- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:542.21-544.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《论题篇》卷八第3章(158b8–158b16),阐释了为何在使用同音异义或隐喻上模糊不清的定义极难被反驳,随后普遍地总结了导致论题难以攻击的原因(需要定义、多义性与隐喻、切近原理),并论述了针对不同原因的辩证应对方法。
" Τῶν δὲ ὅρων δυσεπιχειρητότατοι πάντων μάλιστά εἰσιν ὅσοι κέχρηνται καὶ τὰ ἑξῆς." Δεδειγμένον ἐστὶ τὸ ῥᾷον εἶναι ἀνασκευάσαι ὅρον ἢ κατασκευάσαι. νῦν δὲ δείκνυσι τίνες αὐτῶν δυσχερεῖς εἰσιν ἀνασκευασθῆναι· τῶν γὰρ ὅρων, φησί, δυσεπιχειρητότατοι οἱ διὰ τούτων ἀποδεδομένοι ἃ ἄδηλά ἐστι δι’ ἀσάφειαν εἴτε ὁμώνυμά ἐστι καὶ τῶν πολλαχῶς λεγομένων εἴτε μή, ἢ διὰ τοιούτων ἃ μὴ γνώριμά ἐστιν εἴτε ὡς κύρια εἴληπται εἴτε ὡς κατὰ μεταφοράν. εἴρηκε γὰρ ἐν τῷ ἕκτῳ μὴ καλῶς ὁρίζεσθαι μήτε τοὺς δι’ ὁμωνύμων ὁριζομένους μήτε τοὺς μεταφορικῶς. ὅταν οὖν ἄδηλον ᾖ εἴτε ὁμώνυμόν ἐστι τὸ ὄνομα εἴτε μή, δυσεπιχείρητον γίνεται· ὁμοίως καὶ εἰ κυρίως τοῦ προκειμένου ἢ κατὰ μεταφορὰν εἰρημένου· διότι μὲν γάρ ἐστιν ἀσαφῆ 〈εἴτε ἁπλῶς λέγεται〉 εἴτε ὁμωνύμως, δυσεπιχείρητα, διότι δὲ ἄδηλα 〈εἴτε κυρίως〉 εἴτε κατὰ μεταφορὰν λέγεται, δυσεπιτίμητα.1 τοιοῦτός ἐστιν ὁ λόγος, εἴ τις ὁρίζει τὴν μονάδα τὸ ἐν ἀριθμοῖς ἄπειρον ἢ τὸ σημεῖον τὸ ἐν συνεχεῖ ἄπειρον· τὸ γὰρ ἄπειρον κατ’ ἀμφότερα ἀσαφές· οὔτε γὰρ γνώριμον εἰ ἁπλοῦν ἐστιν ἢ ὁμώνυμον, οὔτε φανερόν ἐστιν εἴτε κυρίως εἴτε μεταφορικῶς αὐτῷ κέχρηται. βούλεται γὰρ λέγειν τὸ πέρας μὴ ἔχον· ἄδηλον δὲ εἰ κυρίως ἄπειρον τὸ τοιοῦτον.
“在定义中,最难以攻击的莫过于凡是使用了……等等的那些。” 先前已经证明,驳倒一个定义比确立一个定义更容易。而现在他表明它们之中哪些是难以被驳倒的:因为他说,在定义中,最难以攻击的乃是通过那些由于模糊而不清楚究竟是同音异义且属多义之列还是并非如此的词句所给出的定义,或者是通过那些尚不为人所知究竟是按本义采用还是依隐喻采用的词句所给出的定义。因为他在第六卷中曾说过,无论是通过同音异义词下定义者,还是以隐喻方式下定义者,都没有恰当地下定义。因此,当一个名称是否属于同音异义并不明朗时,[该定义]就变得难以攻击;同样,如果不清楚它是依本义还是依隐喻被述及既定主题时,也是如此。因为由于不清楚究竟是单纯表达还是同音异义表达,因而难以攻击;又由于不明朗究竟是依本义还是依隐喻被述及,因而难以非难。如果有人将单子定义为“数中的无限”,或者将点定义为“连续体中的无限”,其论说便属于此类;因为“无限”在这两方面都是模糊的:因为既不知道它是单纯的还是同音异义的,也不清楚他使用它究竟是依本义还是依隐喻。因为他本意是指“没有限度之物”,但这样一种事物是否在严格本义上是无限的,则是不明朗的。
"Ὅλως δὲ πᾶν πρόβλημα, ὅταν ᾖ δυσεπιχείρητον, ἢ ὅρου δεῖσθαι ὑποληπτέον." Εἰπὼν δυσεπιχείρητα εἶναι “τά τε φύσει πρῶτα καὶ τὰ ἔσχατα”, ἔτι τε “τὰ λίαν ἐγγὺς τῆς ἀρχῆς”, ἀλλὰ καὶ τὰ ἄδηλα εἴτε ὁμώνυμόν τι ἔχει ἐν τῷ λόγῳ εἴτε μεταφορικῶς λεγόμενον, νῦν καθόλου περὶ αὐτῶν ἀντιστρέφει λέγων2 δι’ ἃς αἰτίας δυσεπιχείρητα τῶν προβλημάτων ἐστὶ τὰ τοιαῦτα. ὅταν γὰρ ἄδηλον μὲν ᾖ κατὰ τί πρὸς