- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:546.1-547.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐明正如几何学的最初定理一样,定义决定了辩证讨论的成败;并探讨了当确立前提比问题本身更困难时应当如何处理,指明了科学教学中的论证与辩证练习中推论的不同准则。
" Ἁπλῶς δὲ τὰ πρῶτα τῶν στοιχείων τιθεμένων." Εἰπὼν τὰ περὶ τῶν μαθημάτων καὶ χρησάμενος τῷ προειρημένῳ παραδείγματι, καὶ καθόλου, φησί, τὰ πρῶτα τῶν στοιχείων1 (ταῦτα δ’ ἂν εἴη καὶ τὰ ἐγγὺς τῆς ἀρχῆς καὶ τὰ δι’ ἐκείνων μόνων δεικνύμενα), εἰ μὲν εἶεν οἱ ὁρισμοὶ τῶν ἀρχῶν γνώριμοι, οἷον τί σημεῖον, τί γραμμή, τί κύκλος, τί τρίγωνον, δι’ ὧν δείκνυται τὰ πρῶτα θεωρήματα, ῥᾴδια δειχθῆναι, οὐ διὰ πολλῶν δὲ τῷ μὴ πολλῶν τῶν μέσων, δι’ ὧν ἡ δεῖξις, εὐπορίαν εἶναι ἐπ’ αὐτῶν διὰ τὸ πλησίον τῶν ἀρχῶν, ὡς ἤδη προείρηται, εἶναι αὐτὰ καὶ διὰ τούτων δείκνυσθαι μόνων· εἰ δὲ μὴ εἶεν ὡρισμέναι αἱ ἀρχαί, ἢ χαλεπὸν ἢ καὶ ἀδύνατον περὶ τούτων ἀπόδειξιν γίνεσθαι. εἰπὼν δὲ περὶ τῶν κατὰ τὰ μαθήματα δείξεων καὶ τὸ χρήσιμον τὸ πρὸς τὰς ἀποδείξεις τῶν ὅρων συστήσας καὶ διὰ τούτου, φησὶν ὁμοίως τούτοις καὶ ἐπὶ τῶν λόγων ἔχειν, λόγους λέγων τὰς ἐπιχειρήσεις τὰς ἐν τῷ διαλέγεσθαι. δεῖ δέ, φησί, μὴ λανθάνειν ὅτι τὰ δυσεπιχείρητα τῶν προβλημάτων πέπονθέ τι τῶν εἰρημένων.
“一般而言,诸原论的最初定理,当〔定义〕被确立时……” 在谈论了有关数学的事项并使用了上述例证之后,他说,一般而言,对于诸原论的最初定理(这些定理当是既邻近原理、又仅凭诸原理得到证明者),如果诸原理的定义是已知的——例如什么是点,什么是线,什么是圆,什么是三角形,最初的几何定理正是通过它们得到证明的——那么它们便易于证明。而且[证明它们]无需经过很多步骤,这是由于在它们之中不会有许多作为证明中介的中项,正如前文已言,这是因为它们邻近原理且仅凭这些原理得到证明。但如果原理未被定义,那么要就它们进行论证便是困难的,甚至是不可行的。在谈论了数学中的证明,并由此确立了定义对于论证的功用之后,他说,在论辩中情况亦与此相同,他所谓的“论辩”是指在辩论中的攻击性推理。他说,我们不可忽略的是,那些难以攻驳的问题正是遭受了上述某种情况。
"Ὅταν δὲ ᾖ πρὸς τὸ ἀξίωμα καὶ τὴν πρότασιν μεῖζον ἔργον διαλεγῆναι." Θέσιν μὲν τὸ πρόβλημα λέγει, ἀξίωμα δὲ καὶ πρότασιν ἐκ παραλλήλου εἶπεν. λέγει δὲ περὶ τῶν εἰς τὴν τοῦ προβλήματος δεῖξιν λαμβανομένων προτάσεων. ἔστι δὲ ὃ ζητεῖ τοιοῦτον· ἂν ᾖ χαλεπώτερον, τουτέστι δυσκολώτερον, τὸ δεῖξαι τὴν λαμβανομένην εἰς τὸ προκείμενον πρόβλημα πρότασιν, ὅτι οὕτως ἔχει, τοῦ προβλήματος αὐτοῦ, τί χρὴ ποιεῖν; πότερον ἐπιχειρητέον καὶ εἰς τὴν πρότασιν καὶ πρόβλημα [τὴν] αὐτὴν ποιητέον, ἢ αὐτὴν μὲν θετέον χωρὶς δείξεως 〈ὡς〉 οὕτως ἔχουσαν, τὸ δ’ ἐξ ἀρχῆς προκείμενον μόνον