- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:547.27-549.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德《论题篇》卷八第四章(159a18–159a25),讨论提问者与回答者各自的任务与目标,并根据学习、争胜与辩证训练等不同交谈目的区分回答者的职责。
" Ἔστι δὲ τοῦ μὲν ἐρωτῶντος τὸ οὕτως ἐπάγειν τὸν λόγον.1" Τουτέστι τὰς ἐρωτήσεις οὕτω ποιεῖσθαι ὥστε δι’ αὐτῶν ποιεῖν τὸν ἀποκρινόμενον τὰ ἀδοξότατα λέγειν τῶν διὰ τὴν θέσιν ἀναγκαίων, τουτέστι τῶν τῇ θέσει καὶ τῷ προβλήματι, ᾧ παρίσταται ὁ ἀποκρινόμενος, ἀναγκαίως ἑπομένων ἢ τῶν δυναμένων δειχθῆναι διὰ συλλογισμοῦ ὡς ἑπομένων αὐτῷ. ἢ τὸ ἀναγκαίων τῆς διὰ συλλογισμοῦ δείξεως δηλωτικόν ἐστιν. ἔστι δὲ ἀδοξότατα τὰ παράδοξα καὶ τὰ ἀδύνατα· ἔστι δὲ παράδοξα τὰ τοῖς ἐνδόξοις ἐναντία, ἃ οὐ πάντως ἤδη καὶ ἀδύνατά ἐστιν. τοῦ δὲ καλῶς ἀποκρινομένου ἔργον ἐστὶ πρῶτον μὲν τὸ μὴ εἰς ταῦτα ἄγεσθαι ὡς ἀναγκάζεσθαι ἀδύνατα ἢ παράδοξά τινα διὰ τῶν ἀποκρίσεων συγχωρεῖν, δεύτερον δέ, εἰ ἕποιτο αὐτῷ τοιαῦτά τινα, τὸ μὴ δι’ αὑτὸν φαίνεσθαι συμβαίνειν τοῦτο ἀλλὰ διὰ τὸ πρόβλημα ὂν τοιοῦτον. τὸ μὲν οὖν προηγούμενον καὶ πρῶτον ἔργον τοῦ ἀποκρινομένου οὐκ εἶπε νῦν, τὸ δὲ δεύτερον, δι’ οὗ δῆλόν ἐστι καὶ τὸ πρῶτον· τοῦ γὰρ εἰρημένου τὰ παρεπόμενα παράδοξα ἢ ἀδύνατα δεικνύναι ὅτι διὰ τὸ οἰκεῖα εἶναι τοῦ προβλήματος [καὶ] ἕπεται αὐτῷ ἀλλ’ οὐ δι’ αὑτόν, τούτου χάριν2 καὶ τὴν ἀρχὴν φυλάττεσθαι δεῖ τοιοῦτόν τι συγχωροῦντα. οὐ τὴν αὐτὴν δέ φησιν ἁμαρτίαν εἶναι τό τε τὴν ἀρχὴν τοιούτῳ παρίστασθαι τῷ προβλήματι, ᾧ ἕπεταί τινα παράδοξα ἢ ἀδύνατα, καὶ τὸ διὰ τῶν ἀποκρίσεων περιάγεσθαι 〈εἰς〉 παράδοξά τινα ἢ ἀδύνατα καὶ ἀνομόλογα τῷ κειμένῳ· ἀμφότεραι μὲν 〈γὰρ〉 ἁμαρτίαι τοῦ ἀποκρινομένου, ἀλλὰ τὸ τοιούτοις παρίστασθαι οὐ κατὰ τὴν ἀπόκρισιν ἁμαρτάνοντος.
