← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§529.19-531.13

促使应答者认同前提的隐瞒策略

亚历山大注解了亚里士多德《论题篇》卷八第一章156b18–156b27,阐述了解除应答者戒心以获取前提的若干隐瞒策略:向自身提出反驳、引述常人通念、佯装漫不经心、以比拟方式提问,以及不直接提问目标前提而是提问其充分前提。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.21

" Δεῖ δὲ καὶ αὐτόν ποτε ἑαυτῷ ἔνστασιν φέρειν." Κρυπτικόν φησιν εἶναι πρὸς τὸ ῥᾷον ὃ βούλεταί τις συγχωρηθῆναι αὐτῷ ὑπὸ τοῦ ἀποκρινομένου τὸ καὶ αὐτόν ποτε ἑαυτῷ πρός τι ἐρωτῶντα ἐνίστασθαι· δοκοῦσι γὰρ οἱ τοῦτο ποιοῦντες δικαίως καὶ φιλαλήθως ἐπιχειρεῖν πρὸς τὸ προκείμενον. πρὸς δὴ τοὺς οὕτω μεταχειριζομένους τοὺς λόγους ἀνυπόπτως ἔχουσιν οἱ ἀποκρινόμενοι καὶ ἑτοιμότατα συγχωροῦσιν οἷς αὐτοὶ ἀξιοῦσιν, ὡς οὐδ’ ἐκείνων ἀξιωσάντων ἂν αὐτά, εἰ μὴ οὕτως εἶχε.1 κρυπτικὸν δὲ πᾶν ὅπερ ἀπάγει τὸν ἀποκρινόμενον τῆς περὶ τὰς ἀποκρίσεις ἐπιστάσεως.

“有时也应当自己向自己提出反驳。” 他说,为了让应答者更容易向自己赞同自己所期望的事物,自己在提出某些问题时有时也向自己提出反驳,这也是隐瞒之法。因为这样做的人显得是在对既定命题进行公正且热爱真理的论述。应答者对这样处理论证的人不抱怀疑,并且极为爽快地赞同他们所要求的事物,仿佛如果事情不是这样,连那些人也不会要求这些事物一样。凡是将应答者从对回答的警觉中引开的做法,全都是隐瞒性的。

§8.22

"Χρήσιμον δὲ καὶ τὸ ἐπιλέγειν ὅτι σύνηθες." Χρήσιμόν φησι πρὸς τὸ ἑτοιμότερον λαμβάνειν τοῖς ἐρωτῶσιν ἃ βούλονται καὶ κρυπτικὸν τὸ προστιθέναι τὸ σύνηθες καὶ λεγόμενον· οἷον ‘ἆρά γε δοκεῖ σοι ἡ ὑγεία αἱρετὸν εἶναι, ὡς πᾶσι δοκεῖ;’, ‘ἆρά σοι δοκεῖ ὁ ἀγαθὸς κριτὴς ἄριστος εἶναι, ὡς πᾶσι σύνηθες λέγειν;’. οὕτως καὶ Σωκράτης πρὸς Καλλικλέα κέχρηται εἰπόντα τοὺς σώφρονας ἠλιθίους· οὐ γὰρ συνήθης ἡ τοιαύτη περὶ σωφροσύνης ὑπόληψις· τοῦτο γὰρ δύναται αὐτῷ ἡ ἀπόκρισις2 ἡ “οὐδεὶς ἂν ἀγνοοίη ὅτι οὐ τοῦτο λέγω”. οὕτως κἂν φιλοπλάτων τις ᾖ, ῥᾷον λήψεται παρ’ αὐτοῦ ὁ ἐρωτῶν ὃ βούλεται, ἂν προσθῇ ‘οὕτω Πλάτωνι δοκεῖ’.

“附言这是常例也是有用的。” 他说,为了让提问者更容易获得他们所期望的事物,附加上这是常例和广为流传的说法,这也是有用的和具有隐瞒性的。例如:“健康是否正如大家所认为的那样,在你看来也是值得选择的?”,“优秀的裁判是否正如所有人习惯说的那样,在你看来也是最好的?” 苏格拉底对宣称节制者是愚蠢之人的卡利克勒斯也采用了这种做法;因为关于节制的这种看法并不合乎常理,他的回答“谁也不会不知道我不是在说这个”正是这个意思。同样,如果某人是一个崇奉柏拉图的人,提问者若附加上“柏拉图也是这样看的”,就会更容易从他那里获得所期望的事物。

§8.23

"Ἔτι τὸ μὴ σπουδάζειν." Κἂν ὅλως χρήσιμον ᾖ [πρὸς τὴν θέσιν], φησί, τὸ προτεινόμενον εἰς τὴν τοῦ προκειμένου δεῖξιν, οὐ δεῖ φαίνεσθαι σπουδάζοντα περὶ τὸ δοθῆναι αὐτό· κρυπτικὸν γὰρ καὶ τοῦτο. πρὸς γὰρ ἃ σπουδάζουσι λαβεῖν οἱ ἐρωτῶντες, μᾶλλον ἀντιτείνουσιν οἱ ἀποκρινόμενοι· διὸ ζητοῦσιν ἔνστασιν φέρειν πρὸς αὐτά. γίνοιτο δ’ ἂν τοῦτο, εἰ ὡς ἐνδοιάζοντες καὶ αὐτοὶ ἐρωτῷεν καὶ ὡς οὐκ εἰδότες· ὃ πολλάκις ὁ Σωκράτης ποιεῖ παρὰ τῷ Πλάτωνι· ὡς γὰρ οὐκ εἰδὼς τὸ συμβησόμενον καὶ ὡς τοῦτο ληψόμενος, ὃ ἂν ἐκ τοῦ λόγου φαίνηται ἄριστα ἔχειν, οὕτως ἐρωτᾷ.

