑπάρχῃ τῷ πράγματι ὁ ἀποδιδόμενος αὐτοῦ λόγος, οὐκ ἂν εἴη1 αὐτοῦ ὁρισμός, ἄν τε ὑπάρχῃ μέν, μὴ ἐν τῇ οὐσίᾳ δὲ αὐτοῦ ὑπάρχῃ μηδὲ ᾖ γένος τοῦ πράγματος τὸ ἐν τῷ ὁρισμῷ ἀποδιδόμενον ἢ διαφορά, οὐκ ἔσται ὁρισμός· ἀλλὰ κἂν γένος μὲν αὐτοῦ τὸ ἐν τῷ ὁρισμῷ ἀποδιδόμενον ᾖ καὶ διαφορά, μὴ μόνῳ δὲ αὐτῷ καὶ παντὶ ὁ λόγος ὑπάρχῃ, οὐκ ἔσται ὁρισμός. δεῖ γὰρ τὸν ὁρισμὸν καὶ ἐνυπάρχειν τῷ πράγματι οὗ ἀποδίδοται, καὶ τὸ ὡς γένος ἐν τῷ ὁρισμῷ ἀποδιδόμενον καὶ τὰς διαφορὰς γένος τε εἶναι τοῦ πράγματος καὶ διαφορὰς καὶ μόνῳ καὶ παντὶ ὑπάρχειν αὐτῷ τούτῳ οὗ ἀποδίδοται, καὶ παρὰ ταῦτα ἔτι τὸ τί ἦν εἶναι καὶ τὴν οὐσίαν σημαίνειν αὐτοῦ· τοῦτο γὰρ ἴδιόν τέ ἐστιν αὐτοῦ καὶ ἐξαίρετον παρὰ τὰ ἄλλα. τούτου δ’ οὕτως ἔχοντος ἅπαντα ἂν εἴη τὰ κατηριθμημένα γένη τρόπον τινὰ ὁρικὰ κατὰ τὸν ἔμπροσθεν ἀποδοθέντα λόγον· ἐρρήθη γὰρ πρὸ ὀλίγου ὅτι “ἁπλῶς ὁρικὰ πάντα λεγέσθω τὰ ὑπὸ τὴν αὐτὴν μέθοδον ὄντα τοῖς ὁρισμοῖς”. ὡς γὰρ ἡ περὶ ταὐτοῦ ζήτησις ὁρικὴ ἦν κατὰ τοῦτο (δείξαντες γὰρ ὅτι μὴ ταὐτόν, δεδειχότες ἂν εἴημεν ὅτι οὐδὲ ὅρος), οὕτως καὶ πάντα τὰ προβλήματα ὁρικὰ ἂν εἴη· τῇ γὰρ ἑκάστου αὐτῶν ἀναιρέσει ἀναιρεῖται καὶ ὁ ὁρισμός, ὥστε κατὰ τοῦτο ὑπὸ τὴν αὐτὴν ἂν εἴη καὶ ταῦτα μέθοδον τοῖς ὁρισμοῖς. Τοῦτο δ’ εἰπὼν καὶ δείξας πῶς τρόπον τινά ἔστι λέγειν πάντα τὰ προβλήματα ὁρικά, ἐπήνεγκεν ἀλλ’ οὐ διὰ τοῦτο μίαν ἐπὶ πάντων καθόλου μέθοδον ζητητέον. οὐ γάρ, εἰ χρήσιμα τὰ ἐκείνων ἀνασκευαστικὰ καὶ πρὸς τὴν τῶν ὁρισμῶν