- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:539.9-541.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释了亚里士多德在158a14–25中关于询问“是什么”的问题并非辩证前提的观点,解释了如何将其转化为辩证形式,并阐述了对在单一推论上耗费过长时间提问的批评。
" Οὐ δοκεῖ δὲ πᾶν τὸ καθόλου διαλεκτικὴ πρότασις εἶναι." Τὸ καθόλου ἤτοι ἐπὶ τῶν προτάσεων λέγει,1 ὅτι μὴ πᾶσα πρότασις διαλεκτική, [ἢ] ἀντὶ τοῦ ‘οὐ δοκεῖ δὲ καθόλου διαλεκτικὴ πρότασις εἶναι πᾶν τὸ ὁπωσοῦν ἐρωτώμενον’, ἢ πᾶν τὸ ἐπὶ τοῦ καθόλου εἶναι. καὶ γὰρ ὁ τὸ τί ἐστι τόδε τι ἐρωτῶν καθόλου τινὰ ἐρώτησιν ἐρωτᾷ (τούτου γὰρ οἱ ὁρισμοί), καὶ ὁ ἐρωτῶν περί τινος ποσαχῶς λέγεται· ἁπλῶς γὰρ οὐ μόνον οὐ διαλεκτική ἐστι πρότασις τὸ τί ἐστιν ἄνθρωπος, ἀλλ’ οὐδὲ τὴν ἀρχὴν πρότασις. τῶν δὲ εἰρημένων ἐν τῷ πρώτῳ καὶ νῦν ἡμᾶς ὑπομιμνήσκει· καὶ γὰρ ἐν ἐκείνῳ εἶπε μὴ εἶναι διαλεκτικὰς ἐρωτήσεις τὰς τί ἐστι τὸ προκείμενον ἐξεταζούσας, ἃ πύσματα ἔθος λέγειν τοῖς νεωτέροις, ἐπεὶ εἶπεν ἐν ἐκείνοις τὴν διαλεκτικὴν πρότασιν ἐρώτησιν ἀντιφάσεως εἶναι· οὐ τοιαῦται δὲ αἱ ἐρωτήσεις αὗται. ὅμως δὲ τὸ τί ἐστιν ἄνθρωπος ἐρώτημά τί ἐστιν, εἰ ὁ ἐρωτῶν ἀξιοῖ πρὸς τοῦ προσδιαλεγομένου μαθεῖν τὴν τοῦ ἀνθρώπου οὐσίαν οὕτως καὶ ἐπὶ τοῦ δευτέρου τὴν διαίρεσιν. καὶ διὰ τί αἱ τοιαῦται ἐρωτήσεις οὐκ εἰσὶ διαλεκτικαί, προσέθηκεν· ἔστι γὰρ πρότασις διαλεκτικὴ πρὸς ἣν ἔστιν ἀποκρίνασθαι ναὶ ἢ οὔ. ὅτι δὲ πρὸς τὰς εἰρημένας ἐρωτήσεις οὐχ οἷόν τε οὕτως ἀποκρίνασθαι, προδήλως διδάσκει· αἱ γὰρ τοιαῦται ἐρωτήσεις μαθεῖν βουλομένων, οὐ διαλεγομένων. πῶς δ’ ἔνεστι καὶ τὰ τοιαῦτα τῶν ἐρωτημάτων εἰς τὸν διαλεκτικὸν μεταφέρειν τρόπον, ἐδήλωσεν εἰπὼν ἐὰν μὴ αὐτὸς διελόμενος ἢ διορίσας εἴπῃ, τουτέστιν ὁρισάμενος (τὸ γὰρ διορίσας τοῦτο αὐτῷ σημαίνει), ἀντὶ μὲν τῆς τί ἐστιν ἄνθρωπος λέγων ‘ἆρά γε ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητόν;’, ἀντὶ δὲ τῆς ποσαχῶς λέγεται τὸ ἀγαθὸν αὐτὸς διελόμενος λέγων ‘ἆρά γε τετραχῶς λέγεται τὸ ἀγαθόν;’ ἢ ‘ἆρά γε τῶν ἀγαθῶν τὰ μὲν ἐν ψυχῇ ἐστι τὰ δὲ ἐν σώματι τὰ δὲ ἐκτός;’· ἃ γὰρ δι’ ἐκείνων ἠξίου τῶν ἐρωτήσεων ἀποκρίνεσθαι τὸν ἐρωτώμενον, ταῦτα αὐτὸν χρὴ ποιήσαντα ἐρωτᾶν εἰ κἀκείνῳ οὕτως δοκεῖ. οὕτως γὰρ ἐρωτήσει διαλεκτικῶς, καὶ οὕτως δυνήσεται ὁ ἀποκρινόμενος ἀποκρίνασθαι ἢ ναὶ ἢ οὔ· οὐ γὰρ ἀποκλείει ἡ προειρημένη ἐρώτησις τὴν τοιαύτην ἀπόκρισιν. καὶ δίκαιον δή φησιν εἶναι τότε παρὰ τοῦ διαλεγομένου τί ἐστι τόδε τι ἐρωτᾶν, ἢ ποσαχῶς τόδε τι λέγεται, ὅταν τῶν ἐρωτώντων ὁρισαμένων ἢ διελομένων μὴ συγκατάθηται ὁ ἐρωτώμενος ἢ τῇ διαιρέσει ἢ τῷ ὁρισμῷ τῷ ἐρωτηθέντι.
