← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§535.13-537.12

通过添加限定排除对普遍命题的反驳

注解亚里士多德《论题篇》卷八第二章(157b8–31),阐释归纳中当反例并非源于同名异义而是针对普遍者本身时的应对方法(通过限定条件剔除例外),探讨较大善与较大恶对立规则的例外情况(当一种善必然伴随另一种善时),提出在对方反驳之前预先加以限定的策略,并说明在许多事例中归纳且无人提出反例时应将该普遍命题确立为通行前提。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.35

" Ἐὰν δὲ μὴ ἐν τῷ ὁμωνύμῳ ἀλλ’ ἐν αὐτῷ ἐνιστάμενος." Εἰπὼν πῶς φυλαξόμεθα τὰς ἐπὶ τῶν ὁμωνύμων ἐνστάσεις, ὅτι διαιρούμενοι, προστίθησι πῶς, εἰ μὴ ἐπί τινος ὁμωνύμου ἡ ἔνστασις γένοιτο ἀλλ’ ἐπί τινος τῶν ὑπὸ τὸ καθόλου, ὃ λαβεῖν βουλόμεθα διὰ τῆς ἐπαγωγῆς, φυλαξόμεθα καὶ τὴν τοιαύτην ἔνστασιν καὶ περανοῦμεν τὸ προκείμενον. ἐπὶ γὰρ τούτου ἀφαιροῦντας ἀξιοῖ ἐκεῖνο ἀπὸ τοῦ καθόλου,1 καθ’ ὃ ἡ ἔνστασις γίνεται, ἢ προσδιορίζοντας περὶ τοῦ καταλειπομένου ἐρωτᾶν καθόλου. οἷον εἰ δι’ ἐπαγωγῆς ἡμῖν λαμβάνουσιν, ὅτι λήθη ἐστὶν ἡ τῆς ἐπιστήμης ἀποβολή, ἐνίσταταί τις λέγων τοὺς ἔχοντάς τινος πράγματος ἐπιστήμην μεταβάλλοντος τοῦ πράγματος ἀποβάλλειν μὲν τὴν ἐπιστήμην αὐτοῦ μὴ μέντοι ἐπιλελῆσθαι, ἀφελόντα χρὴ τοῦτο, καθ’ ὃ ἡ ἔνστασις, τὸ λοιπὸν καθόλου λαβεῖν. ἀφαιροῖτο δ’ ἄν, εἰ προσθείημεν τῷ τὴν τῆς ἐπιστήμης ἀποβολὴν λήθην εἶναι ‘σωζομένου τοῦ πράγματος’· ὁ γὰρ τοιοῦτος διορισμὸς προστεθεὶς τήν τε ἔνστασιν ἀναιρεῖ καὶ τοῦ τὸ προκείμενον λαβεῖν αἴτιος γίνεται.

“但如果他提出的反例不是针对同名异义之物,而是针对其本身。” 在说明了我们将如何防范针对同名异义之物的反例——即通过划分——之后,他补充说明,如果反例并非发生在某种同名异义之物上,而是发生在我们希望通过归纳获得的普遍之物所辖的某种具体事物上,我们将如何既防范此类反例,又完成既定的论题。因为在此时,他要求人们从普遍之物中剔除反例由之产生的那一点,或者附加限定条件来就所保留的普遍之物进行提问。例如,当我们通过归纳获得遗忘即知识的丧失时,若有人提出反例说,拥有某事物之知识的人在事物发生变化时虽然丧失了对它的知识,但并没有遗忘,那么就应当在剔除反例由之产生的这一点之后,摄取其余下的普遍之物。而如果我们在‘知识的丧失即遗忘’之后附加‘在事物被保全的期间’,这一点便可被剔除;因为附加了这种限定,既消除了反例,又成为获得既定论题的原因。