“此外,不要表现出急切。” 他说,即便为证明既定命题所提出的前提[对于立论]完全有用,也不应当显得急切地期望它被认可;因为这也属于隐瞒之法。因为对于提问者急于获得的那些事物,应答者会更强烈地抵制;因此他们试图对这些事物提出反驳。如果他们像自己也犹豫不决且像是一无所知那样提问,就会产生这种效果;这正是苏格拉底在柏拉图著作中常常做的事。因为他这样提问,仿佛不知道将要产生的结果,又仿佛打算在论述中接受任何看似最好的东西。

§8.24

"Καὶ τὸ ὡς ἐν παραβολῇ προτείνειν." Κρυπτικόν ἐστι καὶ τὸ ὃ βούλεταί τις λαβεῖν ὡς ἐν παραβολῇ ἐρωτᾶν ἄλλου χάριν λαμβάνοντα, ἀλλὰ μὴ ὡς αὐτὸ βουλόμενον λαβεῖν· ῥᾷον γὰρ διδόασιν οἱ ἀποκρινόμενοι ἃ μὴ νομίζουσι χρήσιμα εἶναι πρὸς τὸ προκείμενον. οὕτως βουλόμενοι λαβεῖν, ὅτι ἡ ἐγκράτεια ἀρετή ἐστιν, ἐρωτήσομεν εἰ δοκεῖ ὥσπερ ἡ ἐγκράτεια ἀρετή, οὕτω καὶ ἡ ἀνδρεία καὶ ἡ δικαιοσύνη ἀρετὴ εἶναι.

“并且像在比喻中那样提出。” 像在比喻中那样去询问自己想要获得的事物,仿佛是为了别的事物而设定它,而不是仿佛想要获得它本身,这也属于隐瞒之法。因为凡是应答者认为对既定命题没有用处的事物,他们都会更容易认可。这样,当我们想要获得自制是一种德性时,我们就会询问:是否正如自制是一种德性那样,勇敢和正义也被认为是一种德性。

§8.25

"Ἔτι μὴ αὐτὸ προτείνειν ὃ δεῖ ληφθῆναι, ἀλλ’ ᾧ τοῦτο ἕπεται ἐξ ἀνάγκης.3" Ἐπεί εἰσί τινα ἑπόμενά τισιν ἐξ ἀνάγκης, ὡς τῷ τὴν ἀρετὴν ἐπιστήμην εἶναι τὸ διδακτὸν εἶναι τὴν ἀρετήν, κρυπτικόν φησιν εἶναι καὶ τὸ μὴ ἐρωτᾶν αὐτὸ ὃ λαβεῖν βουλόμεθα, ἀλλ’ ᾧ τοῦτο ἕπεται. ῥᾷόν τε γὰρ τοῖς τοιούτοις συγχωροῦσιν ὡς οὐκ ἔχουσί τι πρὸς τὸ προκείμενον χρήσιμον, καὶ οὐδὲν ἧττον αὐτῶν δοθέντων περαίνεται τὸ προκείμενον διὰ τὴν ἀκολουθίαν.

“此外,不要提出必须获得的那个事物本身,而要提出这个事物必然随之而来的那个事物。” 既然有些事物必然随另一些事物而来(例如“德性是可教的”必然随“德性是知识”而来),他说,不直接询问我们想要获得的那个事物本身,而是询问该事物必然随之而来的前提,这也是隐瞒之法。因为他们更容易赞同这些事物,认为它们对既定命题没有任何用处;而一旦这些事物被认可,通过必然的伴随关系,既定命题便丝毫不减地被推导出来。

语法注3 条
  1. 8.21ὡς οὐδ’ ἐκείνων ἀξιωσάντων ἂν αὐτά, εἰ μὴ οὕτως εἶχε

    连词 ὡς 引导带有 ἄν 的属格绝对结构(ἐκείνων ἀξιωσάντων ἄν),并与表与事实相反的条件从句(εἰ μὴ οὕτως εἶχε)相呼应,构成对过去的反事实推测:“仿佛如果事情不是这样,他们自己也不会要求这些事物一样”。

  2. 8.22τοῦτο γὰρ δύναται αὐτῷ ἡ ἀπόκρισις

    动词 δύναμαι 搭配宾格(τοῦτο)时意为“意味着”、“具有……的意思”,与格 αὐτῷ 指谈话者或上下文:“他的回答具有这个含义”。

  3. 8.25ᾧ τοῦτο ἕπεται ἐξ ἀνάγκης

    关系代词与格 ᾧ 指先行前提,受 ἕπομαι(支配与格,“随……之后发生”、“从……推出”)支配。此处指能够使目标命题(τοῦτο)必然随之而来的充分条件前提(即蕴涵关系 B → A 中的 B)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:529.19-531.13