- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:531.14-533.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释亚里士多德《论题篇》卷八第一章(156b30–157a7),阐明将核心前提置于最后询问以及插入无关问题等隐瞒策略,指出针对自负的应答者的例外处理,并分析用于论证修饰的归纳与划分,以及归纳、例证和比喻之间的区别。
" Καὶ τὸ ἐπ’ ἐσχάτων ἐρωτᾶν ὃ μάλιστα βούλεται λαβεῖν." Κρυπτικὸν καὶ ὃ βούλεταί τις μὴ πρῶτον ἐρωτᾶν· πρὸς γὰρ τὰ πρῶτα ὡς τοῦ προκειμένου χάριν ἐρωτώμενα καὶ ὄντα ἀναγκαῖα μάλιστα ἐνίστανται, ἐπεὶ καὶ σχεδὸν οἱ προσδιαλεγόμενοι ταῦτα πρῶτον ἐρωτῶσι. δεῖ οὖν, φησίν, ἄλλα τινὰ ἐρωτᾶν πρότερον καὶ προεκλύσαντα1 δι’ αὐτῶν τὸ ἐνστατικὸν τῶν ἀποκρινομένων ἔσχατον ἐρωτᾶν τὰ χρήσιμα. οὐ πρὸς πάντας δέ φησι δεῖν χρῆσθαι τούτῳ τῷ τρόπῳ τῆς ἐρωτήσεως· εἰσὶ γάρ τινες οἳ τοῖς πρώτοις συγχωρήσαντες, ἂν μὴ σφόδρα φανερὰ ᾖ, ὡς εὐπροσίτους ἑαυτοὺς ἐν τῇ κοινολογίᾳ παρέχοντες, ὕστερον ἀνατρέχουσι πρὸς τὸ οἰκεῖον ἐλάττωμα.
“以及在最后询问自己最想获得的事物。” 不首先询问自己所期望的事物,这也是隐瞒之法。因为应答者对于最先的事物反驳得最强烈,认为它们是为了既定命题而被询问的且是必然的,因为对话者们也几乎总是最先询问这些事物。因此他说,应当先询问某些其他事物,并通过它们预先松懈应答者的抗辩倾向之后,最后才询问有用的事物。但他说并不应当对所有人使用这种提问方式;因为有些人如果在不太明显的情况下赞同了最先的事物,表现得在交谈中容易亲近,随后却会退回到自己固有的缺陷之中。
"Ὁμοίως δὲ καὶ ὅσοι οἴονται δριμεῖς εἶναι." Εἰσὶν οἳ δι’ οἴησιν δριμύτητος, ὡς οὐδὲν πεισόμενοι συγχωρήσαντες τὰ ἐρωτώμενα, τοῖς πρώτοις οὐκ ἐνίστανται, εἶτα ἐπὶ τέλει φλυαροῦσι καὶ πειρῶνται διαστρέφοντες τὰ δεδομένα δεικνύναι ὅτι μὴ ἐκ τῶν συγχωρηθέντων τὸ ἐπιφερόμενον δείκνυται, ἢ τὴν λέξιν διαστρέφοντες ἢ ἀμφιβολίας τινὰς ἐξηγούμενοι. τοὺς δὴ τοιούτους φησὶ δεῖν πρῶτον τὰ ἀναγκαῖα ἐρωτᾶν καὶ ὧν τις μάλιστα συγχωρουμένων δεῖται.
