← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§541.7-542.20

论题攻击之困难与维持之容易的原因

亚历山大根据亚里士多德《论题篇》卷八第三章(158a31),通过分析本性上在先之物(原理)、最末之物(远离原理之物)以及极切近原理之物这三种情形,逻辑性地阐明了为何对于同一问题攻击困难而维持容易。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.44

" Ἔστι δὲ ἐπιχειρεῖν χαλεπὸν καὶ ὑπέχειν ῥᾴδιον τὰς αὐτὰς ὑποθέσεις." Ὑποθέσεις μὲν νῦν λέγει τὰ προβλήματα, ἃ καὶ θέσεις ἐστὶν ἔθος αὐτῷ λέγειν· ἐπιχειρεῖν δὲ λέγει τὸ ἐρωτᾶν τε καὶ συλλογίζεσθαι· τὸ γὰρ ἐπιχείρημα διαλεκτικός ἐστι συλλογισμός· ὑπέχειν δὲ λέγει τὸ ἀποκρίνεσθαι. φησὶν οὖν τὰ αὐτὰ τῶν προβλημάτων τοῖς μὲν ἐρωτῶσί τε καὶ βουλομένοις δεικνύναι χαλεπὰ καὶ δύσδεικτα, τοῖς δὲ ἀποκρινομένοις ῥᾴδια πρὸς ἔνστασιν· ῥᾷον γὰρ ἐμποδίσαι τὸ χαλεπὸν δειχθῆναι τοῦ δεῖξαι·1 διὰ γὰρ τοῦτο χαλεπόν, ὅτι μὴ ῥᾴδιον ληφθῆναι τὰ δι’ ὧν δείκνυται· οὐ ῥᾴδιον δὲ διὰ τὸ πολλὰς ἔχειν ἐνστάσεις. καὶ εἰκότως· ὃ γὰρ χαλεπὸν τῷ ἐρωτῶντι, τοῦτο τῷ ἀποκρινομένῳ ῥᾴδιον, ὅτι ἔστιν αὐτοῖς ἡ σπουδὴ περὶ ἀντικειμένων, τῷ μὲν συλλογίσασθαι τὸ τοῦ τιθεμένου ἀντικείμενον, τῷ δὲ κωλῦσαι τοῦτο. τίνα δέ ἐστι τοῖς μὲν ἐπιχειροῦσι χαλεπὰ δειχθῆναι τῶν προβλημάτων τοῖς δὲ ἀποκρινομένοις ῥᾴδια, προστίθησι· φησὶ γὰρ τοιαῦτα εἶναι τά τε φύσει πρῶτα καὶ τὰ ἔσχατα. φύσει μὲν οὖν πρῶτα αἱ ἀρχαί· ἔσχατα δὲ τὰ πολὺ τῶν ἀρχῶν διεστῶτα. οὐχ ἡ αὐτὴ δὲ ἀμφοτέροις αἰτία τῆς χαλεπότητος ἀλλ’ ἀντικειμένη. τὰ μὲν γὰρ πρῶτα 〈τὸ〉 χαλεπὸν ἔχει, ὅτι μὴ οἷόν τε καὶ αὐτὰ δι’ ἄλλων δεικνύναι τῷ τὰ μὲν δεικνύμενα δείκνυσθαι διὰ πρώτων, τῶν δὲ πρώτων (γίνεται γὰρ ἡ τῶν ἀρχῶν γνῶσις οὐ δι’ ἀποδείξεως ἀλλὰ δι’ ὅρου) * * * * *. ὡρίσθαι γὰρ δεῖ τὴν [πρώτην] ἀρχὴν τί ποτέ ἐστιν, καὶ τοῦτο αὐτὴν ὑποθέμενον εἶναι χρῆσθαι αὐτῇ εἰς τὴν δεῖξιν τῶν μετ’ αὐτήν. ὁρίζεσθαι δὲ οὔτε αὐτοὶ ἀξιοῦσιν οἱ ἀποκρινόμενοι (οὐδὲ γὰρ τὴν ἀρχὴν διαλεκτικοῦ τὸ ἐρωτᾶν καὶ ἀξιοῦν λαμβάνειν παρὰ τοῦ ἀποκρινομένου τὸ τί ἐστι τὸ προτεινόμενον), οὔτε τοῖς ἐπιχειροῦσι συγχωροῦσι ὁρίζεσθαι καλῶς, οὐδ’ ἀπ’ ἄλλου τινὸς μὴ ἀγνοουμένου πράγματος οἷόν τε περὶ αὐτοῦ δεικνύναι τι καὶ συλλογίζεσθαι. μάλιστα δ’ ἐπὶ τῶν ἀρχῶν τοῦτο συμβαίνει τῷ διὰ τούτων μόνων αὐτάς τε γνωρίμους γίνεσθαι καὶ ἀπὸ τούτων γίνεσθαι τοὺς πρὸς τὰ ἄλλα συλλογισμούς· ἀδύνατον δὲ χρῆσθαι ταῖς ἀρχαῖς ἀγνοουμέναις. τὰ μὲν οὖν πρῶτα τῇ φύσει διὰ τοῦτο δυσεπιχείρητα καὶ οὐ ῥᾴδια δειχθῆναι. τὰ δ’ ἔσχατα, ὅτι διὰ πολλῶν μέσων δείκνυται· τῷ γὰρ ἀπὸ τῶν ἀρχῶν τε καὶ πρώτων ἠρτῆσθαι τὴν γνῶσιν τούτων, ἢν μὴ ἀπὸ τούτων ἡ πρόοδος ἐπ’ αὐτὰ γίνηται, διὰ δέ τινων προσεχῶν,2 ἀσαφεῖς οἱ λόγοι καὶ τὰ ἐρωτώμενα αἰτίας δεόμενα. εἰ μὲν οὖν συνεχεῖς τις ἀπὸ τῶν ἀρχῶν προτάσεις λαμβάνοι, χαλεπὸν διὰ τὸ πλῆθος τῶν λαμβανομένων· πολλῶν γὰρ λαμβανομένων πολλῶν καὶ ἐνστάσεων ἀφορμαί. εἰ δ’ ὑπερβαίνων καὶ 〈οὐ〉 συνάπτων ταῖς ἀρχαῖς, ψευδεῖς καὶ σοφισματώδεις προτάσεις φαίνονται καὶ οὐ δεικνύουσαι τὸ προκείμενον· ῥᾴδιον δὲ πρὸς τὰς φαινομένας τοιαύτας ἐνίστασθαι. λέγει δὲ εἶναι δυσεπιχείρητα καὶ τὰ σφόδρα ἐγγὺς τῆς ἀρχῆς. ἔστι δὲ ταῦτα χαλεπὰ κατὰ τὸ ἐναντίον, ἢ τὰ μὲν πόρρω διὰ τὸ πλῆθος τῶν μέσων, τὰ δ’ ἐγγὺς δι’ ὀλιγότητα· διὰ γὰρ τὸ μὴ εἶναι αὐτῶν μέσα, ἢ εἶναι μὲν ὀλίγα δέ, οὐ φανερὰ ἀλλὰ δύσκολος ἡ δεῖξις αὐτῶν. ἔτι διὰ τὴν ἐγγύτητα φαντασίαν ἀποτελοῦσιν οἱ περὶ τῶν τοιούτων λέγοντες ὡς τὸ ἐν ἀρχῇ αἰτούμενοι.