αὐτὸ χρὴ τὴν ἐπιχείρησιν ποιεῖσθαι, δυσεπιχείρητον τὸ τοιοῦτον. πᾶν δὲ τὸ δυσεπιχείρητον τοιοῦτόν ἐστιν ἢ διὰ τὸ ὅρου δεῖσθαι (διὸ εἶπε τὰ πρῶτα τῇ φύσει δυσεπιχείρητα εἶναι) ἢ τῶν πολλαχῶς λεγομένων ἔχειν τι ἐν ἑαυτῷ ἢ τῶν κατὰ μεταφορὰν λεγομένων ἢ διὰ τὸ ἐγγὺς τοῦ πρώτου εἶναι. λέγει δὲ τὰ τοιαῦτα ἀπορίαν ἐμποιεῖν μάλιστα καὶ πρῶτον διὰ τὸ ἄδηλον εἶναι τὸ προκείμενον, κατὰ τί τούτων χρὴ τὴν ἐπιχείρησιν τὴν πρὸς αὐτὸ ποιεῖσθαι, καὶ κατὰ τί ἡ ἐν αὐτῷ δυσχέρεια, πότερον διὰ τὸ ὅρου δεῖσθαι ἢ διὰ τὸ ὁμώνυμά τινα ἔχειν ἢ μεταφορὰν ἢ διὰ τὸ ἐγγὺς εἶναι τῆς ἀρχῆς. δεῖ οὖν εἰδέναι ὅτι παρά τι τούτων τὸ δυσεπιχείρητόν ἐστι· τούτου γὰρ ὄντος γνωρίμου ζητήσομεν κατὰ τί τούτων τὸ προκείμενον δυσεπιχείρητόν ἐστιν. εἰ μὲν γὰρ παρὰ τὸ ὅρου τινὸς δεῖσθαι τὸ πρόβλημα φαίνεται, πειρασόμεθα ὁρίζειν· εἰ δὲ δι’ ὁμωνυμίαν, διαιρεῖσθαι· εἰ δὲ † μεταφορικῶς εἰρῆσθαι τοῦτο, δεικνύναι· εἰ δὲ παρὰ τὸ ἐγγὺς τῶν ἀρχῶν εἶναι, ζητεῖν3 τοὺς μεταξὺ ὅρους δι’ ὧν δειχθῆναι δυνήσεται.
“一般而言,任何问题只要是难以攻击的,就应当认为它要么是需要定义……” 在谈及“本性上在先之物与最末之物”,以及“极为切近原理之物”,还有那些在言辞中不清楚是否包含同音异义之物或依隐喻被述及之物都是难以攻击的之后,他现在对它们进行普遍的总结论述,说明此类问题是由于何种原因而难以攻击的。因为只要不清楚应当依凭何者针对它进行攻击,此类事物便是难以攻击的。而凡是难以攻击之物,之所以如此,要么是由于需要定义(因此他说本性上在先之物是难以攻击的),要么是由于自身中包含某种多义之物或依隐喻被述及之物,要么是由于切近在先之物。他说,此类事物之所以最大程度且首要地引起困惑,是因为既定主题是不明朗的——究竟应当依据这些之中的哪一项针对它进行攻击,其内在的困难又在于哪一项:究竟是由于需要定义,还是由于含有某些同音异义词,或是由于隐喻,抑或是由于切近原理。因此必须认识到,难以攻击是由于这些原因之一;因为一旦知晓了这一点,我们便会探究既定主题是由于这些之中的哪一项而难以攻击。因为如果问题显得是由于需要某种定义,我们将尝试去定义;如果是由于同音异义,我们将尝试去区分;如果是由于被隐喻性地述及,我们将尝试指出这一点;而如果是由于切近原理,我们将尝试寻求赖以证明它的中间项。
- 8.45διότι μὲν γάρ ἐστιν ἀσαφῆ 〈εἴτε ἁπλῶς λέγεται〉 εἴτε ὁμωνύμως, δυσεπιχείρητα, διότι δὲ ἄδηλα 〈εἴτε κυρίως〉 εἴτε κατὰ μεταφορὰν λέγεται, δυσεπιτίμητα.
并列对比的原因从句结构。διότι 为表原因的连词(“因为”)。尖括号中的补文(〈...〉)是为了与前文的双重对选(单纯表达还是同音异义;本义还是隐喻)保持句式一致,述词 δυσεπιχείρητα 与 δυσεπιτίμητα(难以攻击/难以非难)分别作为对应的结论项。
- 8.46νῦν καθόλου περὶ αὐτῶν ἀντιστρέφει λέγων
动词 ἀντιστρέφει 在严格的逻辑学语境中意为“换位”,但此处作不及物用法,意为从先前的具体困难列举转向“全面回顾/转换视角进行普遍性论述”。分词 λέγων 表示该转向的方式或伴随情态。
- 8.46εἰ δὲ δι’ ὁμωνυμίαν, διαιρεῖσθαι· εἰ δὲ † μεταφορικῶς εἰρῆσθαι τοῦτο, δεικνύναι· εἰ δὲ παρὰ τὸ ἐγγὺς τῶν ἀρχῶν εἶναι, ζητεῖν
一系列并列的条件句结构。承接前文的 πειρασόμεθα ὁρίζειν(我们将尝试去定义),后续各分句使用不定式(διαιρεῖσθαι, δεικνύναι, ζητεῖν)替代限定动词;这些不定式要么作为补足语受 πειρασόμεθα 统辖,要么充当表义务或祈使的独立不定式。带有短剑符(†)的残损处在句意上同样符合这一平行关系:“如果属于隐喻性述及,则[尝试]指出这一点”。