§8.36

"Ὁμοίως δὲ καὶ πρὸς τοὺς ἐνισταμένους διότι τῷ μείζονι ἀγαθῷ." Ὅτι ἐπὶ τούτων ἀξιωτέον τῷ μείζονι ἀγαθῷ μεῖζον κακὸν ἀντικεῖσθαι, ἐφ’ ὧν οὐκ ἔστι τὸ μεῖζον ἀγαθὸν συνεπιφέρον τὸ ἕτερον τὸ ἔλαττον. εἰ γὰρ εἴη τοιοῦτον ὡς συνεπιφέρειν τὸ ἕτερον καὶ διὰ τοῦτο μεῖζον εἶναι, τῷ αὐτὸ καθ’ αὑτὸ χωρὶς ἐκείνου μὴ λαμβάνεσθαι, οὐκέτι γίνεται καὶ τὸ τούτῳ ἐναντίον κακὸν μεῖζον τοῦ ἐναντίου τῷ ἐλάττονι ἀγαθῷ κακοῦ τῷ συνεπιφερομένῳ ὑπὸ τοῦ μείζονος.2 διὰ τοῦτο γὰρ καὶ τὸ 〈τῇ εὐεξίᾳ〉 ἐναντίον κακὸν οὐκ ἔστι μεῖζον τοῦ τῇ ὑγείᾳ ἐναντίου κακοῦ· καίτοι μεῖζον ἡ εὐεξία τῆς ὑγείας, ἀλλὰ διὰ τοῦτο μεῖζον, ὅτι συνεπιφέρει τὴν ὑγείαν· ἀδύνατον γάρ τινα εὐεκτεῖν μὲν μὴ ὑγιαίνειν δέ. ὡς δὲ ἡ εὐεξία μεῖζον ἀγαθὸν τῆς ὑγείας, ὅτι συνεπιφέρει αὐτήν, οὕτω πάλιν ἡ νόσος, ἥτις ἐστὶν ἐναντία τῇ ὑγείᾳ, τῷ συνεπιφερομένῳ ἀγαθῷ ὑπὸ τῆς εὐεξίας, μεῖζον κακὸν τῆς καχεξίας, ἥτις ἐστὶν ἐναντία τῇ εὐεξίᾳ, ὅτι καὶ αὐτὴ συνεπιφέρει τὴν καχεξίαν· πᾶς γὰρ ὁ νοσῶν ἐν καχεξίᾳ ἐστίν.

“同样,针对那些因为较大的善[与较大的恶对立]而提出反例的人。” 应当主张,只有在较大的善并不必然同时伴随着另一较小的善的情形中,较大的恶才与较大的善相对立。因为如果它是由于必然同时伴随着另一善并且因其自身无法脱离那一善而被把握而在此意义上更大,那么与此相对立的恶就不再大于与较小的善相对立的恶——即被较大的善所必然伴随的那一善。正是因为这个缘故,与良好状态相对立的恶并不大于与健康相对立的恶;尽管良好状态大于健康,但它之所以更大,是因为它必然伴随着健康;因为一个人处于良好状态却不健康,这是不可能的。然而,正如良好状态因为必然伴随健康而比健康是更大的善,同样,与健康——即被良好状态所必然伴随的善——相对立的疾病,也比与良好状态相对立的恶即不良状态是更大的恶,因为它自身也必然伴随着不良状态;因为凡患病者皆处于不良状态之中。

§8.37

"Οὐ μόνον δὲ ἐνισταμένου τοῦτο ποιητέον." Ὅτι κἂν μὴ ἔνστασίν τινα φέρῃ ὁ ἀποκρινόμενος, ἀρνῆται μέντοι τὸ καθόλου ὑφορώμενός τι τοιοῦτον, ἀξιοῖ αὐτοὺς προλαβόντας διορίζειν τὰς ἐρωτήσεις καὶ ἀφαιρεῖν καθ’ ἃ αἱ ἐνστάσεις χώραν ἔχουσι· τούτων γὰρ ταῖς προσθήκαις ἀφαιρουμένων ἀναγκασθήσεται τοῖς ἀξιουμένοις συγχωρεῖν τῷ μηκέτι συνορᾶν ἐπὶ τίνος οὐχ οὕτως ἔχει τῶν ὑποτιθεμένων. τίνες δὲ τῶν προτάσεων τῶν καθόλου διορισμοῦ τοιούτου δέονται, ἐδήλωσε καθόλου· αἱ γὰρ ἐπὶ τὶ μὲν ἀληθεῖς ἐπὶ τὶ δὲ ψευδεῖς· ποῖαι δέ εἰσιν αὗται, ἐν τοῖς Ἀναλυτικοῖς εἴρηται. ἐπὶ γὰρ τῶν τοιούτων ἔνεστι τῷ διορισμῷ προστιθεμένῳ ἀφελόντας τὸ ψεῦδος ἔχειν τὸ καταλειπόμενον ἀληθές· ἡ γὰρ πρότασις ἡ λέγουσα ‘πᾶσα ἀποβολὴ ἐπιστήμης λήθη ἐστίν’ οὐ καθόλου ἀληθής, ἀλλὰ σωζομένου τοῦ πράγματος.

