← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§544.8-545.31

定义不当导致的论证困难与相反性及比例事例

亚历山大阐释了亚里士多德《论题篇》第八卷第三章(158b24–29)提出的两个论点,指明若缺乏对相反者的妥当定义便无法证明“一物之相反者唯一”,并在数学领域说明若缺乏比例的定义就难以证明平行线对图形与线段的分割定理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.47

" Ἐν πολλαῖς τε τῶν θέσεων μὴ καλῶς ἀποδιδομένου τοῦ ὁρισμοῦ." Δείξας ὅτι ἐν πολλοῖς τῶν προβλημάτων ἀναγκαῖόν ἐστι πρῶτον ὁρίσθαι τὸ πρᾶγμα, προστίθησι τοῦ προειρημένου δεικτικὸν καὶ τὸ πρὸς πολλὰ προβλήματα μὴ ῥᾴδιον εἶναι διαλέγεσθαι1 ἢ δεικνύναι τὸ ἐν αὐτοῖς ἀληθές, εἰ μὴ καλῶς εἴη ὁ ὁρισμὸς ὁ τῶν ἐν αὐτῷ πραγμάτων ἀποδεδομένος. ὅτι γὰρ ἓν ἑνὶ ἐναντίον ἐστίν, οὐχ οἷόν τε δεικνύναι μὴ καλῶς ὁρισθέντων τῶν ἐναντίων. ἂν γάρ τις λέγῃ ἐναντία εἶναι τὰ πολὺ ἀλλήλων διεστῶτα ἢ τὰ ἀλλήλων ἀναιρετικά, οὐχ οἷόν τε ἀπὸ τούτων ὁρμώμενον δεῖξαι ἓν ἑνὶ ἐναντίον· δύναται γὰρ καὶ πολλὰ πολὺ ἀφεστῶτα ἀλλήλων λαμβάνεσθαι, τοῦτο μὲν ἐν τῷ αὐτῷ γένει· τὸ γὰρ ξανθὸν καὶ τὸ ὠχρὸν πολὺ τοῦ λευκοῦ διεστᾶσι, ἀλλὰ καὶ ἀναιρετικά εἰσι τοῦ λευκοῦ, κἀκεῖνο τούτων· ἔστι δὲ πολὺ διεστῶτα καὶ ἐν διαφόροις γένεσι λαμβάνειν. ἀποδοθέντος δὲ αὐτῶν τοῦ λόγου, ὅτι τὰ πλεῖστον ἀλλήλων διεστῶτα ἐν τῷ αὐτῷ γένει, * * * * * πλεῖστον δὲ ἀλλήλων διεστάναι οὐχ οἷόν τε πλείω τῶν δύο·2 ἓν γὰρ ἑνὶ τὸ πλεῖστον διεστώς. [ἄλλως. Ἀποδοθέντος δὲ αὐτῶν τοῦ λόγου κατὰ τρόπον, ἤγουν καλῶς, ῥᾴδιόν ἐστι συμβιβάσαι καὶ ἀποδεῖξαι πότερον ἐνδέχεται τῷ αὐτῷ ὑποκειμένῳ πλεῖστα ἐναντία ἢ οὔ. εἰ γὰρ ἀποδοθείη λόγος ὅτι ἐναντία εἰσὶ τὰ κατὰ πολὺ ἀλλήλων διεστηκότα φθαρτικὰ ἀλλήλων ὄντα καὶ εἰς ἄλληλα πεφυκότα μὴ μεταβάλλεσθαι, ἐπεὶ τὰ ἄκρα δύο εἰσίν, ἃ καὶ πλεῖστον ἀλλήλων διέστηκε, καὶ οὐ πλείω, δῆλον ὅτι ἓν ἑνὶ " Ἔοικε δὲ κἀν τοῖς μαθήμασιν ἔνια δι’ ὁρισμοῦ ἔλλειψιν οὐ ῥᾳδίως γράφεσθαι." Ὅτι οὐ μόνον ἐν τοῖς λόγοις καὶ ἐν τῷ διαλέγεσθαι ἀλλὰ καὶ ἐν τοῖς μαθήμασιν ἔνια δι’ ὁρισμοῦ ἔλλειψιν δυσαπολόγητά