“对于同样的假说,攻击是困难的,而维持是容易的。” 他现在所说的“假说”是指问题,他也习惯称之为“论题”;而他所说的“攻击”是指提问和推论(因为攻击性推论就是辩证推论);他所说的“维持”是指回答。因此他说,对于提问并希望加以证明的人而言,同样的问题是困难且不易证明的;但对于回答的人而言,则是容易提出异议的。因为阻碍难以证明之事,比起证明它来要更容易。正是由于难以获得赖以证明的前提,因而它是困难的;而由于它面临诸多异议,因而是不容易的。这也是理所当然的:因为凡是对提问者困难的,对回答者就是容易的,因为两者的努力针对着对立面,前者力图推论出所立论题的矛盾命题,而后者则力图阻止这一点。接着他补充说明了哪些问题是对攻击者而言难以证明而对回答者而言容易应对的:因为他说本性上在先之物与最末之物就是如此。本性上在先的乃是原理,而最末的乃是远离原理之物。但两者的困难原因并不相同,反而是相反的。因为在先之物之所以困难,在于不可能通过其他事物来证明它们自身,因为被证明之物是通过在先之物被证明的,而在先之物的[……](因为对原理的认识不是通过证明产生的,而是通过定义产生的)。因为原理是什么必须先被定义,并且在假定它就是如此之后,才能将其用于其后之物的证明。然而回答者自己并不愿意去定义(因为向回答者提问并要求获取所提之物是什么,根本就不是辩证家的事情),他们也不允许攻击者做出恰当的定义,人们也不可能从任何并非未知的其他事物出发就它证明或推论出任何东西。在原理上尤其发生这种情况,是因为仅仅通过这些[定义]原理自身才变得为人所知,并且从这些原理出发才产生针对其他事物的推论;而使用未知的原理是不可能的。因此,本性上在先之物由于这个缘故而难以攻击且不易证明。另一方面,最末之物之所以如此,是因为它们是通过许多中项被证明的;因为对这些最末之物的认识依赖于原理和在先之物,如果不是从这些原理出发推进到它们,而是通过某些直接切近的中项,那么论证就会不明确,所提的问题也需要给出原因。因此,如果有人从诸原理出发采用连续的前提,由于所采用的前提数量繁多,这是困难的;因为采用的前提多了,产生异议的由头也就多了。但如果有人越过中项而不与原理相衔接,前提就会显得虚假和诡辩,似乎不能证明既定主题;而对显得如此的前提提出异议是很容易的。他还说,极为切近原理之物也是难以攻击的。这些事物之所以困难是出于相反的原因:远离原理之物是由于中项繁多,而切近之物则是由于中项匮乏;因为由于它们没有中项,或者即便有也很少,对它们的证明便不明显而且困难。此外,由于切近的缘故,论述此类事物的人会造成一种乞题的假象。

语法注2 条
  1. 8.44ῥᾷον γὰρ ἐμποδίσαι τὸ χαλεπὸν δειχθῆναι τοῦ δεῖξαι

    中性单数比较级形容词 ῥᾷον 作表语,其真正主语是不定式短语 ἐμποδίσαι...。带冠词属格不定式 τοῦ δεῖξαι 是表示比较对象的比较属格,与 ἐμποδίσαι 相对比。另外,τὸ χαλεπὸν δειχθῆναι 作 ἐμποδίσαι 的直接宾语,其中的不定式 δειχθῆναι 作形容词 χαλεπόν 的限制性/说明性不定式。

  2. 8.44ἣν μὴ ἀπὸ τούτων ἡ πρόοδος ἐπ’ αὐτὰ γίνηται, διὰ δέ τινων προσεχῶν

    由 ἢν(即 ἐάν)引导的虚拟式条件从句,主语是 ἡ πρόοδος,谓语动词是 γίνηται。在否定词 μὴ 的作用下,ἀπὸ τούτων(从这些原理出发)被否定,并与由 δέ 引导的介词短语 διὰ δέ τινων προσεχῶν(而是通过某些直接中项)形成对比(“若推进并非从这些原理出发,而是通过某些直接中项进行”)。主句 ἀσαφεῖς [εἰσιν] οἱ λόγοι 省略了系动词 εἰσίν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:541.7-542.20