“而提问者的任务则是这样引导论证……” 也就是说,如此提出问题,以便通过这些问题使回答者说出因论题而必然产生的诸项结论中最不得人心者,即必然伴随回答者所维护的论题和问题的事项,或者能够通过推论被证明是伴随它发生的事项中〔最不得人心者〕。或者说,“必然的事项”表明了通过推论所作的证明。而“最不得人心者”是指悖谬之事和不可能之事;悖谬之事是违背公认意见之事,它们并不必然立刻就是不可能之事。然而,答辩良好者的任务首先是不被引导至这些境地,以致被迫通过回答承认某些不可能或悖谬之事;其次,如果有任何此类事项伴随着他产生,要显出这并非因他自己的缘故、而是因问题本身的性质所致。因此,他现在没有说明回答者的首要且根本的任务,而是说明了第二项任务,通过这项任务,第一项任务也就明朗了。因为正如所说的那样,正是为了表明附随的悖谬或不可能之事是因其本属于问题本身而随之而来、而非因他自身所致,才必须从一开始就警惕承认此类事物。他还说,从一开始就维护这样一个有某些悖谬或不可能之事相随的问题,与通过回答被牵引至某些悖谬或不可能、且与所设论题不一致的境地,并不是同一种过失;因为两者的确都是回答者的过失,但维护这样的问题并不属于在答辩过程中犯下过失的人。
"Ἐπεὶ δ’ ἐστὶν ἀδιόριστα τοῖς γυμνασίας καὶ πείρας ἕνεκα τοὺς λόγους ποιουμένοις." Ἐπεὶ μὴ διώρισται, φησίν, ὑπό τινος τῶν πρὸ ἡμῶν οὗ χρὴ στοχάζεσθαι τὸν ἀποκρινόμενον ἐν ταῖς πειραστικαῖς τε καὶ διαλεκτικαῖς συνουσίαις — οὐ γὰρ πᾶσι τοῖς ἀποκρινομένοις οἱ αὐτοὶ σκοποί· ἄλλος μὲν γὰρ τοῖς μανθάνουσι σκοπός, ἄλλος δὲ τοῖς ἀγωνιζομένοις (εἰσὶ δὲ καὶ ἀγωνιστικαὶ καὶ σοφιστικαὶ συνουσίαι), ἄλλος δὲ τοῖς ζητήσεως καὶ γυμνασίας χάριν κοινολογουμένοις· οὗτοι δέ εἰσιν οἱ διαλεκτικὰς τὰς συνουσίας ποιούμενοι· τῷ μὲν γὰρ τοῦ μαθεῖν χάριν ἀποκρινομένῳ τιθέναι καὶ ἀποκρίνεσθαι τὰ δοκοῦντα αὐτῷ προσήκει ἀληθῆ εἶναι· ἢ γὰρ βεβαιωθήσεται αὐτὰ ταῦτα διὰ τῆς διδασκαλίας, εἰ ἀληθῆ εἴη, ἢ μεταμαθήσεται, εἰ ἄλλα εἴη· οὐδεὶς γὰρ ἐπιχειρεῖ τὰ ψευδῆ διδάσκεσθαι· τοῖς δὲ ἀγῶνος χάριν κοινολογουμένοις (οὗτοι δέ εἰσιν οἱ μὴ διαλεκτικὰς τὰς συνουσίας ποιούμενοι· τοιοῦτοι δ’ οἱ σοφισταί) τὸ φαίνεσθαι σκοπός· τῷ μὲν γὰρ ἐρωτῶντι τὸ φαίνεσθαι ἐλέγχειν τι διὰ τῶν ἐρωτήσεων· ὁ γὰρ σοφιστικὸς ἔλεγχος φαινόμενός ἐστι· καὶ τοῦτο βούλεται ὁ σοφιστικῶς ἐρωτῶν, ἢ ψευδόμενον δεικνύναι τὸν ἀποκρινόμενον ἢ παράδοξα