ἐστιν· τὸ γὰρ οὐ ῥᾴδιον ἀπογράφεσθαι εἶπεν ἀντὶ τοῦ ‘οὐ ῥᾴδιον ἀποδείκνυσθαι’, συνιστὰς ὅτι ἐν πολλοῖς τῶν ὄντων προβλήμασιν ὁρισμοῦ δεῖ. παραδείγματι δὲ τοῦδε ὡς δεικνυμένῳ καὶ ἀσαφεῖ κέχρηται τῷ ὅτι3 ἡ παρὰ τὴν πλευρὰν τέμνουσα τὸ ἐπίπεδον ὁμοίως διαιρεῖ τήν τε γραμμὴν καὶ τὸ χωρίον. ἔστι δὲ τὸ λεγόμενον, ὅτι ἐὰν ἐπίπεδον παραλληλόγραμμον ᾖ, ἀχθῇ δ’ ἐν αὐτῷ μιᾷ τῶν πλευρῶν παράλληλος, ἡ παράλληλος ὁμοίως διαιρεῖ τὴν γραμμὴν καὶ τὸ πᾶν χωρίον, τουτέστιν ἐν τῇ αὐτῇ ἀναλογίᾳ. τοῦτο γὰρ ὁμοίως μὲν λεγόμενον οὐκ ἔστι γνώριμον· ῥηθέντος μέντοι τοῦ ὁρισμοῦ τοῦ ἀνάλογον γνώριμον γίνεται ὅτι ἀνάλογον ὑπὸ τῆς ἀχθείσης παραλλήλου τέμνεται ἥ τε γραμμὴ καὶ τὸ χωρίον. ἔστι δὲ ὁρισμὸς τῶν ἀναλόγων, ᾧ οἱ ἀρχαῖοι ἐχρῶντο, οὗτος· ἀνάλογον ἔχει μεγέθη πρὸς ἄλληλα ὧν ἡ αὐτὴ ἀνθυφαίρεσις· αὐτὸς δὲ τὴν ἀνθυφαίρεσιν ἀνταναίρεσιν εἴρηκε. τὰ δ’ ἀνάλογον ἔχοντα πρὸς ἄλληλα καὶ ὁμοίως ἔχειν πρὸς ἄλληλα λέγεται· διὸ εἶπεν ἔστι δὲ ὁρισμὸς τοῦ αὐτοῦ λόγου οὗτος ἀντὶ τοῦ ‘ἔστι δὲ ὁρισμὸς τοῦ ἀνάλογον’. οὗ ῥηθέντος τοῦ ὅρου δῆλον γίνεται ὅτι ἡ παράλληλος ἀγομένη πλευρᾷ ἐν παραλληλογράμμῳ χωρίῳ ὁμοίως τέμνει καὶ ἀνάλογον τήν τε γραμμὴν καὶ τὸ χωρίον. [ἄλλως. Ἔοικε, φησίν, ἐν τοῖς μαθηματικοῖς μὴ ῥᾳδίως καταγράφεσθαί τινα διὰ τὸ ἐλλιπῆ τὸν ὅρον ἀποδοθῆναι. οἷον ἡ γραμμὴ ἡ τέμνουσα τὸ ἐπίπεδον, ἤτοι τὸ ἐμβαδὸν τοῦ χωρίου, παρὰ τὴν πλευράν, ἐπεὶ τέμνει καὶ τὴν πλευράν, ὁμοίως διαιρεῖ τήν τε γραμμήν, ἤτοι τὴν πλευράν, καὶ τὸ ἐμβαδόν. γραμμὴν δὲ λέγει τήν τε εὐθεῖαν τὴν τέμνουσαν τὴν πλευρὰν τοῦ ἐπιπέδου καὶ αὐτὴν τὴν τεμνομένην πλευράν. ἐλλιπὴς οὖν ἐστιν οὗτος ὁ ὅρος, ὅτι γραμμὴν εἴρηκε καὶ τὴν ἀγομένην παρὰ τὴν πλευρὰν εὐθεῖαν καὶ τὴν τεμνομένην πλευράν. εἴη δ’ ἂν τέλειος ὁ ὅρος, εἰ οὕτως ἐλέγετο· ἡ παρά τινα πλευρὰν τοῦ τετραγώνου ἢ τοῦ παραλληλογράμμου ἀγομένη εὐθεῖα ὁμοίως τέμνει τό τε ἐμβαδὸν τοῦ χωρίου καὶ τὴν πλευράν.]