“同样,所有自以为敏锐的人也是如此。” 有些人出于敏锐的自负,认为赞同所询问的事物不会使自己遭受任何不利,因而不对最先的事物提出反驳,随后却在最后胡言乱语,试图通过歪曲已承认的前提来表明结论并非由被赞同的前提所证明,要么是歪曲字句,要么是解释出某些歧义。他说,正应当对这样的人最先询问那些必然的事物,以及最需要被赞同的事物。
"Ἔτι τὸ μηκύνειν καὶ παρεμβάλλειν." Κρυπτικόν φησι καὶ τὸ μηκύνειν καὶ παρεμβάλλειν τινὰ ἐρωτήματα μηδὲν χρήσιμον ἔχοντα πρὸς τὰ προκείμενα. ὃ ποιεῖν φησι καὶ τοὺς ψευδογραφοῦντας ἐν γεωμετρίᾳ· πολλὰς γὰρ ἄγοντες γραμμὰς μηδὲν χρησίμους πρὸς τὸ ψευδογράφημα τὸ δεικνύμενον καί τινα περὶ αὐτῶν λέγοντες λεληθότως καὶ τὰς εἰς τὸ ψεῦδος φερούσας ἐγγράφουσιν. ἀδηλότερον γὰρ καὶ ἀφανέστερον τὸ ψεῦδος ἐν πλείοσι καὶ ἐν παραβύστῳ τεθέν· ὡς γὰρ ἀχρήστοις οὖσι τοῖς ἐρωτωμένοις πρὸς τὸ προκείμενον συγχωροῦντες οἱ ἀποκρινόμενοι λανθάνουσι καὶ τὰ χρήσιμα διδόντες2 σὺν αὐτοῖς. ἀλλὰ καὶ ἐπιταράττεσθαι συμβαίνει αὐτοῖς ὑπὸ τοῦ πλήθους τῶν ἐρωτήσεων, ὡς μὴ διορᾶν ἐκ τίνων συμβαίνει τὸ προκείμενον.
“此外,拉长篇幅和插入。” 他说,拉长篇幅并插入某些对既定命题毫无用处的问题,这也是隐瞒之法。他说这正如在几何学中作伪图者所做的那样;因为他们画出许多对于所展示的伪图毫无用处的线条,并谈论关于它们的某些内容,不知不觉地把引向虚妄的线条也画了进去。因为虚妄之物被置于众多事物之中并置于偏僻之处时,会更加隐蔽而不易察觉。因为应答者认为所询问的事物对既定命题无用而予以赞同,不知不觉中把有用的事物也同它们一起承认了。不仅如此,由于问题繁多,他们还会陷入混乱,以致无法看清既定命题是从哪些前提中得出的。
"Εἰς 〈δὲ〉 κόσμον ἐπαγωγῇ καί." Ὅτι εἰς ὄγκον καὶ κόσμον τοῦ λόγου χρηστέον ἐπαγωγῇ καὶ διαιρέσει τῶν ὁμοίων τε καὶ συγγενῶν. ἔστι δὲ διαίρεσις ἥ τε εἰς τὰ εἴδη τομὴ τοῦ γένους καὶ ἡ τοῦ ὅλου εἰς τὰ μέρη καὶ ἡ τῆς λέξεως εἰς τὰ σημαινόμενα.
“[但]为了修饰,运用归纳以及……” 这是说,为了论证的分量和修饰,应当使用归纳,以及对相似和同族事物的划分。划分包括把属分割为种,把整体分割为部分,以及把词语分割为涵义。
"Ἡ μὲν οὖν ἐπαγωγὴ ὁποῖόν τί ἐστι, δῆλον." Ὅτι τὸ παράδειγμα τῆς ἐπαγωγῆς ἄλλο, καὶ ἐν τῇ Ἀναλυτικῇ εἴρηται. ἡ μὲν γὰρ ἐπαγωγὴ ἐκ τῶν καθ’ ἕκαστά ἐστιν ἐπὶ τὸ καθόλου ἔφοδος· παράδειγμα δὲ γίνεται τὸ ὅμοιον καὶ γνωριμώτερον τοῦ ὁμοίου καὶ ἧττον γνωρίμου.3 διὸ ἐπαγωγὴ μὲν δι’ ἑνὸς οὐ γίνεται· τὸ δὲ παράδειγμα ἀρκεῖ καὶ δι’ ἑνὸς