ἀνασκευήν, ἤδη χρὴ κἀκεῖνα συντάσσειν τοῖς ὁρικοῖς2 ὁρικὰ λέγοντας αὐτά· οὔτε γὰρ ῥᾴδιον εὑρεῖν τοῦτ’ ἔστιν, εἰ θ’ εὑρεθείη, παντελῶς ἀσαφὴς καὶ δύσχρηστος ἂν εἴη πρὸς τὴν προκειμένην πραγματείαν. ἔστι δὲ ὃ λέγει, ὅτι μὴ δεῖ μίαν τινὰ καθόλου μέθοδον περὶ πάντων ζητεῖν, ὡς λέγειν πάντα τὰ προβλήματα ὁρικὰ καὶ ὡς ὁρικῶν αὐτῶν τάς τε ἀνασκευὰς καὶ κατασκευὰς ποιεῖσθαι, ὡς τῶν πρὸς τὸν ὁρισμὸν τόπων δυναμένων πρὸς πάντα ἁρμόζειν· οὔτε γὰρ ῥᾴδιον τοῦτο οὔτε δυνατόν. οὐδὲ γάρ, εἰ αἱ ἀνασκευαὶ τῶν ἄλλων ἀνασκευάζουσι τὸν ὁρισμόν, ἤδη καὶ αἱ κατασκευαὶ αὐτῶν πρὸς τὴν τοῦ ὁρισμοῦ κατασκευὴν χρήσιμοι. ὁ γὰρ κατασκευάζων συμβεβηκὸς εἶναι τὸ ἀποδιδόμενον διὰ τοῦ δεικνύναι οἷόν τε αὐτὸ ὑπάρχειν καὶ μὴ ὑπάρχειν τῷ πράγματι ἔστι μὲν ὑπὸ τὸ συμβεβηκός,3 οὐ μόνον δὲ οὐ συντελεῖ τι πρὸς τὴν τοῦ ὁρισμοῦ δεῖξιν, ἀλλὰ καὶ ἀναιρετικός ἐστιν αὐτοῦ· οὐ γὰρ ὁ αὐτὸς τρόπος τῆς τε τοῦ συμβεβηκότος ὑπάρξεως καὶ τῆς τοῦ ὁρισμοῦ. ἔτι δὲ οὐδὲ πᾶσα συμβεβηκότος ἀνασκευὴ ἀναιρεῖ τὸν ὅρον· ὁ γὰρ δείξας ὡς ἴδιον τὸ ὑπάρχον τινὶ ἀνῄρηκε μὲν τὸ συμβεβηκός, οὐκ ἀνῄρηκε δὲ τὸν ὅρον. ὥστε οὐκ ἀληθὲς πάντα καὶ πρὸς τοὺς ὁρισμοὺς ἁρμόζειν. ἀλλὰ καὶ ὁ δείξας ὅτι ἐν τῷ τί ἐστι μὲν καὶ ἐν τῇ οὐσίᾳ κατηγορεῖται τοῦ πράγματος, ἐπ’ ἴσης δὲ ἀλλ’ οὐ κατὰ πλειόνων, ἀνῄρηκε μὲν τὸ γένος, οὐκ ἀνῄρηκε δὲ τὸν ὁρισμόν· ἀλλὰ καὶ ὁ δείξας τὸ ἐπ’ ἴσης κατηγορούμενον τὴν οὐσίαν σημαίνειν ἀναιρεῖ μὲν τὸ ἴδιον, κατασκευάζει δὲ τὸν ὁρισμόν.
