← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§533.15-535.12

归纳中共通名称的缺失与应对反驳

注解者阐释了亚里士多德《论题篇》卷八第二章(157a21–157b2)的内容。论述了归纳论证中由于缺乏共通名称而导致的误导及其解决方案(自行造词或通过言明限定)、在归纳过程中向应答者要求提出反例合理的条件、禁止针对所提论题本身提出反例,以及通过区分同名异义性来排除虚假反例的方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.31

" Ἔστι δὲ ἐπ’ ἐνίων μὲν ἐπάγοντα δυνατὸν ἐρωτῆσαι τὸ καθόλου." Λέγει πρῶτον περὶ τῶν ἐπακτικῶν λόγων, πῶς χρηστέον αὐτοῖς. καὶ πρῶτον μὲν δυσχέρειάν τινα πολλάκις ἐπὶ τῶν ἐπακτικῶν λόγων ἀπαντῶσαν μηνύει, ἣν ἀξιοῖ φυλάττεσθαι ἐπανορθοῦσθαι πειρωμένους. ἔστι δὲ ἡ δυσχέρεια αὕτη· ἐπεὶ ἐπί τινων τὸ καθόλου τε καὶ κοινὸν οὐκ ὠνόμασται, οἷον τίνα ἐστὶ τῶν ζῴων τετράποδα (τῷ μὲν γὰρ δίποδι πεζῷ ἄνθρωπος ὄνομα, τοῖς δὲ τετράποσι πεζοῖς οὐκ ἔστιν ἓν ὄνομα τὴν ὁμοιότητα περιέχον αὐτῶν), οἱ τὰς ἐπαγωγὰς ἐπὶ τούτων ποιούμενοι λαβόντες τινὰ τῶν ὑπὸ τὸ καθόλου, τῷ τὸ κοινὸν ἐπ’ αὐτοῖς μὴ ὠνομάσθαι1 ἐπιφέρουσι ‘καὶ πᾶν ἄρα τὸ τοιοῦτον’. διὰ δὴ τὴν τοιαύτην ἐπιφορὰν ἐν τοῖς ἐπακτικοῖς λόγοις πολλάκις ἀλλήλους παρακρούονται οἱ διαλεγόμενοι, 〈οἱ μὲν〉 τὰ τοῖς εἰλημμένοις διὰ τῆς ἐπαγωγῆς ἀνόμοια ἐπάγοντες ὡς ὅμοια καὶ περιεχόμενα ἐν τῷ 〈τοιούτῳ τῷ〉 τοιαῦτα δοκεῖν εἶναι2 διά τινα βραχεῖαν ὁμοιότητα, οἱ δὲ τὰ ὅμοια οὐκ ἀξιοῦντες ὅμοια εἶναι οὐδὲ συγκεχωρῆσθαι τὰ τοιαῦτα διά τινα κατά τι ἄλλο ἀνομοιότητα. παραινεῖ οὖν τὰ τοιαῦτα φυλάττεσθαι πειρωμένους, εἰ οἷόν τε, ὀνοματοποιεῖν αὐτοὺς καὶ κοινῷ ὀνόματι περιλαμβάνειν τὰ τοῖς εἰλημμένοις διὰ τῆς ἐπαγωγῆς ὅμοια, οἷον ὡς πάντα, ἃ κερασφόρα οὐκ ἔστιν, ἀμφόδοντα. ἐπ’ ἐνίων μὲν οὖν ῥᾴδιον εὐπορεῖν ὀνομάτων, ὡς ἐπὶ τῶν εἰρημένων· ἐπ’ ἐνίων δ’ οὐ ῥᾴδιον. οὐ μὴν ἀλλ’ ἴσως χρή, εἰ καὶ μὴ ὀνόματι ἑνὶ δυνατὸν αὐτὰ περιλαβεῖν, ἀλλὰ λόγῳ γε σαφῶς περιορίζοντας ἐπιφέρειν· γνώριμον γὰρ καὶ τοῦτο καὶ ἧττον ἀφορμὰς παρέχον ἀμφισβητήσεως.