“不仅在对方提出反例时应当这样做。” 即使应答者没有提出任何反例,却因怀疑某种此类情况而否定普遍之物,他也要求他们自己预先加以限制,界定问题并剔除反例得以立足的那些方面;因为当这些方面通过附加条件被剔除之后,由于他无法再看清在所假设的哪些事例中并非如此,便将不得不赞同被要求的论断。至于普遍命题中有哪些需要此类限定,他已经作了普遍的说明:即那些在一方面为真而在另一方面为假的命题;关于这些究竟是怎样的命题,在《分析篇》中已经谈过。因为在这些命题中,可以通过所附加的限定剔除虚假之处,从而使保留下来的部分保持为真;因为‘凡知识的丧失皆为遗忘’这一命题并非普遍为真,而是在事物被保全的期间才是真的。

§8.38

"Ἐὰν δὲ ἐπὶ πολλῶν προτείνοντος μὴ φέρῃ ἔνστασιν." Ἀξιοῖ, εἰ ἐπὶ πολλῶν καὶ διὰ πολλῶν τὸ καθόλου συνιστάντων ἡμῶν διὰ τῆς ἐπαγωγῆς ὁ ἀποκρινόμενος ἔνστασιν μὴ φέροι ἐπὶ τίνος οὐχ οὕτως, μόνον δ’ ἀντιλέγοι πρὸς τὸ καθόλου, τιθέναι αὐτὸ καὶ χρῆσθαι αὐτῷ ὡς ὁμολογουμένῳ καὶ ἐνδόξῳ· διαλεκτικὴ γάρ, τουτέστιν ἔνδοξος πρότασίς ἐστι, πρὸς ἣν δεικνυμένην ἐπὶ πολλῶν ὅτι οὕτως ἔχει μὴ φέρεται ἔνστασις.

“但如果他在许多事例中提出,对方却不给出反例。” 他要求,如果我们通过归纳在许多事例上且通过许多事例确立了普遍之物,而应答者并未就何者并非如此给出反例,只是单纯反驳普遍之物,那么就应当确立它,并将其作为已被承认的和通行的命题来使用;因为所谓辩证的——即通行的——命题,就是在许多事例中被展示确实如此时对方并未对其提出反例的命题。

语法注2 条
  1. 8.35ἀφαιροῦντας ἀξιοῖ ἐκεῖνο ἀπὸ τοῦ καθόλου, καθ’ ὃ ἡ ἔνστασις γίνεται, ἢ προσδιορίζοντας περὶ τοῦ καταλειπομένου ἐρωτᾶν καθόλου

    宾格分词 ἀφαιροῦντας 与 προσδιορίζοντας 与受 ἀξιοῖ 支配的不定词 ἐρωτᾶν 的隐含宾格主语(一般的提问者)保持一致。关系词短语 καθ’ ὃ 表示反例据以成立的方面或依据。

  2. 8.36οὐκέτι γίνεται καὶ τὸ τούτῳ ἐναντίον κακὸν μεῖζον τοῦ ἐναντίου τῷ ἐλάττονι ἀγαθῷ κακοῦ τῷ συνεπιφερομένῳ ὑπὸ τοῦ μείζονος

    属格短语 τοῦ ἐναντίου ... κακοῦ 作比较级 μεῖζον 的比较属格。句末的与格分词短语 τῷ συνεπιφερομένῳ ὑπὸ τοῦ μείζονος 与前面的与格成分 τῷ ἐλάττονι ἀγαθῷ(“被较大之善所必然伴随的较小之善”)同格一致,而非修饰属格 κακοῦ。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:535.13-537.12