“然而,并非所有普遍的东西似乎都是辩证前提。” 他说“普遍”,或者指前提,意即并非每一个普遍前提都是辩证的;或者用以代替“无论以何种方式被提问的任何东西,普遍而言似乎都不是辩证前提”;或者指并非关于普遍的一切都是辩证前提。因为提问“某个事物是什么”的人确实提出了某种普遍的提问(因为定义就是关于普遍的),而提问某事物“在多少种意义上被表述”的人也是如此;因为单就其本身而言,“人是什么”不仅不是辩证前提,而且根本就不是前提。他现在又使我们想起在第一卷中所说的话;因为他在那一卷中曾说过,考察既定主题是什么的问题(后来的学者习惯称之为探问)不是辩证的提问,因为他在那些地方说过辩证前提是矛盾一方的提问,而这些提问并不属于此类。然而,“人是什么”仍然算是一种提问,只要提问者意图从对话者那里得知人的本质;在第二种情形下意图得知划分时也是如此。并且,他补充说明了为什么此类提问不是辩证的:因为辩证前提是能够对其回答“是”或“否”的前提。而对于上述提问不可能作如此回答,这是他明白指出的;因为这类提问属于想要学习的人,而不属于进行对话论争的人。但是,如何能够将这类提问也转化为辩证的方式,他通过说“除非他自己作了划分或作了界定(即作了定义,因为‘作了界定’对他来说就是这个意思)而发言”表明了这一点:即不说“人是什么”,而是说“人是有理性的有死的动物吗?”;不说“善在多少种意义上被表述”,而是自己作了划分而说“善是在四种意义上被表述的吗?”或者说“在诸善之中,有些在灵魂中,有些在肉体中,有些在外部吗?”。因为提问者本来指望被提问者通过那些问题来回答的事情,提问者应当自己先做出来,然后再询问对方是否也这样认为。因为唯有如此,他才是在辩证地提问,被提问者也唯有如此才能回答“是”或“否”;因为前述提问并不排除这样的回答。他说,唯有当提问者作出了定义或划分,而被提问者对所询问的划分或定义不予赞同时,此时向对话者提问“某个事物是什么”或“该事物在多少种意义上被表述”,才是正当的。
"Ὅστις δὲ ἕνα λόγον πολὺν χρόνον ἐρωτᾷ, κακῶς πυνθάνεται." Εἰ πᾶς ὁ ἁπλοῦς συλλογισμὸς ἐκ δύο προτάσεών ἐστιν, ὁ δὲ ἁπλοῦς καὶ εἷς (λόγον γὰρ τὸν συλλογισμὸν εἶπεν), ὅστις οὖν τὸν τοιοῦτον λόγον πολὺν χρόνον ἐρωτᾷ, τουτέστι διὰ πολλῶν ἐρωτημάτων, κακῶς ἐρωτᾷ. σημειωτέον δὲ πάλιν ὅτι τῷ πυνθάνεσθαι καὶ ἐπὶ τῆς διαλεκτικῆς ἐρωτήσεως ἐχρήσατο. τοῦ δὲ τοὺς ἐνδιατρίβοντας πολὺν χρόνον τῷ ἕνα ἐρωτᾶν λόγον κακῶς ἐρωτᾶν τὴν αἰτίαν ἀποδέδωκεν. εἰ μὲν γὰρ ἀποκρινομένου τοῦ ἐρωτωμένου πρὸς ἕκαστον τῶν ἐρωτημάτων, δῆλός ἐστι πολλὰ ἐρωτῶν2 καὶ μάτην ἢ πολλάκις τὰ αὐτά· ἂν μὲν οὖν πολλάκις τὰ αὐτά, ἀδολεσχῶν, ἂν δὲ ἄλλοτε ἄλλο, ἀπορῶν συλλογίσασθαι τὸ προκείμενον καὶ ἐγχρονίζων ταῖς ἐρωτήσεσιν οὔσαις