λέγοντα ἢ ἀδολεσχοῦντα ἢ σολοικίζοντα· τῷ δ’ ἀποκρινομένῳ σκοπὸς τὸ μηδὲν τούτων φαίνεσθαι πάσχοντα — ἐν δὲ ταῖς διαλεκτικαῖς συνουσίαις, αἳ οὔτε ἀγῶνος χάριν γίνονται οὔτε διδασκαλίας ἀλλὰ πείρας καὶ γυμνασίας ἕνεκεν, ἐπεὶ οὐδέπω διήρθρωται ὑπό τινος ἄλλου, οὗ δεῖ στοχάζεσθαι τὸν ἀποκρινόμενον καὶ ποῖα συγχωρεῖν ποῖα δὲ μή, εἰ μέλλοι διαλεκτικῶς ἀποκρίνεσθαι τὴν οἰκείαν θέσιν, πειραθῶμεν ἡμεῖς εἰπεῖν τι περὶ αὐτῶν καὶ διορίσαι.3
“然而,既然对于为了训练与检验而进行论辩的人来说,尚无明确规定……” 他说,既然在我们之前的任何人都没有规定回答者在检验性与辩证性的聚谈中应当以什么为目标——因为对于所有的回答者而言,其目标并不相同;求学者有其目标,争胜者(既有竞技性的聚谈,也有诡辩性的聚谈)有其目标,而为了探究和训练共同交谈者又有其目标,后一类人正是进行辩证聚谈的人;因为对于为了求学而回答的人而言,提出并回答自己认为是真实的事情是适宜的,因为如果这些事情确实真实,便会通过教学得到确认,如果并非如此,他便能纠正重学,毕竟没有人会试图去学习虚妄之事;而对于为了争胜共同交谈的人来说(这些人进行的是非辩证的聚谈,诡辩家即属此类),外表呈现就是其目标;对于提问者而言,其目标是通过提问表现得仿佛驳倒了某种东西,因为诡辩性的反驳本就是表面上的反驳,而以诡辩方式提问者想要的,无非是显出回答者要么在说谎,要么在说悖论,要么在唠叨,要么在犯文法错误;而对于回答者来说,目标则是显出自己完全没有遭遇这些窘境——那么,在既不为了争胜也不为了教学、而是为了检验和训练而进行的辩证聚谈中,既然回答者应当以什么为目标,以及如果要就其自身的论题进行辩证的答辩,应当承认何类事物、不承认何类事物,尚未被任何其他人系统阐明,就让我们尝试就这些事项说些看法并加以规定。
- 8.51τοῦ μὲν ἐρωτῶντος τὸ οὕτως ἐπάγειν τὸν λόγον
句首属格 τοῦ μὲν ἐρωτῶντος 为所有格(或表职责的属格),省去了表语 ἔργον ἐστί,与后文的 τοῦ δὲ καλῶς ἀποκρινομένου ἔργον ἐστὶ... 形成对应,理解为“提问者的[任务是]……”。
- 8.51τοῦ γὰρ εἰρημένου... τούτου χάριν
在 τοῦ γὰρ εἰρημένου... δεικνύναι... τούτου χάριν 结构中,不定式短语 δεικνύναι 以及整句作为 τούτου χάριν 中 τούτου 的同位语/前置解说,基本骨架为“正是为了表明所说的附随悖谬之事……而非因其自身所致,为了这个缘故才……”。
- 8.52Ἐπεὶ δ’ ἐστὶν ἀδιόριστα... πειραθῶμεν ἡμεῖς εἰπεῖν τι περὶ αὐτῶν καὶ διορίσαι
全句为一个长大的超步倒置/复杂句。从句首的原因从句 Ἐπεὶ μὴ διώρισται... 开始,中间插入了对三种聚谈目标(求学、争胜、辩证训练)的详细对比说明,最终在句末的主句 πειραθῶμεν ἡμεῖς εἰπεῖν τι περὶ αὐτῶν καὶ διορίσαι(“让我们尝试就这些事项说些看法并加以规定”)处完成闭合。