“在某些情况下,也可以在归纳的同时询问普遍之物。” 他首先谈论关于归纳论证的内容,即应当如何使用它们。并且首先他指出了归纳论证中常常遇到的一种困难,他要求人们在试图加以修正的同时加以防范。这种困难就在于:由于在某些情况下,普遍且共通的事物并没有被命名,例如在动物中四足之物究竟是什么(因为对于两足陆生动物来说‘人’是一个名称,而对于四足陆生动物来说则没有一个涵盖其相似性的统称),在这些情形中进行归纳的人,在选取了从属于普遍之物的若干具体事物之后,由于它们之中的共通之物没有被命名,便得出推论说‘因此凡此类事物皆如此’。正因为在归纳论证中有这样的推论,对话者常常彼此误导:一方面,有些人把与通过归纳所选取的那些事物不相似的事物,当成相似的且包含在‘此类事物’之中的事物引入,因为通过某种微小的相似性,这些事物看起来似乎属于此类;另一方面,有些人则因为在其他某方面的某种不相似性,不认为相似的事物是相似的,也不认为此类事物已被赞同。因此他建议人们在试图防范此类情况时,若有可能,自己造出名称,用一个共通的名称来涵盖那些与通过归纳所选取的事物相似的事物,例如凡无角之物皆为上下皆有齿者。固然在某些情形下很容易备齐名称,正如在上述情形中那样;但在某些情形下则并不容易。尽管如此,哪怕无法用一个单一的名称来涵盖它们,或许至少也必须用言辞将其清晰限定之后再得出推论;因为这也是容易理解的,并且提供争议的借口较少。

§8.32

"Ὅταν δ’ ἐπάγοντος ἐπὶ πολλῶν μὴ διδῷ τὸ καθόλου." Λέγει διὰ τούτων, πότε εὔλογον ἔνστασιν ἀπαιτεῖν τὸν ἐρωτῶντα παρὰ τοῦ ἀποκρινομένου καὶ πότε οὐκ εὔλογον. ὅταν μὲν γὰρ τοῦ ἐρωτῶντος ἐπακτικῶς ἐπὶ πολλῶν τὸν λόγον ποιησαμένου μὴ συγχωρῇ ὁ ἀποκρινόμενος τὸ καθόλου, τότε εὔλογον ἀπαιτεῖν αὐτὸν ἔνστασιν ἐπὶ τίνος οὐχ οὕτως. ἐὰν δέ τις χωρὶς τοῦ τὴν πίστιν διὰ τῶν καθ’ ἕκαστα ποιήσασθαι τοῦ καθόλου τὸ καθόλου λαμβάνῃ, ἀνανεύοντος δὲ ἔνστασιν ἀπαιτῇ,3 οὐκ εὔλογος ἡ ἔνστασις· δεῖ γὰρ ἐπάγοντα πρῶτον οὕτως τὴν ἔνστασιν ἀπαιτεῖν.

“但当他在许多事例上进行归纳,而[对方]不给出普遍之物时。” 他借由这些话说明,提问者何时向应答者要求反例是合理的,何时是不合理的。因为当提问者在许多事例上以归纳的方式进行了论证,而应答者不赞同普遍之物时,此时向他要求一个关于在何者上并非如此的反例就是合理的。但如果有人没有通过个别事例为普遍之物建立确信,就直接采用普遍之物,并在对方拒绝时要求提出反例,那么这种[对]反例[的要求]就是不合理的;因为必须先进行归纳,然后才以这种方式要求反例。

§8.33

"Ἀξιωτέον τε τὰς ἐνστάσεις μὴ ἐπ’ αὐτοῦ τοῦ προτεινομένου." Καὶ τοῦτο περὶ τῶν ἐπακτικῶν λόγων λέγει, μὴ δεῖν συγχωρεῖν τοῖς ἀποκρινομένοις ἐπ’ αὐτοῦ τοῦ προτεινομένου καὶ δεικνυμένου ποιεῖσθαι τὰς ἐνστάσεις χρωμένοις πρὸς τὴν ἀναίρεσιν τῷ καθόλου, ἐὰν μὴ ἓν μόνον ᾖ τοιοῦτον.