περιτταῖς καὶ ὑπὲρ τὸ δοκοῦν τι ποιεῖν πρὸς τὸ κείμενον. εἰ δὲ μὴ ἀποκρινομένου πρὸς τὰ ἐρωτώμενα ἐνδιατρίβει ταῖς ἐρωτήσεσιν, ἁμαρτάνει, ὅτι μὴ ἐπιτιμᾷ αὐτῷ καὶ ἀφίσταται ἀπ’ αὐτοῦ ὡς οὐ διαλεγομένου. ἕκαστον δὲ τούτων ἔστιν εὑρεῖν παρὰ Πλάτωνι. οὐ δεῖ δὲ ἡγεῖσθαι αὐτὸν ἐναντιούμενα λέγειν τοῖς εἰρημένοις περὶ τῆς κρύψεως, ὅτι δεῖ πολλὰς ἐρωτᾶν προτάσεις καὶ ἐναλλάσσοντα αὐτὰς τιθέναι· οὐ γὰρ ἦν ταῦτα ἐπὶ ἑνὸς λεγόμενα λόγου, ἀλλ’ ἐπὶ τοῦ ἐν ᾧ προσυλλογισμῶν ἔδει.
“凡对单一论证提问很久的人,都是拙劣的探问者。” 如果每一个单纯的推论都是由两个前提构成的,而单纯的推论又是单一的(因为他把推论称为论证),那么凡是对这样一个论证提问很久(即通过许多提问来进行)的人,都是在拙劣地提问。值得再次注意的是,他在谈到辩证提问时也使用了“探问”一词。他指出了那些耗费很多时间提问单一论证的人之所以提问拙劣的原因。因为如果是在被提问者对每一个问题都有所回答的情况下提问者耗费时间,那么显然他是徒劳地问了许多问题,或是多次询问同样的事情:如果多次询问同样的事情,他就是在多嘴饶舌;如果是不同时候询问不同的事情,他就是无法推论出既定论题,从而在多余的、超出对论题有所贡献的限度的问题上拖延时间。但是,如果是在被提问者对所问之事不作回答的情况下在提问中拖延时间,那么提问者就犯了错误,因为他没有责备对方并因对方没有正常对话而离开他。这些情况中的每一种都可以在柏拉图那里找到。也不应当认为他所说的与关于隐藏论证意图的论述相矛盾(即应当询问许多前提并将它们交错排列);因为那些话并不是就单一论证说的,而是就那些需要预备推论的论证说的。
- 8.42Τὸ καθόλου ἤτοι ἐπὶ τῶν προτάσεων λέγει
通过 ἤτοι... ἢ... ἢ... 的相应结构,对引文中的 πᾶν τὸ καθόλου(所有普遍的东西)提出了三种句法解释:(1) 将其修饰对象补充为前提(πρότασις),意即并非所有普遍前提都是辩证的;(2) 将 καθόλου 作副词性理解(“普遍地”或“根本”),作为“无论以何种方式被提问的任何东西,普遍而言都不是辩证前提”的代用表述;(3) 补充为 πᾶν τὸ ἐπὶ τοῦ καθόλου,意即并非关于普遍的一切提问都是辩证前提。
- 8.43εἰ μὲν γὰρ ἀποκρινομένου τοῦ ἐρωτωμένου πρὸς ἕκαστον τῶν ἐρωτημάτων, δῆλός ἐστι πολλὰ ἐρωτῶν
该句的基本结构是由 εἰ 引导的条件从句中包含一个属格独立结构(ἀποκρινομένου τοῦ ἐρωτωμένου),主句谓语则构成 δῆλός ἐστι πολλὰ ἐρωτῶν(“他显然是在提问许多事情”,形容词加分词的主语说明结构)。其后紧跟的 ἂν μὲν οὖν... ἂν δὲ... 是进一步将“许多提问”二分为重复同一问题(πολλάκις τὰ αὐτά)与变换不同问题(ἄλλοτε ἄλλο)的下位条件句。