“在许多论题中,由于定义未被妥当给出……” 在表明了在许多问题中首先对事物下定义是必然的之后,作为对前述内容的证明,他还补充道:若论题中诸事的定义未被妥当给出,则对于许多问题便不易进行讨论,或不易指明其中的真理。因为如果对立项未被妥当定义,就不可能证明相反者乃是一对一的。因为若有人说相反者乃是彼此距离极远的事物,或是彼此毁灭的事物,以这些为出发点便不可能证明相反者是一对一的;因为可以取许多彼此相距甚远的事物,而且这还是在同一属中:因为黄色和苍白与白色相距甚远,但它们也是毁灭白色的,白色亦毁灭它们;而且还可以在不同的属中取相距甚远的事物。然而一旦给出了它们的定义,即“在同一属中彼此相距最远的事物……”,[……];但彼此相距最远不可能多于两者;因为相距最远的乃是一对一的。[另文:然而一旦适当地、亦即妥当地给出了它们的定义,要推论并证明同一底层事物是否可能具有最多的相反者,就变得容易了。因为若给出的定义是:相反者乃是彼此相距甚远、互为破坏性且依其本性不向彼此转化的事物,那么由于两极只有两个——它们彼此相距最远——而不多于两个,显然相反者乃是一对一的……]“看来在数学中,有些东西也由于缺乏定义而不易被作图/证明。” 这就是说,不仅在言辞和辩论中,而且在数学中,有些事物也由于缺乏定义而难以论证;因为他说“不易被记录/作图”,以代替“不易被证明”,以此确立在许多既有问题中都需要定义。为了作为此事的例证(因其虽被证明但尚属晦涩),他采用了“平行于边切割平面的线以同样方式分割线与面积”这一命题。所言之事是:若有一个平行四边形平面,在其中画出一条平行于其中一边之线,则此平行线便以同样方式分割该线与全部面积,亦即处于同一比例之中。因为这如果仅以“同样方式”而言并不为人所明了;然而一旦说出了比例的定义,便可知晓线与面积乃是由所画出的平行线成比例地切割的。而古人所用的比例项的定义如下:“互减相同的诸量彼此成比例”;而他自己则将互减称为互消。彼此成比例之物,亦被称为彼此具有同样的关系;因此他说“同一比的定义即是此”,以代替“比例的定义”。一旦说出了这个定义,便显而易见:在平行四边形面积中平行于边所引的线,以同样且成比例的方式分割该线与面积。[另文:他说,在数学中某些事物不易被作图,似乎是由于所给出的定义是不完备的。例如,平行于边切割平面(即图形面积)的线,既然它也切割该边,便以同样方式分割该线(即该边)与面积。但他把切割平面之边的直线以及被切割的边本身都称为“线”。因此这一定义是不完备的,因为他把平行于边所引的直线和被切割的边都称为“线”。若作如下表述,该定义当是完备的:“平行于正方形或平行四边形的某一侧边所引的直线,以同样方式分割图形面积与侧边。”]

语法注3 条
  1. 8.47προστίθησι τοῦ προειρημένου δεικτικὸν καὶ τὸ πρὸς πολλὰ προβλήματα μὴ ῥᾴδιον εἶναι διαλέγεσθαι

    带冠词的不定式短语 τὸ ... μὴ ῥᾴδιον εἶναι 是动词 προστίθησι 的直接宾语,前置的 τοῦ προειρημένου δεικτικόν 作其表语性补足语(“作为前述内容的证明”)。

  2. 8.47ἀποδοθέντος δὲ αὐτῶν τοῦ λόγου, ὅτι τὰ πλεῖστον ἀλλήλων διεστῶτα ἐν τῷ αὐτῷ γένει, * * * * * πλεῖστον δὲ ἀλλήλων διεστάναι οὐχ οἷόν τε πλείω τῶν δύο

    属格独立结构 ἀποδοθέντος ... τοῦ λόγου 之后引出 ὅτι... 从句,但此处传抄文本存在脱文(lacuna),导致主句的结论部分缺失。由下文 πλεῖστον δὲ... 可以推知,缺失部分应表明“显然对立项只能是一对一的”。

  3. 8.48παραδείγματι δὲ τοῦδε ὡς δεικνυμένῳ καὶ ἀσαφεῖ κέχρηται τῷ ὅτι

    动词 κέχρηται 支配与格补足语,由与格冠词引导的从句 τῷ ὅτι...(“……这一命题”)作其真正宾语;παραδείγματι τοῦδε 作表语性与格,ὡς δεικνυμένῳ καὶ ἀσαφεῖ 则作限制性附加修饰语(“作为虽经证明却仍晦涩之物”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:544.8-545.31