“然而不应让我们忽略的是,凡是关涉属、固有属性和偶性所说的一切,也都适合于针对定义来说。” 在对问题进行了划分并指明它们有四个属,且阐明了它们各自是什么以及它们彼此之间的差异是什么之后,他说:不应让我们忽略的是,凡是关涉属、关涉固有属性和关涉偶性所说者——即凭借它们能够发现并表明所给出者不是固有属性、同样也不是属或不是偶性的根据——也都适合于针对定义来说;因为通过推翻这其中的每一个所依据的根据,正是通过这些相同的根据,也能够推翻定义。因为偶性如果被证明不属于该事物,就被推翻了;因为不属于某个事物的东西不可能偶然属于它。属固然在不属于时也被推翻,但属所特有的推翻是在它不在实体中且不在“何所是”中被述说的时候。固有属性固然在不属于时也被推翻,但更特有的是在它并非仅属于该事物且属于其全部的时候被推翻;因为不以此种方式属于者便不是固有属性。而且通过这其中的每一项,也能够反驳定义;因为无论是所给出的该事物的表述并不属于该事物,它就不会是其定义;抑或是它虽然属于,但并非在其本质中属于,并且在定义中所给出的既不是该事物的属也不是种差,它就不会是定义;甚至即便在定义中所给出的是其属和种差,但如果该表述并非仅属于该事物且属于其全部,它也不会是定义。因为定义既必须内在于给出该定义的事物之中,并且在定义中作为属被给出者以及种差也必须是该事物的属和种差,并且属于唯独给出其定义的该事物本身且属于其全部,而且除这些之外还必须表示其“本是其所是”和实体;因为这对于定义来说是特有的且优越于其他事物的。既然情况是这样,那么按照先前给出的表述,所有列举的属在某种意义上就都将是定义性的;因为不久前曾说过:“凡是与定义处于同一种方法之下的,就通通毫无保留地被称为定义性的吧”。因为正如关于“同一”的探求在这个方面是定义性的一样(因为指明了不是同一物,我们就指明了它也不是定义),所有的问题也都将是定义性的;因为由于推翻它们之中的每一个,定义也被推翻了,从而在这个方面,这些问题与定义也将处于同一种方法之下。 在说了这话并指明了在何种意义上能够将所有问题称为定义性的之后,他补充说:“但并不因此就应当寻求一种适用于一切的单一普遍方法。”因为并非由于那些问题的反驳论据对定义的反驳也是有用的,就必须立刻将那些问题也列入定义性问题之中并称它们为定义性的;因为这既不容易发现,而且即使被发现了,对于眼前的论述而言也将是完全不清晰且难以使用的。他所说的是,不应当寻求关于一切的某种单一的普遍方法,以至于将所有的问题都称为定义性的,并将它们的反驳和确立都当作定义性的来进行,犹如针对定义的论题能够适合于所有问题一样;因为这既不容易也不可能。因为并非其他问题的反驳反驳了定义,它们的确立就立刻对于定义的确立也是有用的。因为通过表明所给出者能够属于且不属于该事物而确立其为偶性的人,固然是在偶性[的领域]之下,但他不仅对定义的证明毫无贡献,而且还是对定义的毁灭;因为偶性存在的样式与定义存在的样式并不是相同的。此外,也并非每一次对偶性的反驳都推翻定义;因为表明属于某事物者作为固有属性而属于的人,固然推翻了偶性,却没有推翻定义。因此,一切也都适合于定义并不是真的。不仅如此,指明在“何所是”和在实体中对事物进行述说、但却是同等外延而非对多数事物进行述说的人,固然推翻了属,却没有推翻定义;而且指明具有同等外延的述说项表示实体的人,固然推翻了固有属性,却确立了定义。
- 1.24εἰ θ’ εὑρεθείη, παντελῶς ἀσαφὴς καὶ δύσχρηστος ἂν εἴη
词形 εἰ θ’ 是连词 εἴτε 的元音省略形,与前文的 οὔτε 形成呼应(“既不……即使……也……”)。从句采用稀求法动词 εὑρεθείη,与主句中的 ἂν εἴη 搭配,构成虚拟潜在条件句。
- 1.24οὐ γάρ, εἰ χρήσιμα τὰ ἐκείνων ἀνασκευαστικὰ καὶ πρὸς τὴν τῶν ὁρισμῶν ἀνασκευήν, ἤδη χρὴ κἀκεῖνα συντάσσειν τοῖς ὁρικοῖς
短语 οὐ ... ἤδη 构成否定推论的句式(“并非因为……就立刻应当……”),中间嵌入条件从句 εἰ χρήσιμα...,否定词 οὐ 修饰主句中的 χρὴ。此结构旨在驳斥仅凭偶性等论据在反驳上的共用性就轻率地将所有问题归并入定义性问题之下的推论。
- 1.24ἔστι μὲν ὑπὸ τὸ συμβεβηκός
介词 ὑπό 后接宾格 τὸ συμβεβηκός,表示范畴或领域的从属关系(“处于偶性[范畴]之下”,即从事确立偶性的论证)。该短语作为分词主语 ὁ κατασκευάζων συμβεβηκὸς εἶναι... 的谓语成分。