δεικτέον ἔχον τὴν ἀπορίαν; ἂν μὲν γὰρ καὶ τὴν πρότασιν δεικνύῃ, δόξει μεῖζον ἔργον ἐπεισκυκλεῖν τοῦ προκειμένου· ἂν δὲ μὴ δείξας † οὕτως ἐχούσης ἀξιώσῃ χρῆσθαι πρὸς τὸν τοῦ προβλήματος συλλογισμόν, δόξει δεικνύναι τε καὶ συλλογίζεσθαι καὶ ἀξιοῦν πιστεύειν τὸν ἀποκρινόμενον τῷ δεικνυμένῳ δι’ ἧττον πιστῶν. θεὶς δὲ τὴν ἀπορίαν αὐτὸς αὐτὴν διαιτᾷ, καὶ φησίν, ὅτι εἰ μὲν δέον μὴ ποιεῖν χαλεπώτερον τὸ πρόβλημα, θετέον τὴν πρότασιν καὶ χρηστέον αὐτῇ χωρὶς δείξεως 〈ὡς〉 οὕτως ἐχούσῃ πρὸς τὸ προκείμενον· εἰ δὲ δεῖ τοὺς συλλογισμοὺς καὶ τὰς τῶν προβλημάτων προτάσεις ἀεὶ διὰ γνωριμωτέρων ποιεῖσθαι, οὐ δεῖ χρῆσθαι ταῖς τοιαύταις προτάσεσιν ἄνευ δείξεως. διὸ ἐπιφέρει τὸ δεῖν ἐν μὲν ταῖς διδασκαλίαις μηδὲν τιθέναι, ὃ μὴ γνώριμον καὶ πρῶτόν ἐστι τοῦ δεικνυμένου δι’ αὐτοῦ· αἱ γὰρ ἐπιστημονικαὶ γνώσεις διὰ τοιούτων. ἐν δὲ τοῖς διαλόγοις καὶ ταῖς γυμνασίας χάριν γινομέναις ἐπιχειρήσεσι χρηστέον καὶ τοιαύταις προτάσεσιν, ἂν μόνον ἀληθεῖς φαίνωνται· οὐ γὰρ μόνον δι’ ὁποίων προτάσεων χρὴ διδάσκειν τε καὶ συλλογίζεσθαι· οὐδὲν γὰρ ἔλαττον ἔσται τὸ προκείμενον αὐτῶν καὶ τούτων χωρὶς δείξεως συγχωρουμένων· ὁ μὲν γὰρ ἀποδεικνύς τε καὶ διδάσκων διὰ πρώτων τε καὶ γνωρίμων ποιεῖται τοὺς συλλογισμούς, ὁ δ’ ἐπιχειρῶν δι’ ἐνδόξων. προκειμένου γὰρ δεῖξαι ὅτι πᾶσα ἡδονὴ ἀγαθόν, ὁ μὲν διαλεκτικὸς χρήσαιτ’ ἂν τῷ πᾶσαν ἡδονὴν εἶναι κατὰ φύσιν ὡς ἐνδόξῳ προτάσει· ᾗ προσλαβὼν τὸ πᾶν τὸ κατὰ φύσιν ἀγαθὸν εἶναι, ἔνδοξον καὶ αὐτὴν πρότασιν, δείξει τὸ προκείμενον. ὁ δ’ ἀποδεικνὺς ζητήσει πῶς πᾶσα ἡδονὴ κατὰ φύσιν, καὶ δείξει ὅτι ἐνέργεια τῆς κατὰ φύσιν δυνάμεως ἀνεμπόδιστος· τίς δὲ ἡ κατὰ φύσιν δύναμις καὶ πῶς ἐνέργεια, πλείονος λόγου δόξει δεῖσθαι τοῦ ἐξ ἀρχῆς προκειμένου. σημειωτέον δὲ ὅτι ἀξιώματα λέγει καὶ τὰς δεομένας ἀποδείξεως προτάσεις, ἀλλ’ οὐ μόνας τὰς ἀναποδείκτους, ὡς ἔθος αὐτῷ λέγειν ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς. δοκεῖ δέ τι ἡ λέξις ἀκατάλληλον ἔχειν2 ἡ ὅταν δὲ ᾖ πρὸς τὸ ἀξίωμα καὶ τὴν πρότασιν μεῖζον εἶναι διαλεγῆναι, ὅτι προσθεὶς τὸ ᾖ τὸ εἶναι πάλιν ἐπήνεγκεν. ἔστι δὲ ὁ νοῦς τῶν εἰρημένων ὅταν δὲ ᾖ πρὸς τὸ ἀξίωμα μεῖζον ἔργον διαλεγῆναι ἢ πρὸς τὴν θέσιν.