“并且应当要求,反例不得针对所提出的事物本身。” 这也是他关于归纳论证所说的话:不应准许应答者借助普遍之物来进行否定,针对所提出的且正在被展示的事物本身提出反例,除非只有唯一的一个此类事物。

§8.34

"Πρὸς δὲ τοὺς ἐνισταμένους τῷ καθόλου μὴ ἐν αὐτῷ δὲ τὴν ἔνστασιν." Ἐπεί τινες πειρῶνται πρὸς τὸ καθόλου τὸ διὰ τῶν ἐπαγωγῶν λαμβανόμενον ἐνίστασθαι, ποιούμενοι τὰς ἐνστάσεις οὐκ ἐπὶ τούτων περὶ ὧν ὁ λόγος καὶ ἡ ἐρώτησις, ἀλλ’ ἐπὶ ὁμωνύμων αὐτοῖς τινων, δεῖ πρὸς τὴν προφυλακὴν τῶν τοιούτων ἐνστάσεων, μηδὲν φερουσῶν πρὸς τὸ προκείμενον φαντασίαν δὲ ἀποτελεῖν δυναμένων ποτὲ ὡς οὐσῶν ἐνστάσεων, διελόμενον τὴν ὁμωνυμίαν ἐπὶ τούτων τὴν ἐρώτησιν ποιεῖσθαι,4 ἃ ἔξω πίπτει τῆς πρὸς τὰ μὴ οὕτως ἔχοντα ὁμωνυμίας, ὡς ἐπὶ τοῦ τοῦτό τι ἔχειν, πῶς ἔχει, εἰ ὡς μέρος ἐν αὐτῷ ἢ ὡς ἕξιν ἢ ὡς πάθος ἢ ὡς κτῆμα.

“对于那些反驳普遍之物,但不在其本身之中〔提出〕反例的人。” 因为有些人试图对通过归纳所获得的普遍之物提出反例,他们提出反例并非针对论证和提问所围绕的那些事物,而是针对与它们同名异义的某些事物;为了预先防范此类反例——它们对于既定论题毫无贡献,却有时能够产生好像是反例的假象——必须先对同名异义性进行划分,然后针对那些脱离了与非此类事物的同名异义性的事物来提出问题;例如就‘某物拥有这个’而言,究竟如何拥有,是作为其中的一部分,还是作为状态,抑或作为受动性质,还是作为财产。

语法注4 条
  1. 8.31τῷ τὸ κοινὸν ἐπ’ αὐτοῖς μὴ ὠνομάσθαι

    带冠词的不定式与格 τῷ ... μὴ ὠνομάσθαι 用作表原因的与格(“因为它们之中的共通之物没有被命名”),修饰后面的主动词 ἐπιφέρουσι。

  2. 8.31〈οἱ μὲν〉 τὰ τοῖς εἰλημμένοις διὰ τῆς ἐπαγωγῆς ἀνόμοια ἐπάγοντες ὡς ὅμοια καὶ περιεχόμενα ἐν τῷ 〈τοιούτῳ τῷ〉 τοιαῦτα δοκεῖν εἶναι διά τινα βραχεῖαν ὁμοιότητα, οἱ δὲ τὰ ὅμοια οὐκ ἀξιοῦντες ὅμοια εἶναι

    承接前文的 παρακρούονται οἱ διαλεγόμενοι,本句通过 〈οἱ μὲν〉... οἱ δέ 并列阐述对话双方的行为,分别以主格分词 ἐπάγοντες 和 οὐκ ἀξιοῦντες 形成对称结构。

  3. 8.32ἀνανεύοντος δὲ ἔνστασιν ἀπαιτῇ

    ἀνανεύοντος 是属格绝对结构,逻辑主语由上下文省略(即应答者 ὁ ἀποκρινόμενος),经由连词 δέ 嵌入在条件从句(ἐάν τις...)中,表示让步或伴随的状况(“而在[对方]拒绝时”)。

  4. 8.34διελόμενον τὴν ὁμωνυμίαν ἐπὶ τούτων τὴν ἐρώτησιν ποιεῖσθαι

    由非人称动词 δεῖ 统辖的“宾格加不定式”结构,未指明的宾格主语为提问者或一般人,不定过去时分词 διελόμενον 表明在主动词不定式 ποιεῖσθαι 之前的动作(“先划分同名异义性,然后再提问”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:533.15-535.12