εἶναι. καὶ ἔστιν ἡ μὲν ἐπαγωγὴ τῷ διαλεκτικῷ οἰκειοτέρα, τὸ δὲ παράδειγμα τῷ ῥήτορι. προσχρῆται μέντοι καὶ ὁ διαλεκτικὸς παραδείγμασιν ὑπὲρ σαφηνείας τοῦ λεγομένου, εἰ μὴ εἴη γνώριμον, ὡς πρὸ ὀλίγου ἐλέγετο τὸ διὰ τῆς ὁμοιότητος πυνθάνεσθαι. παραδειγματικὸν γὰρ τὸ οὕτως ἐρωτῆσαι ‘ἆρά γε τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη ὥσπερ καὶ αἴσθησις;’. παραδείγματος δὲ παραβολὴ διαφέρει, ὅτι τὸ μὲν παράδειγμα δοκεῖ γεγονός τι εἰς δεῖξίν τινος παρατίθεσθαι μηδέπω γεγονότος καὶ διὰ τοῦτο ἀδήλου, ἡ δὲ παραβολὴ εἰκών ἐστιν ὁμοιότητα πρός τι γεγονὸς σημαίνουσα. ἔοικε μέντοι αὐτὸς νῦν ἐπὶ τοῦ αὐτοῦ κεχρῆσθαι τῷ παραδείγματι καὶ τῇ παραβολῇ δι’ ὧν λέγει παραδείγματα δὲ οἰκεῖα καὶ ἐξ ὧν ἴσμεν, οἷα Ὅμηρος, μὴ οἷα Χοιρίλος· ἐναργεῖς γὰρ καὶ διὰ γνωρίμων αἱ παρ’ Ὁμήρῳ παραβολαί· οὐ τοιαῦται δὲ αἱ Χοιρίλου.
“归纳究竟是怎样的一种事物,这是显然的。” 例证不同于归纳,这一点在《分析篇》中也已经说过。因为归纳是从个别事物向普遍事物的通达;而例证则是相似且更可知的事物相对于相似且较不可知的事物而成立。因此,归纳不能通过单一事例产生;但例证即便通过单一事例也已足够。并且归纳更适合于辩证家,而例证更适合于修辞学家。然而,辩证家为了使所言之事明确,若是不为人熟知,也会兼用例证,正如不久前所说通过相似性来探询那样。因为这样提问是例证性的:“是否正如感觉一样,关于相反者的知识也是同一种?” 而例证与比喻不同,因为例证似乎是为了论证某件尚未发生且因而不明朗的事情而援引某件已经发生的事,而比喻则是表明对某件已发生之事具有相似性的画像。然而,他本人现在似乎把例证和比喻用于同一事物,借由他所说的话:“例证应当是恰当的,并且来自我们所知晓的事物,如荷马那样的,而不是如乔伊里罗斯那样的”;因为荷马那里的比喻是生动的,并且是通过可知的事物作出的,而乔伊里罗斯的比喻则不是这样。
- 8.26προεκλύσαντα
宾格分词,与非人称动词 δεῖ 支配的不定词 ἐρωτᾶν 的逻辑主语(提问者,泛指人称)保持一致。它构成一个分词分句,表示在最后提出有用问题之前,先通过其他问题松懈应答者的抗辩心理。
- 8.28λανθάνουσι καὶ τὰ χρήσιμα διδόντες
动词 λανθάνω 与现在分词 διδόντες 结合的补足分词句式,意为“不知不觉地给予”。主语为上文的“应答者(οἱ ἀποκρινόμενοι)”,描述其在关注无用问题的同时,无意中把有用的前提也一并承认的状态。
- 8.30παράδειγμα δὲ γίνεται τὸ ὅμοιον καὶ γνωριμώτερον τοῦ ὁμοίου καὶ ἧττον γνωρίμου
主语是带定冠词的中性形容词短语 τὸ ὅμοιον καὶ γνωριμώτερον,谓词名词是无冠词的 παράδειγμα。属格短语 τοῦ ὁμοίου καὶ ἧττον γνωρίμου 受比较级 γνωριμώτερον 支配,作比较属格,句意为“相似且更可知的事物相对于相似且较不可知的事物而言成为例证”。