“然而,当针对公理与前提进行讨论是更大的工程时……” 他把问题称为“论题”,并且并列使用了“公理”与“前提”。他在此讨论的是为证明问题而采纳的前提。他所探究的事情如下:若要证明为眼前问题所采纳的前提确实成立,比起问题本身来更为棘手(即更加困难),那么究竟应当如何做?是应当对该前提也发起攻驳并将其本身作为一个问题,还是应当不加证明地假定它如此成立,而仅仅证明那包含难点的最初论题?因为若去证明该前提,他似乎就会引入比眼前问题更大的工程;但若未加证明,就要求因其如此成立而将其用于该问题的推论,他就会被认为是在通过可信度较低的事物来进行证明与推论,并要求回答者信任被证明的事物。在提出了这一难点之后,他自己裁决了这个问题,并指出:若应当不使问题变得更加困难,就必须设定该前提,并不加证明地将其作为针对眼前问题成立的事物来使用;但如果推论和问题的诸前提必须始终通过更可知的事物构成,就不应在未经证明的情况下使用这类前提。因此他补充道,在教学中不可设定任何不比通过它得到证明的事物更为可知且更根本的东西;因为科学认识正是通过这类事物达成的。但在对话中以及为了练习而进行的辩驳中,只要前提显得真实,便应当使用此类前提;因为人们不仅可以通过应当用于教学和推论的那类前提来进行推论;即使这些前提未经证明就被承认,眼前的问题也丝毫不受减损。因为论证者与教学者是通过最初且可知的事物来进行推论,而辩论者则是通过公认意见进行推论。例如,在要求证明“一切快乐皆善”时,辩证家会使用“一切快乐皆合乎自然”作为一条公认前提;在此之上再加上“一切合乎自然者皆善”这条本身也是公认的前提,他便证明了眼前的问题。而论证者则会探讨一切快乐何以合乎自然,并证明它是合乎自然的能力之无阻碍的实现活动;但何为合乎自然的能力以及何以是一种实现活动,这似乎需要比最初设定的问题更为冗长的论述。需要注意的是,他也把需要证明的前提称为“公理”,而不仅仅如他在《后分析篇》中惯常所说的那样只指不可证明的前提。此外,“然而,当是针对公理与前提进行讨论是更大时”这句文辞似乎含有某种句法不调和,因为在添加了“是”之后,他又接续了“是”。所言之事的实际旨趣乃是:“当针对公理进行辩驳比针对论题是更大的工程时”。
- 8.49καὶ καθόλου, φησί, τὰ πρῶτα τῶν στοιχείων
中性复数短语 τὰ πρῶτα τῶν στοιχείων 跨越中间的插入语与条件分句 εἰ μὲν εἶεν...,充当归结分句谓语 ῥᾴδια δειχθῆναι(省略系词 ἐστὶ 或受 φησί 支配的 εἶναι)的主语。全句结构等同于:“就诸原论的最初定理而言,若定义已知,则它们便易于证明。”
- 8.50δοκεῖ δέ τι ἡ λέξις ἀκατάλληλον ἔχειν
亚历山大在此指出了此处所引亚里士多德原文(ὅταν δὲ ᾖ ... μεῖζον εἶναι διαλεγῆναι)的句法不调和(ἀκατάλληλον)。原文在置入虚拟语气 ᾖ 之后,又重复引入了不定词 εἶναι(作 μεῖζον εἶναι 而非引首题词的 μεῖζον ἔργον);亚历山大指出其本意实为:“当针对公理进行辩驳比针对论题是更大的工程时(ὅταν δὲ ᾖ πρὸς τὸ ἀξίωμα μεῖζον ἔργον διαλεγῆναι ἢ πρὸς τὴν θέσιν)”。
