- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:537.13-539.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注释亚里士多德《论题篇》卷八第二章(157b34–158a3),比较了直证推论与归谬法在辩证论辩中的优劣,阐明了应当提出不易遭受反驳的前提之理由,以及为何不可将结论本身作为前提来提问。
" Ὅταν δὲ ἐνδέχηται τὸ αὐτὸ ἄνευ τε τοῦ ἀδυνάτου καὶ διὰ τοῦ ἀδυνάτου συλλογίσασθαι." Ἐπεὶ συλλογισμὸς γίνεται μὲν καὶ δεικτικός, γίνεται δὲ καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, λέγει ὅτι πρὸς μὲν τὸ ἀποδεικνύναι τὸ προκείμενον ἐπ’ αὐτοῦ τὸν συλλογισμὸν ποιούμενον καὶ τῆς ἀληθείας εὑρέσεως χάριν οὐδὲν διαφέρει οὕτως ἢ ἐκείνως συλλογίσασθαι· τοῖς γὰρ αὐτοῖς ὡς ἐναργέσι καὶ ὁμολογουμένοις χρῆται καὶ ὁ δεικτικῶς δεικνὺς καὶ ὁ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ὡς ἐδείχθη ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν. ἐν δὲ ταῖς διαλέξεσι χρησιμώταται αἱ δεικτικαὶ δείξεις· τὰ γὰρ αὐτὰ εὐκολώτερον δίδοταί τε καὶ συγχωρεῖται μηδέπω ὄντος γνωρίμου τοῦ δεικνυμένου δι’ αὐτῶν. ἐπὶ μὲν οὖν τῆς δεικτικῆς μετὰ τὴν λῆψιν τῶν προτάσεων φανερὸν τὸ συμπέρασμα· ἐπὶ δὲ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς φανεροῦ ὄντος τοῦ ὀφείλοντος δειχθῆναι·1 τὸ γὰρ ἀντικείμενον τῇ ὑποθέσει δεῖξαι βούλεται ἡ τοιαύτη ἀπόδειξις. ὅταν οὖν προσληφθείσης τῆς ἑτέρας τῶν προτάσεων τῇ ὑποθέσει δεικνύηταί τι [ὅτι] ἀδύνατον, οὗ τῇ ἀναιρέσει ὡς ἀδυνάτου κατασκευάζεται τὸ ἀντικείμενον τῆς ὑποθέσεως, οὔ φασι τὸ δειχθὲν καὶ συναχθὲν ἀδύνατον εἶναι, ὁρῶντες ὅτι τούτου δειχθέντος εἶναι ἀδύνατον δείκνυται τὸ τῆς ὑποθέσεως ἀντικείμενον, καὶ ὃ ἔδοσαν ἂν ἁπλῶς αἰτούμενοι ὡς ἀληθές, τοῦτο οὐ διδόασι τότε ὁρῶντες τὸ συμβησόμενον δοθέντος αὐτοῦ. καὶ καθόλου ἐπὶ μὲν τῆς δεικτικῆς δείξεως οὐδεμία ἐστὶν ἐνστάσεως χώρα μετὰ τὸ διὰ συλλογισμοῦ δειχθῆναι τὸ συμπέρασμα· ἐπὶ δὲ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς μετὰ τὸ συναχθῆναι συλλογιστικῶς ἔτι ἐνστάσεώς ἐστι χώρα τῷ μὴ δείκνυσθαι διὰ τοῦ συλλογισμοῦ τὸ προκείμενον2 ἀλλὰ τὸ συλλογισθὲν ἀδύνατον εἶναι, τοῦτο κατασκευάζειν τὸ προκείμενον, ὃ ἦν τὸ τῇ ὑποθέσει ἀντικείμενον.
“当同样的事情既可以不用不可能推论出来,也可以通过不可能推论出来的时候。” 既然推论既可以是直证的,也可以是通过归谬法作出的,所以他说,在独自进行推论并为了探寻真理而证明既定论题时,以这种方式推论还是以那种方式推论毫无区别;因为正如在《前分析篇》第二卷中所证明的那样,直证地证明者与通过归谬法证明者所使用的前提同样是显然且被承认的前提。然而在对话中,直证的证明是最有用的;因为当通过它们所要证明的结论尚未为人所知时,同样的前提更容易被给予和赞同。因此,在直证的证明中,在获得前提之后结论才显明;而在归谬法中,应当被证明的结论则是预先显明的。因为这种证明意在展示假说的对立面。因此,当在假说之外又附加了另一前提并展示出一个不可能性时(通过反驳此不可能性,假说的对立面得以确立),他们看到如果此项被证明是不可能的,假说的对立面就会被证明,因而便说所展示和推论出的并非不可能;并且,若是单纯作为真理而被要求,他们本会赞同的东西,此时由于看到了承认它后所带来的后果,便不再赞同了。而且普遍而言,在直证的证明中,在通过推论展示出结论之后,便没有任何提出反例的余地;但在归谬法中,即使在通过三段论推导出来之后,仍有提出反例的余地,因为并非通过推论展示既定论题,而是所推论出的事项是不可能的,正是这一点确立了既定论题(即与假说相对立的东西)。
"Δεῖ δὲ προτείνειν ὅσα ἐπὶ πολλῶν μὲν οὕτως ἔχει." Δεῖ τὰς ἐρωτωμένας ὑπὸ τῶν ἐρωτώντων προτάσεις τοιαύτας εἶναι ὡς ἐπὶ πολλῶν μὲν φανερῶς καὶ ὁμολογουμένως οὕτως ἔχειν, ἔνστασιν δὲ ἢ ὅλως μὴ ἔχειν ἢ μὴ πρόχειρον καὶ εὔκολον εὑρεθῆναι ἔχειν. οὕτως γὰρ ἂν λαμβάνοι αὐτὰς παρὰ τοῦ προσδιαλεγομένου· μὴ δυνάμενος γὰρ συνορᾶν ἐπὶ τίνος οὐχ οὕτως ἔχει, συγχωρεῖ τοῖς καθόλου ἀξιουμένοις.
“但应当提出凡在许多事例中皆如此的事项。” 提问者所询问的前提必须是这样的:在许多事例中显然且公认是如此的,并且或者完全没有反例,或者没有手边现成且容易找到的反例。因为唯有这样,人们才能从对话者那里获得它们;因为无法看清在何种事例中并非如此的人,便会赞同普遍所要求的主张。
[Ἑτέρου. p. 158 a 7 Οὐ δεῖ δὲ τὸ συμπέρασμα. Οὐ δεῖ δέ, φησί, ἐρωτᾶν τὸ συμπέρασμα ὡς πρότασιν διαλεκτικήν. οἷον ἔστω τὸ συμπέρασμα, ἤτοι τὸ πρόβλημα, ὅτι ἡ ἡδονὴ κατὰ φύσιν· οὐ δεῖ ἐρωτᾶν ‘τί δέ; τὸ κατὰ φύσιν οὐκ ἀγαθόν; τί δέ; ἡ ἡδονὴ οὐκ ἀγαθόν;’· εἰ γὰρ οὕτως ἐρωτᾷς, ἀνανεύσαντος τοῦ προσδιαλεγομένου καὶ μὴ συγχωρήσαντος ὅτι ἡ ἡδονὴ ἀγαθὸν οὐδ’ ὅλως ἔσται συλλογισμός. εἰ γὰρ τὰς μὲν ἄλλας προτάσεις χάριν τοῦ συμπεράσματος ἐρωτᾷς, ἵν’ ἐκ τούτων συνάξῃς αὐτό, προενέγκῃς δὲ τὸ συναχθησόμενον ὡς ἐρώτημα, ὁ δὲ ἀπαρνήσεται, οὐδ’ ὅλως ποιεῖς συλλογισμόν. πολλάκις γὰρ ἀρνεῖται ὁ προσδιαλεγόμενος καὶ μὴ ἐρωτῶντός σου τὸ συμπέρασμα ἀλλ’ ἐπιφέροντος καὶ συνάγοντος αὐτὸ ὡς συμβαῖνον ἐκ τῶν προκειμένων προτάσεων· καὶ τοῦτο, ἤγουν τὸ ἀρνεῖσθαι, ποιοῦντες οὐ δοκοῦσιν ἐλέγχεσθαι τοῖς μὴ ἀκριβέσι διαλεκτικοῖς· εἰ γὰρ μὴ εἴη ἀκριβὴς διαλεκτικός, οὐκ ἂν ἀπελέγξειεν αὐτὸν μὴ λέγοντα καλῶς. ὅταν οὖν ὁ ἐρωτῶν ἐρωτήσῃ τὸ συμπέρασμα καὶ μὴ προδιομολογήσῃ ὅτι συνήχθη ἐκ τῶν δοθεισῶν προτάσεων, ὁ δὲ ἀποκρινόμενος ἀρνήσηται, φανερὸν ὅτι οὐδ’ ὅλως ἂν γένοιτο συλλογισμός.]
[出自另一人之手。第158a7页“但不应当[询问]结论。” 他说,不应当把结论作为辩证的前提来提问。例如,设结论(即论题)是快感是合乎本性的;不应当提问:‘那么怎样?合乎本性的岂非善吗?那么怎样?快感岂非善吗?’因为如果你这样提问,当对话者摇头表示拒绝而不承认快感是善时,根本就不会有推论形成。因为如果你为了结论而询问其他前提,以便从这些前提中推导出结论,却把将要推导出的结论本身作为问题提出,而对方予以否认,那么你就根本没有作出推论。因为常常即使你没有询问结论,而是把它作为由既定前提产生的结果附加上去并推导出来时,对话者也会予以否认;而当他们这样做(即否认)时,在不严谨的辩证家看来他们并不算被驳倒;因为如果不是严谨的辩证家,便无法在对方不合规矩地发言时驳倒他。因此,当提问者询问结论,而未预先约定它是从已给出的前提中推导出来的,而应答者又予以否认时,显而易见根本不会产生任何推论。]
- 8.39ἐπὶ δὲ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς φανεροῦ ὄντος τοῦ ὀφείλοντος δειχθῆναι
该句与前文的主句结构“ἐπὶ μὲν οὖν τῆς δεικτικῆς... φανερὸν τὸ συμπέρασμα”相对称,但后半句采用了属格独立结构(“φανεροῦ ὄντος τοῦ ὀφείλοντος δειχθῆναι”)。在意义上,它充当与前句相对比的并列从属结构,意为“而在归谬法中,应当证明的事项则是[预先]显明的”。
- 8.39τῷ μὴ δείκνυσθαι διὰ τοῦ συλλογισμοῦ τὸ προκείμενον ἀλλὰ τὸ συλλογισθὲν ἀδύνατον εἶναι, τοῦτο κατασκευάζειν τὸ προκείμενον
由定冠词与格“τῷ”所引导的表示原因的短语结构。“τῷ”管辖被动不定词“μὴ δείκνυσθαι”,并通过“ἀλλὰ”连接了两个宾格不定词短语“[τῷ] τὸ συλλογισθὲν ἀδύνατον εἶναι”与“[καὶ τῷ] τοῦτο κατασκευάζειν τὸ προκείμενον”。整体构成了理由的核心:“因为既定论题并未通过推论直接被展示,而是所推导出的事项是不可能的,且正是这一点确立了既定论题”。
